Humanitext Reader

亚里士多德 · 问题集 §1.35-1.40

金属致创的愈合饮食养生与排泄药物

第 6 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了为什么青铜切伤和灼伤比铁器愈合得快、大麦粥对病患的益处、马齿苋和盐如何缓解牙酸、不同季节疲劳的治疗方法,以及为什么有些药物作用于肠道而另一些作用于膀胱。

§1.35Διὰ τί, ἐὰν χαλκῷ τις τμηθῇ, ῥᾷον ὑγιάζεται ἢ σιδήρῳ;
为什么被青铜切伤比被铁切伤更容易愈合?
πότερον ὅτι λειότερον, ὥσθ’ ἧττον σπαράττει καὶ ποιεῖ πληγήν;
是因为青铜更光滑,因而较少撕裂伤口且不造成重伤?
ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις;
还是说,如果铁确实能获得更锋利的刃,切开就会更容易且痛苦更少?
ἀλλὰ μὴν φαρμακῶδες ὁ χαλκός, ἡ δὲ ἀρχὴ ἰσχυρόν.
但实际上,青铜具有药性,且其效力之源是强大的。
τὸ οὖν εὐθὺς ἅμα τῇ τομῇ θᾶττον τὸ φάρμακον ποιεῖ τὴν σύμφυσιν.
因此,在切开的同时,药性立刻更迅速地促进了愈合。
§1.36Διὰ τί δὲ καὶ τὰ διὰ χαλκοῦ καύματα θᾶττον ὑγιάζεται;
为什么青铜造成的灼伤也愈合得更快?
ἢ ὅτι μανότερον καὶ ἧττον σωματικόν, ἐν δὲ τοῖς στερεωτέροις πλείων ἡ θερμότης.
或者是因为青铜更稀疏且实相较少,而在更坚实的物质中热量更多?
§1.37Πότερον ἡ πτισάνη κουφοτέρα ἡ κριθίνη καὶ βελτίων πρὸς τὰ ἀρρωστήματα ἢ ἡ πυρίνη;
大麦粥比小麦粥更轻且对疾病更好吗?
δοκεῖ γάρ τισιν αὕτη σημεῖον ποιουμένοις τοὺς μεταχειριζομένους, ὅτι πολὺ εὐχρούστεροι οἱ περὶ τὴν τῶν ἀλεύρων ἐργασίαν ἢ τὴν τῶν ἀλφίτων.
因为在一些人看来,他们以操作这些物质的人为证据,认为从事麦面加工的人比从事大麦面加工的人面色要好得多。
εἶθ’ὅτι ὑγρότερον ἡ κριθὴ, τὸ δὲ ὑγρότερον πλέονος〈οὔσης〉 πέψεως.
其次,大麦更湿润,而更湿润的东西需要更多的消化。
ἢ οὐθὲν κωλύει ἔνια ἔχειν δυσπεπτότερα καὶ ἔνα πρὸς κουφότητα χρησιμώτερα;
或者,有什么能阻止某些东西更难消化,而另一些东西因其轻便而更有用呢?
οὐ γὰρ μόνον ὑγροτέρα ἐστὶν ἡ κριθὴ τοῦ πυροῦ, ἀλλὰ καὶ ψυχροτέρα.
因为大麦不仅比小麦更湿润,而且也更寒凉。
δεῖ δὲ τὸ ῥόφημα καὶ τὸ προσφερόμενον τοιοῦτον εἶναι τῷ πυρέττοντι, ὃ τροφήν τε βραχεῖαν ποιήσει καὶ καταψύξει.
而给发烧者提供的饮料和食物必须是这样的:既能产生极少的营养,又能起到降温作用。
ἡ δὲ πτισάνη τοῦτο ἔχει ἡ κριθίνη· διὰ γὰρ τὸ ὑγρότερον ἢ σωματωδέστερον εἶναι ὀλίγον δίδωσι, καὶ τοῦτο ψυκτικόν.
而大麦粥正具有这种特性:因为与坚实之物相比它更湿润,所以它只提供极少的营养,且这种营养具有冷却作用。
§1.38Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες;
为什么马齿苋和盐能消除牙齿发酸?
ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει;
或者是因为前者含有某种湿气?
φανερὰ δὲ αὕτη μασωμένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης.
这在咀嚼时,以及被压碎一段时间时都很明显;因为湿气会被牵引拉长。
τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ.
因此,这种黏性物质渗入并带走酸性。
καὶ γὰρ ὅτι συγγενής, ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυμός.
实际上,它的酸味表明它们是同类的;因为其汁液具有某种酸味。
ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα.
而盐通过溶解作用,也同样带走酸性。
διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ;
那么,为什么灰汁和天然碱不能呢?
ἢ ὅτι στύφει καὶ οὐ τήκει;
或者是因为它们具有收敛作用而不溶解?
§1.39Διὰ τί τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι δεῖ, τοὺς δὲ χειμερινοὺς ἀλείμμασιν, ἢ τοὺς μὲν ἀλείμματι διὰ τὰς φρίκας καὶ τὰς γενομένας μεταβολάς;
为什么夏天的疲劳应当用沐浴治疗,而冬天的疲劳应当用涂油治疗,或者冬天的疲劳是因为寒颤和发生的变化而应当用涂油治疗?
θέρμῃ γὰρ λύειν δεῖ, ἣ ποιήσει ἀλεάζειν· τὸ δ’ ἔλαιον θερμόν.
因为必须用热来消除它,热能使人温暖;而油是温热的。
ἐν δὲ τῷ θέρει καθυγραίνειν· ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ φοβεραὶ αἱ φρῖκαι διὰ τὴν εἰς ἀλέαν ἔκκλισιν.
但在夏天则必须滋润;因为季节干燥,且由于倾向温暖,寒颤并不足惧。
ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.
而夏天人们会少食和饮酒,后者是完全的,前者是更多的;在夏天由于干燥而完全饮酒,少食虽然是共通的,但在夏天更甚;因为由于季节的原因,身体会被食物过度加热。
§1.40Διὰ τί τῶν φαρμάκων τὰ μὲν τὴν κοιλίαν λύει, τὴν δὲ κύστιν οὔ, τὰ δὲ τὴν μὲν κύστιν λύει, τὴν κοιλίαν δὲ οὔ;
为什么在药物中,有些能通便(使腹部松弛)却不能通尿(使膀胱松弛),而另一些能通尿却不能通便?
ἢ ὅσα μέν ἐστιν ὑγρὰ τὴν φύσιν καὶ ὕδατος μεστά, ταῦτα ἂν ᾖ φαρμακώδη, λύει τὴν κύστιν;
或者是因为,凡是本性湿润且充满水分的,只要它们具有药性,就能通尿?
ἐκεῖ γὰρ ὑφίσταται τὰ ἄπεπτα τῶν ὑγρῶν· ὑποδοχὴ γάρ ἐστιν ἡ κύστις τοῦ μὴ πεττομένου ὑγροῦ ἐν τῇ κοιλίᾳ, ὃ οὐ μένει, ἀλλὰ πρὶν ποιῆσαί τι ἢ παθεῖν ὑποχωρεῖ.
因为液体的未消化部分沉淀在膀胱;因为膀胱是在腹部中未被消化的液体的接受器,这种液体不留存,而是在产生或承受任何作用之前就排出了。
ὅσα δὲ ἐκ γῆς τὴν φύσιν ἐστίν, ἂν ᾖ φαρμακώδη, ταῦτα δὲ τὴν κοιλίαν λύει· εἰς ταύτην γὰρ ἡ φορὰ τῶν γεωδῶν.
但凡是本性属土的,只要它们具有药性,就能通便;因为土性物质的流向是进入腹部的。
ὥστε ἂν ᾖ κινητικόν, ταράττει.
因此,如果它具有活动性,就会扰动腹部。

词汇与语法注释

  1. §1.35ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις; — 此句提出了一个让步或反驳性的假设:如果铁确实能获得更锋利的刃,那么切开本身应该更容易且痛苦更少。主句被省略,或者该句作为对前述问题的间接对比而发挥作用。
  2. §1.37ἢ οὐθὲν κωλύει ἔνια ἔχειν δυσπεπτότερα καὶ ἕτερα πρὸς κουφότητα χρησιμώτερα; — 我们将“ἔνια... καὶ ἕτερα”解释为“没有什么能阻止某些东西更难消化,而另一些东西因其轻便而更有用”。这解释了大麦如何能够既难消化(由于其湿润性),同时又具有适合重病患者的“轻便性”。
  3. §1.38φανερὰ δὲ αὕτη μασωμένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. — 动词“ἕλκεται”意为“被拉长”或“被牵引”(具有粘性且呈丝状)。它表明,当马齿苋被咀嚼或压碎时,其粘液性的湿气会被拉长并显现出其黏性(γλίσχρον)。
  4. ¦864a¦ὃ οὐ μένει, ἀλλὰ πρὶν ποιῆσαί τι ἢ παθεῖν ὑποχωρεῖ. — 关系代词“ὅ”的先行词是前文的“在腹部中未被消化的液体(ὑγροῦ)”。这表明了一个快速的过程:该液体不在消化器官中留存,而是在产生或承受任何化学或生理作用之前,迅速移动到膀胱并排出。

引用这一段

亚里士多德, 问题集 §1.35-1.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:1.35-1.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。