§1.44Διὰ τί τὰς αὐτὰς φλεγμασίας οἱ μὲν ψύχοντες ὑγιάζουσιν, οἱ δὲ θερμαίνοντες πέττουσιν;
为什么对于同样的炎症,有人通过冷却来治愈,有人通过加热来使其成熟?
ἀλλ’ οἱ μὲν ἀλλοτρίᾳ θερμότητι, οἱ δὲ καταψύχοντες τὴν οἰκείαν συνάγουσιν.
其实,后者是通过外来的热量[使其成熟],而冷却者则是通过凝聚自身的[固有]热量。
§1.45Διὰ τί μεταβάλλειν δεῖ τὰ καταπλάσματα;
为什么必须更换敷药?
ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται;
还是为了让身体更有感觉?
τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα, ἀλλὰ τροφὴ γίνεται, οὕτω καὶ ἐπὶ τῶν τοιούτων.
因为正如食物一样,习惯了的东西便不再是药物而变成了营养,对于此类敷药也是如此。
§1.46Διὰ τί ὑγιεινὸν τὸ τῆς τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω;
为什么减少食物并且增加劳作有益于健康?
ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος· τοῦτο δὲ γίνεται, ἡνίκα τροφῆς ὑπερβολὴ ᾖ ἢ πόνων ἔνδεια.
是因为生病的原因是余留物过多;而当食物过剩或缺乏劳作时,就会产生这种情况吗?
§1.47Διὰ τί τὰ φάρμακα καὶ τὰ πικρὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ δυσώδη καθαίρει;
为什么药物,以及绝大多数既苦又恶臭的东西,能够排泄?
ἢ ὅτι ἅπαντα τὰ δυσώδη καὶ πικρὰ ἄπεπτά ἐστι;
是因为所有恶臭和苦的东西都是不消化的吗?
διὸ καὶ τὰ φάρμακα πικρὰ καὶ δυσώδη· τῷ γὰρ ἄπεπτα εἶναι καὶ κινητικὰ μετὰ πικρότητος φάρμακόν ἐστιν.
因此药物也是苦且恶臭的;因为正是由于其不消化,并伴随着苦味产生运动,它才成为药物。
καὶ ἐὰν δοθῇ πλείω, διαφθείρει.
而如果服用过量,它就会损害身体。
ὅσα δέ, κἂν μικρὰ δοθῇ, διαφθαρτικά, ταῦτα οὐ φάρμακα λέγεται εἶναι, ἀλλὰ θανατηφόρα.
但是那些即使少量服用也会致命的东西,不被称为药物,而被叫做致命毒物。
οὐδ’ ὅσα μὴ τῷ ποιῷ καθαίρει, οὐκ ἔστι φάρμακα.
此外,那些不因其“质”而排泄的东西也不是药物。
καὶ γὰρ τῆς τροφῆς πολλὰ μὲν ταὐτὸ ποιεῖ, ἐὰν ποσὰ δοθῇ, οἷον γάλα, ἔλαιον, γλεῦκος· ἅπαντα δὲ ταῦτα διὰ τὸ μὴ εἶναι εὔπεπτα καθαίρει, καὶ τούτοις οἷς μὴ εὔπεπτα καθαίρει, καὶ τούτους.
因为确实有许多食物,如果给予一定的数量,也会产生同样的效果,例如牛奶、油、甜 wine;所有这些都是因为不易消化而产生排泄,并且在它们不易消化的人身上产生排泄。
ἔστι γὰρ ἄλλα ἄλλοις εὔπεπτα καὶ δύσπεπτα.
因为对不同的人来说,有些东西易于消化,有些东西则难于消化。
διὸ οὐ πᾶσι ταὐτὰ φαρμακώδη, ἀλλ’ ἐνίοις ἴδια.
因此,并非同样的东西对所有人都是药,而是对某些人特异的。
ὅλως γὰρ τὸ φάρμακον δεῖ οὐ μόνον μὴ πέττεσθαι, ἀλλὰ καὶ κινητικὸν εἶναι, ὥσπερ καὶ τὸ γυμνάσιον ἔξωθεν ἧκον ἢ ἔσωθεν τῇ κινήσει ἐκκρίνει τὰ ἀλλότρια.
因为总的来说,药物不仅不能被消化,而且还必须能够引起运动,就像从外部或内部进行的体育锻炼,通过其运动排出异己物质一样。
§1.48Διὰ τί τὰ μὲν εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά;
为什么芬香的种子和植物具有利尿作用?
ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά·
是因为它们温热且易于消化,而此类物质具有利尿作用吗?
ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ ὀσμώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά· θερμὰ δὲ τὰ εὐώδη σπέρματα.
因为其中包含的热量能迅速使液体变稀,而且其气味是非物质性的;因为即使是气味强烈的东西,如大蒜,由于其热性也利尿,但它们更多是具有溶解作用;而芬香的种子是温热的。
§1.49Διὰ τί δεῖ πρὸς μὲν τὰ μὴ καθαρὰ καὶ φαῦλα τῶν ἑλκῶν ξηροῖς καὶ δριμέσι καὶ στρυφνοῖς χρῆσθαι φαρμάκοις, πρὸς δὲ τὰ καθαρὰ καὶ ὑγιαζόμενα ὑγροῖς καὶ μόνοις;
为什么对于不洁和恶化的溃疡必须使用干燥、辛辣和涩性的药物,而对于清洁且正在愈合的溃疡则仅使用湿润的药物?
ἢ διότι ἀπὸ μὲν τῶν μὴ καθαρῶν δεῖ ἀφαιρεῖν τι;
是因为必须从不洁的溃疡中去除某些东西吗?
τοῦτο δ’ ἐστὶν ὑγρότης ἀλλοτρία, ἥν ἀφαιρεῖν δεῖ.
这就是必须去除的外来湿气。
τὰ δηκτικὰ δὲ καὶ δριμέα καὶ στρυφνὰ τοιαῦτα, καὶ τὸ ξηρὸν μᾶλλον τοῦ ὑγροῦ.
而具有刺痛感、辛辣和涩性的物质具有这种性质,且干燥的物质比湿润的物质更具这种效果。
τὰ δὲ καθαρὰ συνεπουλώσεως δεῖται μόνον.
而清洁的溃疡只需要促进愈合即可。
§1.50Διὰ τί συμφέρει πρὸς τὸ ἀπὸ φλέγματος νοσήματα λαγνεία;
为什么性交对由粘液引起的疾病有益?
ἢ ὅτι τὸ σπέρμα περιττώματος ἀπόκρισις καὶ φύσει ὅμοιον φλέγματι, ὥστε ἀφαιροῦσα πολὺ φλεγματῶδες ὠφελεῖ ἡ συνουσία.
是因为精液是余留物的分泌物,且在本性上与粘液相似,因此通过去除大量的粘液质物质,性交是有益的吗?
πότερον δὲ τροφὴν προσφέρειν ἀρχομένῳ βέλτιον ἢ ὕστερον;
另外,是在[疾病的]开始给予食物更好,还是在后面更好?
ἢ ἀρχομένῳ, ὅπως μὴ προεξησθενηκότι ἡ φλεγμασία ἐπιπίπτῃ;
是在开始给予,以免炎症袭击一个已经提前衰弱的身体吗?
ἢ οὖν ἀπισχναντέον εὐθύς, ἢ οὕτω προσοιστέον· ἀναλαμβάνειν χρὴ πρῶτον τοῖς ῥοφήμασι· πραότερα γὰρ καὶ λειότερα καὶ εὐτηκτότερα, καὶ ἐκδέξασθαι τὴν τροφὴν ἐκ τούτου ῥᾴδιόν ἐστιν ἀσθενεῖ σώματι.
那么,是应该立刻让病人消瘦,还是应该这样给予食物:首先必须用汤来恢复体力;因为它们更温和、更顺滑、更易消融,由此衰弱的身体很容易接受食物。
οὐ γὰρ ἐν τῇ κοιλίᾳ δεῖ παθεῖν τὰ σῖτα πρῶτον, διαχυθῆναί τε καὶ θερμανθῆναι μετὰ πόνου τῷ σώματι ταῦτα πέπονθεν.
因为食物不需要首先在腹部发生变化,伴随着身体的劳累而被分散和加热;这些过程[汤]已经经历过了。
§1.51Διὰ τί δεῖ σκοπεῖν τὰ περὶ τὸ οὖρον σημεῖα, ἀπολαμβάνοντα τὴν οὔρησιν, εἰ ἤδη πέπεπται, ἢ μὴ μᾶλλον καὶ συνεχῶς οὐροῦντα;
为什么在观察尿液的征兆时,必须通过中断排尿来查看消化是否已经进行,而不是在连续排尿时查看?
ἢ διότι σημεῖον μὲν τοῦ πεπέφθαι, ἐὰν ᾖ πυρρόν;
是因为呈赤黄色是消化的征兆吗?
τοῦτο δὲ γίνεται μᾶλλον διαλαμβάνουσιν.
而这更容易发生在那些中断排尿的人身上。
ἢ διότι ἔνοπτρον γίνεται ἅπαν μᾶλλον ὑγρὸν χρόας ὀλίγον ἢ πολὺ ὄν;
还是因为任何液体在量少时比量多时更容易成为颜色的反射镜?
ἐν μὲν γὰρ τῷ πολλῷ ὑγρῷ τὰ σχήματα ἐνορᾶται, ἐν δὲ τῷ ὀλίγῳ τὰ χρώματα, οἷον καὶ ἐπὶ τῆς δρόσου καὶ τῶν ῥανίδων καὶ ἐπὶ τῶν δακρύων τῶν ἐπὶ ταῖς βλεφαρίσιν·
因为在大量的液体中能看到形状,而在少量的液体中能看到颜色,就像露珠、水滴以及睫毛上的泪水一样。
συνεχῶς μὲν οὖν ἀφιέμενον γίνεται πλεῖον, διασπώμενον δὲ δέχεται μᾶλλον· ὥστε κἂν ᾖ αὐτὸ τὸ τοιοῦτον ἤδη διὰ τὴν πέψιν, καὶ φαίνεται μᾶλλον τῆς ἀνακλάσεως γινομένης καὶ ἐνόπτρου ἔνοπτον διὰ τὴν διαίρεσιν.
因此,连续排出的尿液量会变多,而被分割排出的尿液则能更好地呈现[颜色];其结果是,即使尿液本身因消化而已呈那样的状态,由于分割产生反射,使其像镜子一样,从而也更容易被看清。