§1.1Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις;
为什么巨大的过度会导致疾病?
ἢ ὅτι ὑπερβολὴν ἢ ἔλλειψιν ποιοῦσιν;
是因为它们产生了过剩或不足吗?
τοῦτο δὲ ἦν ἡ νόσος.
而这正是疾病。
§1.2Διὰ τί δὲ τὰς νόσους πολλάκις ὑγιάζουσιν, ὅταν πολὺ ἐκστῇ τις;
为什么当一个人发生很大偏离时,往往能治好疾病?
καὶ ἐνίων ἰατρῶν τοιαύτη ἡ τέχνη· ὑπερβολαῖς γὰρ ἰῶνται οἴνου ἢ ὕδατος ἢ ἅλμης ἢ σίτου ἢ λιμοῦ.
某些医生的技术也是如此:因为他们用过量的酒、水、盐水、食物或饥饿来治疗。
ἢ ὅτι ἐναντία ἀλλήλοις τὰ τὴν νόσον ποιοῦντα·
或者是由于产生疾病的事物彼此相反?
εἰς τὸ μέσον οὖν ἄγει θάτερον ἑκάτερα.
因此,其中一方将彼此带向中庸。
§1.3Διὰ τί αἱ τῶν ὡρῶν μεταβολαὶ καὶ πνεύματα ἐπιτείνουσιν ἢ παύουσι καὶ κρίνουσι τὰς νόσους καὶ ποιοῦσιν;
为什么季节的更替和风会加剧、停止、决定并产生疾病?
ἢ ὅτι θερμαὶ καὶ ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ξηραί, αἱ δὲ νόσοι τούτων εἰσὶν ὑπερβολαί, ἡ δὲ ὑγεία ἰσότης.
是因为季节具有冷、热、湿、干的性质,而疾病是这些性质的过度,健康则是均衡吗?
ἐὰν οὖν δι’ ὑγρότητα ἢ ψύξιν, ἡ ἐναντία ὥρα παύει· ἐὰν δὲ ἐναντία ὥρα ἔχηται, ἡ ὁμοία κρᾶσις ἐπιγενομένη ἐπέτεινεν καὶ ἀνεῖλεν.
因此,如果是由于湿气或寒冷引起的疾病,相反的季节就会使其停止;但如果相反的季节占主导,而相似的混合状态又随之产生,它就会加剧并夺去生命。
διὰ ταῦτα δὲ καὶ νοσίζουσι τοὺς ὑγιαίνοντας, ὅτι μεταβάλλουσαι λύουσι τὴν κρᾶσιν· ἅμα γὰρ ταῖς οἰκείαις ὥραις καὶ ἡλικίαις καὶ τόποις αὐξάνεται.
正是由于这些原因,它们也使健康的人致病,因为更替破坏了体液的混合状态;因为它随着适宜的季节、年龄和地点而增长。
διὸ δεῖ ἐν ταῖς μεταβολαῖς μάλιστα διακυβερνᾶν.
因此,在季节交替时,必须特别小心调理。
ὃ δὲ καθόλου περὶ τῶν ὡρῶν εἴρηται, καὶ κατὰ μέρος τὸ αὐτὸ αἴτιον.
而关于季节整体所说的,其同样的原因也适用于局部。
αἱ γὰρ τῶν πνευμάτων μεταβολαὶ καὶ τῶν ἡλικιῶν καὶ τόπων ὥρας τινός εἰσι μεταβολαί.
因为风、年龄和地点的变化,也是某种季节的变化。
διὸ καὶ ταῦτα ἐπιτείνει καὶ παύει καὶ κρίνει καὶ ποιεῖ, ὥσπερ αἱ ὧραι καὶ ἐπιτολαὶ τῶν ἄστρων, ὥσπερ Ὠρίων καὶ Ἀρκτοῦρος καὶ Πλειὰς καὶ Κύων, [ὥσπερ] πνευμάτων καὶ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων καὶ ἀλέας.
所以,这些变化也同样会加剧、停止、决定并产生疾病,正如季节和星辰的运行(如猎户座、大角星、昴星团和天狼星)一样,也正如它们带来风、雨、晴天、寒冬和酷暑的变化一样。
§1.4Διὰ τί ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν ἐμέτοις οὐ δεῖ χρῆσθαι;
为什么在季节交替时不能使用催吐剂?
ἢ ἵνα μὴ γένηται συντάραξις διαφόρων γινομένων τῶν περιττωμάτων διὰ τὰς μεταβολάς.
是为了防止因季节变化导致排泄物变得不同而引起体内的剧烈混乱。
§1.5Διὰ τί καὶ οἱ κιβδηλιῶντες καὶ οἱ ὑπὸ λιμοῦ πονοῦντες τοὺς πόδας οἰδοῦσιν;
为什么体质虚弱者(或伪造钱币者)和因饥饿而受苦的人都会脚部肿胀?
ἢ διὰ τὴν σύντηξιν ἀμφότεροι;
是因为两者都处于消耗状态吗?
συντήκονται δὲ οἱ μὲν διὰ λιμὸν διὰ τὸ ὅλως μὴ λαμβάνειν τροφήν, οἱ δὲ κιβδηλιῶντες διὰ τὸ μηδὲν ἀπολαύειν ἧς λαμβάνουσι τροφῆς.
因饥饿而受苦的人是因为完全没有摄入食物而消耗,而体质虚弱者则是因为无法从所摄入的食物中获得任何营养。
Διὰ τί τῶν ἀπὸ χολῆς νοσημάτων ἐν τῷ θέρει (πυρέττουσι γὰρ μάλιστα ἐν τῷ θέρει) τὰ ὀξέα ἀπὸ χολῆς ὄντα ἐν τῷ χειμῶνι γίνεται μᾶλλον;
为什么源于胆汁的疾病发生在夏天(因为人们主要在夏天发热),而源于胆汁的急性疾病反而更多地发生在冬天?
ἢ διότι μετὰ πυρετοῦ ὄντα ὀξέα ἐστὶν διὰ τὸ βίαια εἶναι, ἡ δὲ βία παρὰ φύσιν.
是因为伴随发热的疾病由于其剧烈性而是急性的,而剧烈性是违反自然的吗?
ὑγραινομένων γάρ τινων τόπων θερμὴ φλεγμασία γίνεται· ἡ δὲ φλεγμασία ὑπερβολὴ θερμότητος οὖσα ποιεῖ τοὺς πυρετούς.
因为当某些部位变湿时,就会产生热性炎症;而炎症是热的过度,从而引起发热。
ἐν μὲν οὖν τῷ θέρει ξηραὶ καὶ θερμαί εἰσιν αἱ νόσοι, ἐν δὲ τῷ χειμῶνι ὑγραὶ καὶ θερμαί, διὸ ὀξεῖαι· ταχέως γὰρ ἀναιροῦσιν· οὐ γὰρ θέλει πέττεσθαι διὰ τὸ πλῆθος τοῦ περιττώματος.
因此,在夏天,疾病是干燥且炎热的;而在冬天,则是湿润且炎热的,因此是急性的;因为它们能迅速致人死亡;由于排泄物数量繁多,体液不易被消化。
§1.7Διὰ τί ποτε ὁ λοιμὸς μόνη τῶν νόσων μάλιστα τοὺς πλησιάζοντας τοῖς θεραπευομένοις προσαναπίμπλησιν;
为什么在所有疾病中,唯独瘟疫最容易传染给那些接近受看护者的人?
ἢ ὅτι μόνη τῶν νόσων κοινή ἐστιν ἅπασιν, ὥστε διὰ τοῦτο πᾶσιν ἐπιφέρει τὸν λοιμόν, ὅσοι φαύλως ἔχοντες προϋπάρχουσιν.
是因为它是唯独对所有人共同的疾病,因此,它把瘟疫带给所有预先处于不良状态的人吗?
καὶ γὰρ διὰ τὸ ὑπέκκαυμα τῆς νόσου τῆς παρὰ τῶν θεραπευομένων γινομένης ταχέως ὑπὸ τοῦ πράγματος ἁλίσκονται.
因为受看护者身上产生的疾病“燃料”,使他们迅速被这一事态所俘获。
§1.8Διὰ τί τοῦ χειμῶνος βορείου γενομένου, ἐὰν τὸ ἔαρ ἔπομβρον γένηται καὶ νότιον, τὸ θέρος νοσῶδες γίνεται πυρετοῖς καὶ ὀφθαλμίαις;
为什么当冬天刮北风,而春天多雨且刮南风时,夏天就会伴随发热和眼炎而变得多病?
ἢ ὅτι τά τε σώματα ἐκδέχεται τὸ θέρος πολλὴν ἔχοντα ἀλλοτρίαν ὑγρότητα, καὶ ἡ γῆ καὶ ὁ τόπος ἐν ᾧ ἂν οἰκῶσι, γίνεται ἔφυδρος καὶ τοιοῦτος οἷοι λέγονται οἱ ἀεὶ νοσώδεις τόποι;
是因为身体在带有大量外来湿气的情况下迎来夏天,并且人们居住的土地和地方变得多水,正如那些被称为总是多病的地方一样吗?
πρῶτον μὲν οὖν ὀφθαλμίαι γίνονται τηκομένης τῆς περὶ τὴν κεφαλὴν περιττώσεως, ἔπειτα πυρετοί.
因此,首先是由于头部周围的排泄物融化而产生眼炎,接着是发热。
δεῖ γὰρ νοῆσαι ὅτι τὸ αὐτὸ καὶ θερμότατον γίνεται καὶ ψυχρότατον, οἷον ὕδωρ καὶ λίθος ὁ μὲν ζεῖ, τὸ δὲ κάει μᾶλλον.
因为必须明白,同一事物既会变得极热,也会变得极冷,正如水会沸腾,而石头灼烧得更厉害。
ἔν τε οὖν ἀέρι πνίγη γίνεται θερμαινομένου τοῦ ἀέρος διὰ πάχος, καὶ ἐν τοῖς σώμασιν ὡσαύτως πνίγη καὶ καύματα, τὸ δὲ ἐν σώματι καῦμα πυρετός ἐστιν, ἐν δὲ ὀφθαλμοῖς ὀφθαλμίαι.
在空气中,空气因浓密而被加热时会产生闷热;在身体中同样会产生闷热和灼烧,身体中的灼烧即是发热,而眼睛中的则是眼炎。
ὅλως δὲ καὶ ἡ μεταβολὴ ἰσχυρὰ οὖσα τὰ σώματα φθείρει, ὅταν τοῦ ἔαρος ὑγροῦ ὄντος εὐθὺς ἐπιλαμβάνῃ τὸ θέρος θερμὸν ὂν καὶ ξηρόν.
总的来说,当春天湿润而夏天紧接着炎热且干燥时,这种剧烈的变化也会摧毁身体。
ἔτι δὲ χαλεπώτερον, ἐὰν καὶ τὸ θέρος ἔπομβρον γένηται.
如果夏天也多雨,那就更加严重。
ἔχει γὰρ ὁ ἥλιος ὕλην ἣν ποιήσει ζεῖν καὶ ἐν τοῖς σώμασιν καὶ ἐν τῇ γῇ καὶ ἀέρι· διὸ γίνονται πυρετοὶ καὶ ὀφθαλμίαι.
因为太阳有了可以让其在身体中、土地中和空气中沸腾的原料;因此会产生发热和眼炎。