Humanitext Reader

亚里士多德 · 问题集 §10.1-10.9

人类与动物的身体特征及生理差异

第 44 段,共 148 段 · 希腊语

内容简介

本章多角度地探究人类与动物在生理和身体上的差异,包括咳嗽、鼻血、脂肪积聚部位、白斑的发病倾向、产奶量、水质导致的体色变化、雌雄体型差异以及怀孕期的长短及其原因。

§10.1Διὰ τί τὰ μὲν βήττει, τὰ δὲ οὔ, οἷον ἄνθρωπος μὲν βήττει, βοῦς δὲ οὔ;
Διὰ τί 为什么有些动物会咳嗽,而有些则不会,例如,人会咳嗽,而牛不会?
πότερον τῷ εἰς ἄλλο τι τρέπεσθαι τοῖς πλείστοις ζῴοις τὸ περίττωμα, ἀνθρώπῳ δὲ δεῦρο;
是因为在大多数动物中,余泄物被分流到其他地方,而在人身上却分流到这里吗?
ἢ ὅτι ἐγκέφαλον πλεῖστον καὶ ὑγρότατον ἔχει ὁ ἄνθρωπος, ἡ δὲ βὴξ καταρρέοντος γίνεται φλέγματος.
还是因为人拥有最大且最湿润的脑,而咳嗽是在粘液下注时产生的?
§10.2Διὰ τί ἀνθρώπῳ μόνῳ τῶν ζῴων αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων;
Διὰ τί 为什么在动物中唯独人类会从鼻孔流血?
ἢ ὅτι ἐγκέφαλον ἔχει πλεῖστον καὶ ὑγρότατον, ἀφ’ οὗ αἱ φλέβες πληρούμεναι τοῦ περιττώματος διὰ τῶν πόρων προΐενται τὴν ῥύσιν;
或者是因为人拥有最大且最湿润的脑,血管由于充满余泄物,从脑部通过毛孔排出流液?
λεπτότερον γὰρ γίνεται τοῦ αἵματος τοῦ καθαροῦ τὸ νοσερόν, τοῦτο δέ ἐστι τὸ μιχθὲν τοῖς τοῦ ἐγκεφάλου περιττώμασιν, καὶ ἔστι καθάπερ ἰχώρ.
因为病态的血液比纯净的血液更稀薄,而这是与脑部的余泄物混合在一起的,并且就像浆液一样。
§10.3Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ σάρκα πίονά ἐστιν, τὰ δὲ κατ’ ἀμφότερα;
Διὰ τί 为什么在动物中,有些是在皮下肥胖,有些是在肉中肥胖,有些则是两者皆肥?
ἢ ὅσων μὲν πυκνὴ ἡ σάρξ, μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς συστέλλεται ἡ ἰκμὰς διὰ τὸ ταύτην εἶναι [τὸ δέρμα] ἀφεστὼς φύσει· ἣ πεττομένη γίνεται πιμελή.
或者是因为在那些肉质致密的动物中,水分积聚在皮肤和肌肉之间,因为皮肤在自然上与肉分离,而这种水分经过消化后变成了脂肪?
ὅσα δὲ ἀραιοτέραν ἔχει τὴν σάρκα τό τε δέρμα προεστώς, κατὰ σάρκα πίονα γίνεται.
而那些肉质较松且皮肤紧贴的动物,则是在肉中肥胖。
τὰ δὲ ἀμφοτέρως ἔχοντα ἐπ’ ἀμφότερα πιαίνεται.
两方面情况都具备的,则两处都变肥胖。
§10.4Διὰ τί οἱ παῖδες καὶ αἱ γυναῖκες ἧττον ἔχουσι λεύκην τῶν ἀνδρῶν, καὶ τῶν μὲν γυναικῶν αἱ πρεσβύτιδες μᾶλλον;
Διὰ τί 为什么儿童和妇女比男性更少患白斑,而在妇女中,年老的妇人更容易患上?
ἢ ὅτι ἡ λεύκη ἐστὶ πνεύματος ἔξοδος, ἔστι δὲ τὰ μὲν τῶν παίδων οὐκ εὔπνοα σώματα, ἀλλὰ πυκνά, καὶ τὰ τῶν γυναικῶν ἧττον ἢ τὰ τῶν ἀνδρῶν· εἰς τὰ καταμήνια γὰρ τρέπεται· δηλοῖ δὲ ἡ λειότης τὴν πυκνότητα τῆς σαρκός.
或者是因为白斑是气体的出口,而儿童的身体不通气,反而致密,妇女的身体也比男性的身体更少通气——因为气体和余泄物被分流到月经中,且皮肤的平滑显示了肉的致密。
τὰ δὲ τῶν πρεσβυτέρων καὶ τῶν γραῶν εὔπνοα· μόνα γάρ, ὥσπερ τὰ παλαιὰ οἰκοδομήματα, διεστῶσαν ἔχει τὴν σύνθεσιν τῶν μορίων.
而老年男子和老妇的身体则通气性好;因为只有他们,就像古旧的建筑物一样,其各部分的结合发生了松弛。
§10.5Διὰ τί ἄνθρωπος μόνον ἴσχει λεύκην;
Διὰ τί 为什么只有人类会患白斑?
πότερον ὅτι λεπτοδερμότατον τῶν ζῴων ἐστίν, ἄμα δὲ καὶ πνευματωδέστερον;
是因为人是动物中皮肤最薄的,同时也是最富于气体的吗?
σημεῖον δέ, ὅτι ἡ λεύκη ἐν τοῖς λεπτοδερμοτάτοις μάλιστα καὶ πρῶτον γίνεται μέρεσιν.
其迹象是,白斑最容易且最先发生在皮肤最薄的部位。
ἢ διὰ ταῦτά τε, καὶ ὅτι μόνον πολιοῦται τῶν ζῴων;
或者是由于这些原因,并且为什么人是动物中唯一会变白发的?
ἐν γὰρ ταῖς λεύκαις πολιαὶ γίνονται αἱ τρίχες, ὥστε ἀδύνατον ὅσα μὴ πολιοῦται λεύκην ἴσχειν.
因为在白斑处毛发会变白,所以对于那些不会变白发的动物来说,是不可能患白斑的。
§10.6Διὰ τί αἶγες μὲν καὶ πρόβατα ἀμέλγονται πλεῖστον γάλα, οὐ μέγιστον σῶμα ἔχοντα, ἄνθρωπος δὲ καὶ βοῦς ἔλαττον ὡς κατὰ λόγον;
Διὰ τί 为什么山羊和绵羊被挤出的奶最多,虽然它们没有最大的身体,而人类和牛按比例却较少?
πότερον ὅτι εἰς τὸ σῶμα ἀναλίσκεται, τοῖς δὲ ἄλλοις εἰς τὸ περίττωμα, τοῖς δὲ προβάτοις καὶ ταῖς αἰξὶ τὸ περιγινόμενον τοῦ περιττώματος γάλα γίνεται πᾶν;
是因为在后者中养分被身体消耗,而在其他动物中则转化为余泄物,且在绵羊和山羊中,余泄物的所有剩余部分都变成了奶?
ἢ ὅτι πολυτοκώτερά ἐστι τῶν μεγάλων, ὥστε πλεῖον σπᾷ περίττωμα διὰ τὸ πλείω τρέφειν;
或者是因为它们比大型动物更多产,所以因为要抚育更多的后代而吸纳了更多的余泄物?
ἢ δι’ ἀσθένειαν τῶν σωμάτων πλεῖον περίττωμα γίνεται κύουσιν αὐτοῖς;
或者是因为身体虚弱,在它们怀孕时产生了更多的余泄物?
τὸ δὲ γάλα γίνεται ἐκ τοῦ περιττώματος.
而奶是由余泄物产生的。
§10.7Διὰ τί τῶν ζῴων τὰ μέν, μεταβάλλοντα τὰ ὕδατα, μεταβάλλει τὰς χρόας καὶ ὅμοια γίνεται τοῖς ἐκεῖ, οἷον αἶγες, τὰ δὲ οὔ, οἷον ἄνθρωποι;
Διὰ τί 为什么在动物中,有些动物在改变饮水时会改变体色,并变得与当地的动物相似,例如山羊,而另一些则不会,例如人类?
καὶ ὅλως δὲ διὰ τί τὰ μὲν μεταβάλλει, τὰ δὲ οὔ, οἷον κόραξ οὐ μεταβάλλει;
总的来说,为什么有些会变,有些不会,例如渡鸦就不会变?
ἢ ὧν μὲν οὐ κρατεῖ ἡ φύσις τοῦ ὑγροῦ, ὥσπερ ἡ τῶν ὀρνέων (διὸ καὶ κύστιν οὐκ ἔχει), οὐ μεταβάλλει;
或者是因为那些其自然无法控制水分的动物,就像鸟类一样(所以鸟类没有膀胱),不会发生改变?
καὶ διὰ τί οὐκ αὐτά, ἀλλὰ τὰ ἔκγονα μεταβάλλει;
又为什么不是它们自身,而是它们的后代发生改变?
ἢ ὅτι ἀσθενέστερα τὰ νέα τῶν γεννησάντων;
或者是因为幼崽比生育它们的父母更虚弱?
§10.8Διὰ τί τὰ ἄρσενα μείζω τῶν θηλειῶν ὡς ἐπίπαν ἐστίν;
Διὰ τί 为什么通常雄性比雌性更大?
πότερον ὅτι θερμότερα, τοῦτο δὲ αὐξητικόν;
是因为雄性更温暖,而温暖是促进生长的吗?
ἢ ὅτι ὁλόκληρα, τὰ δὲ πεπήρωται;
或者是因为雄性是完整的,而雌性是残缺的?
ἢ ὅτι τὰ μὲν ἐν πολλῷ χρόνῳ τελειοῦται, τὰ δὲ ἐν ὀλίγῳ;
或者是因为前者是在很长时间内发育成熟,而后者是在很短时间内?
§10.9Διὰ τί τὰ μὲν ταχυτόκα τῶν ζῴων ἐστίν, τῶν δὲ πολυχρόνιος ἡ κύησις;
Διὰ τί 为什么有些动物的怀孕期较短,而另一些动物的怀孕期却很长?
ἢ ὅτι τὰ μακροβιώτερα βραδύτερον πέφυκεν τελειοῦσθαι;
或者是因为更长寿的动物在本性上发育成熟得更慢?
ἔστι δὲ βραδυτόκα τὰ μακρόβια.
而长寿的动物怀孕期较长。
οὐ μέντοι τὰ μάλιστα, οἷον ἵππος ἀνθρώπου βραδυτοκώτερον μέν, ὀλιγοχρονιώτερον δέ.
然而,并非最长寿的就最长,例如,马的怀孕期虽比人长,但寿命却比人短。
τούτου δὲ αἴτιον ἡ σκληρότης τῶν ὑστερῶν· ὥσπερ γὰρ ἡ ξηρὰ γῆ οὐ ταχὺ ἐκτρέφει, οὕτω καὶ ἡ τοῦ ἵππου ὑστέρα.
其原因在于子宫的坚硬;因为正如干燥的土地不能快速培育作物一样,马的子宫也是如此。

词汇与语法注释

  1. 10.1τῷ εἰς ἄλλο τι τρέπεσθαι... τὸ περίττωμα — 带定冠词与格的不定式结构(τῷ... τρέπεσθαι)表示原因(由于……),宾格的 τὸ περίττωμα 充当其逻辑主语。
  2. 10.3διὰ τὸ ταύτην εἶναι [τὸ δέρμα] ἀφεστὼς φύσει — 前置词 διά 接宾格冠词不定式(τὸ... εἶναι)表示原因。插入成分 [τὸ δέρμα] 作为阴性代词 ταύτην 的同格说明,中性单数分词 ἀφεστώς 则与 δέρμα 一致。
  3. 10.4διεστῶσαν ἔχει τὴν σύνθεσιν — “ἔχω + 完成分词”的构型,其中 διεστῶσαν(διίστημι 的完成主动分词,阴性单数宾格)修饰 τὴν σύνθεσιν,表示“各部分结合保持分离(即松弛)的持续状态”。
  4. 10.6ἀμέλγονται πλεῖστον γάλα — 动词 ἀμέλγω 的被动语态。该词在主动语态中支配双宾格(“从A挤出B”),在被动化后,作为被挤奶对象的动物(山羊和绵羊)成为主语,而被挤出的奶(πλεῖστον γάλα)在被动句中保留为宾格。
  5. 10.7ὧν μὲν οὐ κρατεῖ ἡ φύσις τοῦ ὑγροῦ — 关系代词 ὧν 是支配属格的动词 κρατέω 的宾语,其先行词是后续句中省略的主语。整体构成了“那些其自然(ἡ φύσις)无法控制水分(τοῦ ὑγροῦ)的动物(其体色不会改变)”这一句法结构。

引用这一段

亚里士多德, 问题集 §10.1-10.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:10.1-10.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。