§1.9Διὰ τί, ἐὰν ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, νοσῶδες γίνεται καὶ τὸ ἔαρ καὶ τὸ θέρος;
为什么如果冬天多南风且多雨,而春天干燥且多北风,春天和夏天都会变得多病?
ἢ ὅτι ἐν μὲν τῷ χειμῶνι διὰ τὴν ἀλέαν καὶ ὑγρότητα ὁμοίως τὰ σώματα διάκειται τῇ ὥρᾳ;
或者是因为在冬天,由于温和与潮湿,身体的状况与季节相似?
ὑγρὰ γὰρ ἀνάγκη εἶναι καὶ οὐ συνεστηκότα.
因为身体必然是湿润且不紧实的。
οὕτω δὲ ἐχόντων, τὸ ἔαρ ψυχρὸν ὂν ἔπηξεν καὶ ἐσκλήρυνεν αὐτὰ διὰ τὸν αὐχμόν, (ὥστε ταῖς μὲν κυούσαις ὁ τόκος ὁ ἐαρινὸς εἰς ἐκτρώσεις γίνεται διὰ τὴν θερμασίαν καὶ τὸν σφακελισμὸν τὸν γινόμενον ὑπὸ τῆς ξηρᾶς ψυχρότητος, ἅτε οὐκ ἐκκρινομένης τῆς ὑγρότητος, τὰ δὲ κυόμενα παιδία ἀσθενῆ γίνεται καὶ πηρὰ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους· συμβέβηκε γὰρ τότε γεννώμενα ἐν εὐδίᾳ καὶ συστῆναι καὶ τραφῆναι ἐν τῇ τεκούσῃ.
在身体处于这种状态下,春天的寒冷因干燥而使它们凝聚并硬化,(结果,由于干燥的寒冷所产生的热和坏死——因为湿气未能排出——孕妇在春季的生产会导致流产,而胎儿则由于过度的寒冷而变得虚弱且有残疾;因为那些在温和天气中出生的孩子,才得以在母亲体内凝聚并获得滋养。
τοῖς δὲ ἄλλοις, ἅτε ἐν τῷ ἔαρι οὐκ ἀποκαθαρθέντος τοῦ φλέγματος 〈διὰ〉 τὴν ὑπερβολήν, ὅ συμβαίνει ὅταν ἀλεεινὸν γένηται, ἀλλὰ διὰ ψῦχος συστάντος, ὅταν ἐπιλάβῃ τὸ θέρος καὶ ἡ ἀλέα τήκουσα βίᾳ, τοῖς μὲν χολώδεσι καὶ ξηροῖς, διὰ τὸ μὴ διερὰ εἶναι τὰ σώματα αὐτοῖς, ἀλλὰ τὴν φύσιν αὖον ἔχειν, γίνονται μὲν ὑγρότητες, αὗται δὲ λεπταί, ὥστε ὀφθαλμίαις ξηραῖς ἁλίσκονται;
而对其他人来说,由于春天的粘液未能因其过度而得到清除——这在天气温和时才会发生——反而因寒冷而凝结,当夏天和它的炎热到来并猛烈地将其融化时,对那些多胆汁且干燥的人来说,因为他们的身体并不湿润,而是具有干燥的本性,虽然产生了一些湿气,但这些湿气很稀薄,结果他们患上了干性眼炎;而多粘液的人则患有喉沙哑和向肺部的卡他。
οἱ δὲ φλεγματώδεις βράγχοις καὶ εἰς τὸν πνεύμονα κατάρροις. ταῖς γυναιξὶ δὲ δυσεντερίαι γίνονται διὰ τὴν ὑγρότητα καὶ ψυχρότητα τῆς φύσεως, τοῖς δὲ γεραιτέροις ἀποπληξίαι, ὅταν ἀθρόον λυθὲν ὑγρὸν ἐπιπέσῃ καὶ δι’ ἀσθένειαν τοῦ συμφύτου θερμοῦ παγῇ.
妇女们则由于其本性的湿润和寒冷而患上痢疾,而老年人则在骤然融化的湿气袭来并因先天热力的衰弱而凝结时,患上中风。
§1.10Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆχες, καὶ τελευτῶσιν εἰς φθίσεις;
)为什么如果夏天干燥且多北风,而秋天相反,湿润且多南风,冬天就会产生头痛、喉沙哑和咳嗽,并最终演变为肺结核?
ἢ ὅτι λαμβάνει ὕλην πολλὴν ὁ χειμών, ὥστ’ αὐτῷ ἔργον ἐστὶ πῆξαι τὴν ὑγρότητα καὶ φλέγμα ποιῆσαι;
或者是因为冬天接收了大量的原料,以致于它的工作就是去凝结湿气并产生粘液?
ἐν μὲν οὖν ταῖς κεφαλαῖς, ὅταν ὑγρασία γένηται, βάρη ποιεῖ, ἐὰν δὲ ᾖ πολλὴ καὶ ψυχρά, σφακελισμούς· ἐὰν δὲ διὰ πλῆθος μὴ πήξῃ, ῥεῖ εἰς τὸν ἐχόμενον τόπον, ὅθεν αἱ βῆχες καὶ οἱ βράγχοι καὶ αἱ φθόαι γίνονται.
因此在头部,当产生湿气时,就会带来沉重感;如果是大量且寒冷的,就会导致坏死;但如果由于量多而未能凝结,它就会流向临近的部位,从而产生咳嗽、喉沙哑和肺结核。
§1.11Διὰ τί δέ, ἐὰν βόρειον γένηται τὸ θέρος καὶ αὐχμῶδες, καὶ τὸ μετόπωρον, συμφέρει τοῖς φλεγματώδεσι καὶ ταῖς γυναιξίν;
为什么如果夏天多北风且干燥,秋天也是如此,会对多粘液的人和妇女有益?
ἢ ὅτι ἡ φύσις ἐπὶ θάτερα ἀμφοῖν ὑπερβάλλει, ὥστε εἰς τοὐναντίον ἡ ὥρα ἑλκύσασα καθίστησιν εἰς τὴν εὐκρασίαν· καὶ παραχρῆμά τε ὑγιαίνουσιν, ἐὰν μή τι δι’ ἑαυτοὺς ἁμαρτάνωσι, καὶ εἰς τὸν χειμῶνα οὐχ ὑγροὶ ἀφικνοῦνται, ἔχοντες ὑπεκκαύματα τῷ ψύχει.
或者是因为两者的本性在另一个方向上过度,因此季节将它们拉向相反方向,使其恢复到良好的调和状态;且他们会立刻恢复健康(除非他们因自己的缘故犯了什么错),并且在进入冬天时,身体不会湿润、不会带有作为寒冷“燃料”的东西。
§1.12Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ αὐχμῶδες θέρος καὶ μετόπωρον;
为什么多北风且干燥的夏天和秋天对多胆汁的人来说是有病的?
ἢ ὅτι ἐπὶ ταὐτὸ ῥέπει αὐτοῖς τὸ σῶμα καὶ αἱ ὧραι, ὥστε ὥσπερ πῦρ ἐπὶ πυρὶ γίνεται.
或者是因为他们的身体和季节都倾向于同一个方向,以致于如同火上浇油?
ξηραινομένων γὰρ τῶν σωμάτων, καὶ τοῦ γλυκυτάτου μὲν ἐξικμαζομένου ἐξ αὐτῶν, ὑπερθερμαινομένων δὲ λίαν, ἀνάγκη διὰ μὲν τὰς συντήξεις ὀφθαλμίας ξηρὰς γίνεσθαι, διὰ δὲ τὸ χολῶδες τοὺς ὑπολειπομένους εἶναι χυμούς, ὑπερθερμαινομένων δὲ καὶ τούτων πυρετοὺς ὀξεῖς γίνεσθαι ἅτε ὑπ’ ἀκράτου τῆς χολῆς, ἐνίοις δὲ μανίας, οἷς ἂν μέλαινα χολὴ φύσει ἐνῇ· αὕτη γὰρ ἐπιπολάζει ἀναξηραινομένων τῶν ἐναντίων χυμῶν.
因为当他们的身体干燥,其中最甘甜的湿气被蒸发,且身体过度受热时,由于身体的消耗,必然会产生干性眼炎;而因为残留的体液是胆汁性的,且这些体液也过度受热,所以由于纯粹的胆汁而产生急性发热;对某些天生体内有黑胆汁的人来说,则会产生狂躁;因为当相反的体液被烘干时,黑胆汁就会浮现出来。
§1.13Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ;
为什么人们说改变水源会导致疾病,而改变空气却不会?
ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν;
或者是因为水成为了营养,人们离开时体内带着水并从中摄取了成分,而对空气却并非如此?
ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶν καὶ διαφοραὶ καθ’ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον, ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὑτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι.
此外,水本身有许多种类和差异,而空气却没有,所以这也是一个原因;因为即使在异乡,人们也几乎处在相同的空气中,却在不同的水源里;因此,改变水源被认为是致病的,这是很合理的。
§1.14Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μεταβολὴ νοσώδης;
为什么改变水源比改变食物更容易致病?
ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ;
或者是因为我们消耗最多的是水?
ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ.
因为水既存在于主食中,也存在于副食中,而在饮料中,水占了绝大部分。