§10.36Διὰ τί οἱ εὐνοῦχοι τὰ μὲν ἄλλα εἰς τὸ θῆλυ διαφθειρόμενοι μεταβάλλουσιν·
为什么阉人在其他方面因受损而向女性性质转变?
καὶ γὰρ φωνὴν θηλυκὴν ἴσχουσιν καὶ ὀξύτητα καὶ ἀναρθρίαν, καὶ οὕτω σφόδρα μεταπίπτουσιν ὡς καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἐκτεμνόμενα.
因为他们拥有女性般的声音、高音和发音不连贯,并且他们的转变如此剧烈,正像其他动物中被去势者一样。
ἐναντίως δ’ οἱ ταῦροι καὶ οἱ κριοὶ τὰ κέρατα ἴσχουσι, διότι καὶ τὰ θήλεα ἐναντίως αὐτῶν ἔχει.
相反,公牛和公羊拥有角的方式与此相反,因为雌性也与它们相反地拥有角。
διὸ οἱ μὲν μείζω ἐκτεμνόμενοι ἴσχουσιν, οἱ δὲ ἐλάττω.
因此,有些动物被去势后角变得更大,有些则更小。
τὸ δὲ μέγεθος μόνον οἱ εὐνοῦχοι εἰς τὸ ἄρρεν μεταβάλλουσιν· μείζους γὰρ γίνονται.
然而,唯独在大小上,阉人向男性的方向转变;因为他们变得更大。
ἔστι δὲ τοῦτο τοῦ ἄρρενος· τὰ γὰρ θήλεα ἐλάττω ἐστὶ τῶν ἀρρένων.
而这是男性的特征;因为雌性比男性更小。
ἢ οὐδὲ τοῦτο εἰς τὸ ἄρρεν, ἀλλ’ εἰς τὸ θῆλυ;
或者,难道连这也并非向男性转变,而是向女性转变吗?
οὐ γὰρ εἰς πᾶν τὸ μέγεθος, ἀλλ’ εἰς τὸ μῆκος μόνον, τὸ δὲ ἄρρεν καὶ εἰς πλάτος καὶ εἰς βάθος· τότε γὰρ τετελείωται.
因为他们不是在所有维度的大小上变大,而仅仅在长度上变大,而男性在宽度和厚度上也会变大;因为在那个时候身体才算完成。
ἔτι δὲ ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν, οὕτως αὐτοῦ τοῦ θήλεος ἡ παρθένος πρὸς τὴν γυναῖκα· ἡ μὲν γὰρ ἤδη γενναία, ἡ δὲ οὔ.
此外,正如雌性对雄性的关系,雌性自身之中处女对女人的关系也是如此;因为后者已经成熟,而前者则不然。
εἰς τὴν τούτων οὖν μεταβάλλει· ἐπὶ μῆκος γὰρ ταύταις ἡ αὔξησις.
因此,阉人向这些的性质转变;因为在她们身上,生长是朝向长度方向的。
διὸ καὶ Ὅμηρος εὖ τὸ
μῆκος δ’ ἔπορ’ Ἄρτεμις ἁγνή,
ὡς διὰ τὴν παρθενίαν, ὅ εἶχε, δυναμένης δοῦναι.
因此,荷马也极其美妙地歌唱道: “贞洁的阿耳忒弥斯授予了她身高,” 这仿佛是说,由于阿耳忒弥斯自己所保持的处女之身,她才能够授予这一身高。
οὔκουν εἰς τὸ ἄρρεν κατὰ τὸ μέγεθος μεταβάλλει.
因此,阉人在大小上并不是向男性转变。
οὐ γὰρ εἰς τὸ τέλειον μεταβάλλει.
因为他们并没有向完成的状态转变。
οἱ δὲ εὐνοῦχοι εἰς μέγεθος τὸ μῆκος ἐπιδιδόασιν.
相反,阉人在大小中增加了长度。
§10.37Διὰ τί οἱ εὐνοῦχοι ἢ ὅλως οὐκ ἴσχουσιν ἢ ἧττον ἰξίας;
为什么阉人要么完全没有坐骨神经痛,要么较少患有此病?
ἢ ὅτι μεταβάλλουσι τὴν φύσιν ἐν τῇ ἐκτμήσει εἰς τὰ ἄγονα;
是因为他们通过去势将自己的本性转变成不育的状态吗?
τοιαῦτα δὲ παῖς καὶ γυνή, ὧν οὐδέτερον ἴσχει ἰξίας, εἰ μή τι σπάνιον γυνή.
而孩子和女人就是这样的人,他们中谁也不会患坐骨神经痛,除非女人在极少数情况下。
§10.38Διὰ τί μᾶλλον ἄνθρωπος πολλὰς φωνὰς ἀφίησιν, τὰ δὲ ἄλλα μίαν, ἀδιάφορα ὄντα τῷ εἴδει;
为什么人更容易发出多种声音,而其他在物种上无差异的动物却只发出一种声音?
καὶ τοῦ ἀνθρώπου μία φωνή, ἀλλὰ διάλεκτοι πολλαί.
而且,人类的声音也是一种,但语言却有很多种。
§10.39Διὰ τί δὲ αὕτη ἄλλη, τοῖς δὲ ἄλλοις οὔ;
为什么人类的语言各不相同,而其他动物却并非如此?
ἢ ὅτι οἱ μὲν ἄνθρωποι γράμματα πολλὰ φθέγγονται, τῶν δὲ ἄλλων τὰ μὲν οὐδέν, ἔνια δὲ δύο ἢ τρία τῶν ἀφώνων;
是因为人类发音出许多字母,而在其他动物中,有些完全不发出,有些则仅发出两三个辅音吗?
ταῦτα δὲ ποιεῖ μετὰ τῶν φωνηέντων τὴν διάλεκτον.
而这些辅音与元音一起构成了语言。
ἔστι δὲ ὁ λόγος οὐ τὸ τῇ φωνῇ σημαίνειν, ἀλλὰ τοῖς πάθεσιν αὐτῆς, καὶ μὴ ὅτι ἀλγεῖ ἢ χαίρει.
此外,言语并不是通过声音来示意,而是通过声音的变样来示意,而不仅仅是示意痛苦或快乐。
τὰ δὲ γράμματα πάθη ἐστὶ τῆς φωνῆς.
而字母就是声音的变样。
ὁμοίως δὲ οἵ τε παῖδες καὶ τὰ θηρία δηλοῦσιν· οὐ γάρ πω οὐδὲ τὰ παιδία φθέγγονται τὰ γράμματα.
同样地,孩子和野兽也表现出来;因为即使是幼小的孩子也还不会发出字母的音。
§10.40Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον;
为什么在其他动物中,唯独人类会变成口吃者?
πότερον ὅτι καὶ ἐνεόν, ἡ δὲ ἰσχνοφωνία ἐνεότης ἐστίν;
是因为人类也会变成哑巴,而口吃是哑的一种状态吗?
ἀλλὰ δὴ καὶ οὐδ’ ὅλως πεπλήρωται τοῦτο τὸ μόριον.
或者,难道是这个器官根本没有完全发育成熟吗?
ἢ ὅτι κοινωνεῖ μᾶλλον λόγου, τὰ δ’ ἄλλα φωνῆς;
还是因为人类更多地分享了言语,而其他动物分享了声音?
ἔστι δὲ ἡ ἰσχνοφωνία οὐ κατὰ τὸ ὄνομα ἓν ἢ οὐδὲ συνεχῶς διεξιέναι.
而口吃是指无法念完一个名字,或者无法连续说话。
§10.41Διὰ τί ἄνθρωπος γίνεται ἐκ γενετῆς χωλὸς μάλιστα τῶν ἄλλων ζῴων;
为什么在所有动物中,人类最容易天生跛足?
πότερον ὅτι ἰσχυρὰ τῶν ἄλλων ἐστὶ σκέλη τῶν ζῴων;
是因为其他动物的腿很强壮吗?
ὀστώδη γὰρ καὶ νευρώδη καὶ τετράποδα καὶ οἱ ὄρνιθες ἔχουσιν, οἱ δὲ ἄνθρωποι σαρκώδη· διὰ τὴν ἁπαλότητα οὖν θᾶττον πηροῦνται ἐν τῇ κινήσει.
因为四足动物和鸟类拥有多骨和多腱的腿,而人类拥有多肉的腿;因此,由于柔软,在运动中更容易致残。
ἢ διότι μόνον τῶν ζῴων πολλοὺς ἔχει χρόνους τῆς γενέσεως;
还是因为唯独在动物中,人类具有多种孕期?
καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ δεκάμηνα γίνεται.
因为他们有七个月、八个月和十个月出生的。
τοῖς δ’ ἄλλοις εἷς χρόνος τῆς τελειώσεως γέγονεν οὐ διατρίψας· τοῖς δ’ ἀνθρώποις πολὺς ὁ χρόνος γίνεται τῆς ἐν πλήθει διατριβῆς, ὥστε κινουμένων διὰ τὸ ἁπαλὰ εἶναι καὶ θραύεται τὰ ἀκρωτήρια ἐν τῷ πλείονι χρόνῳ πλείω.
对其他动物来说,完成的期限是单一的且不拖延;但对人类来说,在子宫充满状态下的滞留时间很长,以至于当他们运动时,因为身体柔软,在更长的时间里,他们的四肢末端更容易受到更多挫伤和损坏。
§10.42Διὰ τί οἱ εὐνοῦχοι ἑλκώδεις τὰς κνήμας ἴσχουσι καὶ σαπράς;
为什么阉人的小腿容易溃烂和坏死?
πότερον ὅτι καὶ αἱ γυναῖκες, οἱ δ’ εὐνοῦχοι γυναικικοί;
是因为女人也如此,而阉人像女人吗?
ἢ τοῦτο μὲν συμβέβηκεν, αἴτιον δὲ καὶ ταῖς γυναιξὶν ὅτι ἡ θερμότης κάτω ὁρμᾷ.
或者,这只是伴随的现象,而对女人来说原因也是热力向下涌?
δηλοῖ δὲ τὰ γυναικεῖα.
女人的月经显示了这一点。
διὸ οὐδὲ οἱ εὐνοῦχοι οὐδὲ γυναῖκες δασεῖς γίνονται, διὰ πολλὴν ὑγρότητα.
因此,无论是阉人还是女人,都因为水分过多而不会变得毛发浓密。