§1.20Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται;
为什么如果夏天多雨且吹南风,秋天也同样如此,冬天就会变得多病?
ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσαγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι·
或者是因为冬天接纳了处于极度湿润状态的身体,且由于秋天也变得温暖,导致变化更加剧烈,即从极度的温暖中突然转变,而非逐渐过渡,以至于对于那些并非多孔(肉质致密)的人来说,必然会产生急性疾病?
τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι.
因为在这样的人身上,湿润的残留废物更容易积聚在上方,这是由于这些部位有空间,而下方的部位则不同。
οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ περιττώματα δέχονται.
因此,那些肉质致密的人不会接纳很多残留废物。
ψυχομένης οὖν τῆς περιττώσεως τῆς ἐν τοῖς ἄνω μέρεσιν τοῦ σώματος, ὥσπερ τοῖς οἰνωμένοις ὅταν ῥιγῶσιν, τὰ εἰρημένα νοσήματα συμβαίνει γίνεσθαι.
所以,当身体上部的残留废物变冷时,就像喝醉的人在发抖时一样,上述疾病就会发生。
τοῖς δὲ ἀραιοτέροις πυρετῶν γενομένων, τοὺς ἀπὸ πλείστης ἀπεψίας γενομένους πυρετοὺς καύσους συμβαίνει γίνεσθαι, διὰ τὸ τοῖς τοιούτοις ἐσκεδάσθαι μὲν μᾶλλον κατὰ πᾶν τὸ σῶμα τὰ ὑγρὰ ἢ τοῖς πυκνοσάρκοις, συνισταμένης δὲ τῆς σαρκὸς αὐτῶν ὑπὸ τοῦ χειμῶνος θερμαινόμενα τὰ ὑγρὰ πυρετοὺς ποιεῖν.
然而,对于那些身体较为多孔的人,当发热发生时,由极度消化不良引起的热病就会转化为稽留热(cautos),这是因为在这样的人身上,湿气比肉质致密的人更容易散布在全身,而当他们的肉体因冬天而收缩时,被加热的湿气就会产生发热。
ἡ γὰρ παντὸς τοῦ σώματος ὑπερβάλλουσα θερμότης ἐστὶ πυρετός· ἐπιτεινομένη δὲ διὰ τὸ p πλῆθος τῆς ἐνυπαρχούσης αὐτοῖς ὑγρότητος καῦσος γίνεται.
因为全身过度的热就是发热;而当它由于他们体内固有的湿气之多而加剧时,就会变成稽留热。
§1.21Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου, τὸ ἔτος λοιμῶδες γίνεται;
为什么当太阳使大量蒸汽从地面升起时,这一年就会变得多疫病?
ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἒτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι;
或者是因为这必然预示着这一年是湿润且多雨的,且大地必然是湿润的?
οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἲκησις γίνεται.
因此,居住环境就变得像在沼泽地区一样。
νοσώδης δὲ ἡ τοιαύτη ἐστίν.
而这样的居住环境是多病的。
καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη.
而且那时身体也必然会有很多残留废物,以至于在夏天拥有致病的物质。
§1.22Διὰ τί γίνεται τὰ ἔτη νοσώδη, ὅταν γένηται φορὰ τῶν μικρῶν βατράχων τῶν φρυνοειδῶν;
为什么当酷似蟾蜍的小青蛙大量繁殖时,这一年就会变得多病?
ἢ ὅτι ἕκαστον εὐσθενεῖ ἐν τῇ οἰκείᾳ χώρᾳ τῆς φύσεως;
或者是因为每种生物都在其本性固有的地方强壮?
καὶ ταῦτα δὴ φύσει ἐστὶν ὑγρά, ὥστε ἔπομβρον καὶ ὑγρὸν σημαίνειν τὸν ἐνιαυτὸν γίνεσθαι.
而这些生物在本性上确实是湿润的,以至于预示着这一年变得多雨且湿润。
τὰ δὲ τοιαῦτα ἔτη νοσώδη ἐστίν· ὑγρὰ γὰρ τὰ σώματα ὄντα πολὺ ἔχει τὸ περίττωμα, ὅ ἐστι τῶν νόσων αἴτιον.
而这样的年份是多病的;因为身体在湿润时,会含有大量作为疾病原因的残留废物。
§1.23Διὰ τί οἱ νότοι οἱ ξηροὶ καί μὴ ὑδατώδεις πυρετώδεις εἰσίν;
为什么干燥且无雨的南风会引起发热?
ἢ ὃτι ὑγρότητα καὶ θέρμην ἀλλοτρίαν ποιοῦσιν;
或者是因为它们产生外来的(异质的)湿气与温热?
εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει.
因为它们在本性上是湿润且温热的。
τοῦτο δ’ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοτέρας τῆς τούτων ἐστὶν ὑπερβολῆς.
而这是发热的状态;因为发热源于这两者的过度。
ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς.
因此,当它们无雨而吹时,就会在我们体内产生这种状态,但当它们伴随雨水而吹时,雨水就会冷却我们。
οἱ δὲ ἐκ θαλάττης νότοι καὶ συμφέρουσι τοῖς φυτοῖς· ἐψυγμένοι γὰρ ἀπὸ τῆς θαλάττης ἀφικνοῦνται πρὸς αὐτά.
而来自海洋的南风也对植物有益;因为它们经过海洋冷却后到达植物。
αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος καὶ θέρμης ἀλλοτρίας.
而植物的霉病(锈病)则是由外来的湿气和温热产生的。
§1.24Διὰ τί ἐν τοῖς νότοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι;
为什么在南风中人们会感到身体更沉重且更无力?
ἢ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται διατηκόμενον διὰ τὴν ἀλέαν καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ;
或者是因为在温热的作用下由于融化,极少的分量产生出了大量的湿气,并且轻盈的气(普纽玛)变成了沉重的湿气?
ἔτι δὲ ἡ δύναμις ἡμῶν ἐν τοῖς ἄρθροις ἐστί· ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων.
此外,我们的力量存在于关节之中;而这些关节被南风所松弛。
δηλοῦσι δὲ οἱ ψόφοι τῶν κεκολλημένων.
而那些被粘合之物发出声响便证明了这一点。
τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κινεῖσθαι κωλύει ἡμᾶς, ὑγρὸν δὲ λίαν ὂν συντείνεσθαι.
因为关节中粘稠的物质在凝固时会阻碍我们运动,但在过度湿润时则会阻碍我们发力(紧张)。
§1.25Διὰ τί ἀρρωστοῦσι μὲν μᾶλλον τοῦ θέρους, ἀποθνήσκουσι δὲ μᾶλλον οἱ ἀρρωστοῦντες τοῦ χειμῶνος;
为什么人们在夏天更容易生病,而病人在冬天更容易死亡?
ἢ ὅτι τοῦ χειμῶνος διὰ τὴν πυκνότητα ἐντὸς τῶν σωμάτων συνεσταλμένου τοῦ θερμοῦ, καὶ πονοῦντες μᾶλλον, εἰ μὴ πέττοιμεν, τῶν ἐν ἡμῖν συνισταμένων περιττωμάτων, ἰσχυρὰν ἀνάγκη τὴν ἀρχὴν εἶναι τῆς νόσου;
或者是因为在冬天,由于肉体的致密,温热被收缩在体内,而且我们体内积聚的残留废物,如果我们不能消化它们,我们就会感到更加痛苦,因此疾病的开始必然是强烈的?
τοιαύτην δὲ οὖσαν φθαρτικὴν εἰκός ἐστιν αὐτὴν εἶναι.
而既然它是这样一种性质,它自然容易是毁灭性的。
ἐν δὲ τῷ θέρει, μανοῦ καὶ κατεψυγμένου παντὸς τοῦ σώματος καὶ ἐκλελυμένου πρὸς τοὺς πόνους ὄντος, ἀρχὰς νόσων ἀνάγκη πλείους μὲν γίνεσθαι διά τε κόπους καὶ ἀπεψίαν τῶν εἰσφερομένων (καὶ γὰρ οἱ νέοι καρποὶ τότε εἰσίν), ἀλλ’ οὐχ οὕτως ἰσχυράς, διὸ εὐβοήθητοι.
但在夏天,由于全身都是多孔的、冷却的且对劳苦感到松弛的,由于疲劳和摄入物的消化不良(因为那时有新鲜的果实),疾病的开始必然在数量上产生得更多,但它们并没那么强烈,因此容易医治。