§8.1340bοἷον πρὸς τὴν μιξολυδιστὶ καλουμένην, πρὸς δὲ τὰς μαλακωτέρως τὴν διάνοιαν, οἷον πρὸς τὰς ἀνειμένας, μέσως δὲ καὶ καθεστηκότως μάλιστα πρὸς ἑτέραν, οἷον δοκεῖ ποιεῖν ἡ δωριστὶ μόνη τῶν ἁρμονιῶν, ἐνθουσιαστικοὺς δʼ ἡ φρυγιστί.
例如,对于所谓的混合利底亚调式;而对于其他一些调式,思想则处于更柔和的状态,例如对于那些松弛的调式;而对于另一种调式,则处于最适中且最安定的状态,正如在各种调式中似乎只有多利亚调式能做到这一点;而弗里吉亚调式则使人狂热。
ταῦτα γὰρ καλῶς λέγουσιν οἱ περὶ τὴν παιδείαν ταύτην πεφιλοσοφηκότες· λαμβάνουσι γὰρ τὰ μαρτύρια τῶν λόγων ἐξ αὐτῶν τῶν ἔργων).
因为那些对这种教育进行过哲学研究的人很好地说明了这些;因为他们从实际的作品本身中获得了其论证的证据。
τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ τὰ περὶ τοὺς ῥυθμούς (οἱ μὲν γὰρ ἦθος ἔχουσι στασιμώτερον οἱ δὲ κινητικόν, καὶ τούτων οἱ μὲν φορτικωτέρας ἔχουσι τὰς κινήσεις οἱ δὲ ἐλευθεριωτέρας).
关于节奏的情况也是同样(因为一些节奏具有较稳定的性格,另一些则具有较具动性的性格,而在这些节奏中,一些具有较粗俗的运动,另一些则具有较适合自由人的运动)。
ἐκ μὲν οὖν τούτων φανερὸν ὅτι δύναται ποιόν τι τὸ τῆς ψυχῆς ἦθος ἡ μουσικὴ παρασκευάζειν, εἰ δὲ τοῦτο δύναται ποιεῖν, δῆλον ὅτι προσακτέον καὶ παιδευτέον ἐν αὐτῇ τοὺς νέους.
因此,从这些情况来看,显而易见,音乐能够使灵魂的性格具备某种品质,而如果它能做到这一点,显然应当引导年轻人学习音乐并用它来教育他们。
ἔστι δὲ ἁρμόττουσα πρὸς τὴν φύσιν τὴν τηλικαύτην ἡ διδασκαλία τῆς μουσικῆς· οἱ μὲν γὰρ νέοι διὰ τὴν ἡλικίαν ἀνήδυντον οὐθὲν ὑπομένουσιν ἑκόντες, ἡ δὲ μουσικὴ φύσει τῶν ἡδυσμένων ἐστίν.
而且,音乐的教学契合这一年龄段的自然本性;因为年轻人由于年龄的关系,绝不愿主动忍受任何没有甜味的事物,而音乐在天性上就属于被赋予甜味的事物。
καί τις ἔοικε συγγένεια ταῖς ἁρμονίαις καὶ τοῖς ῥυθμοῖς εἶναι· διὸ πολλοί φασι τῶν σοφῶν οἱ μὲν ἁρμονίαν εἶναι τὴν ψυχήν, οἱ δʼ ἔχειν ἁρμονίαν.
而且,灵魂似乎与调式和节奏有着某种亲缘关系;因此许多哲人说,有的认为灵魂是一种和谐,有的则认为灵魂具有和谐。
πότερον δὲ δεῖ μανθάνειν αὐτοὺς ᾄδοντάς τε καὶ χειρουργοῦντας ἢ μή, καθάπερ ἠπορήθη πρότερον, νῦν λεκτέον οὐκ ἄδηλον δὴ ὅτι πολλὴν ἔχει διαφορὰν πρὸς τὸ γίγνεσθαι ποιούς τινας, ἐάν τις αὐτὸς κοινωνῇ τῶν ἔργων· ἓν γάρ τι τῶν ἀδυνάτων ἢ χαλεπῶν ἐστι μὴ κοινωνήσαντας τῶν ἔργων κριτὰς γενέσθαι σπουδαίους.
但是,正如之前所质疑的那样,他们是否必须通过亲自歌唱和亲自演奏来学习,还是不这样做,现在必须对此加以讨论。 实际上,显而易见,如果一个人自己参与实际演奏,这对于使其性格变成某种品质具有极大的差别;因为对于不参与演奏的人来说,要成为优秀的鉴赏家是一件不可能或极其困难的事情。
ἅμα δὲ καὶ δεῖ τοὺς παῖδας ἔχειν τινὰ διατριβήν, καὶ τὴν Ἀρχύτου πλαταγὴν οἴεσθαι γενέσθαι καλῶς, ἣν διδόασι τοῖς παιδίοις, ὅπως χρώμενοι ταύτῃ μηδὲν καταγνύωσι τῶν κατὰ τὴν οἰκίαν· οὐ γὰρ δύναται τὸ νέον ἡσυχάζειν.
同时,孩子们必须有一些消遣,应当认为阿尔库塔斯的玩具响板是一个很好的发明,人们把这个玩具给幼儿,以便他们在使用它时不会打碎家里的任何东西;因为年轻人是无法安静下来的。
αὕτη μὲν οὖν ἐστι τοῖς νηπίοις ἁρμόττουσα τῶν παιδίων, ἡ δὲ παιδεία πλαταγὴ τοῖς μείζοσι τῶν νέων.
因此,这件玩具适合儿童中的婴幼儿,而教育则是对年龄较大青年人的玩具响板。
ὅτι μὲν οὖν παιδευτέον τὴν μουσικὴν οὕτως ὥστε καὶ κοινωνεῖν τῶν ἔργων, φανερὸν ἐκ τῶν τοιούτων· τὸ δὲ πρέπον καὶ τὸ μὴ πρέπον ταῖς ἡλικίαις οὐ χαλεπὸν διορίσαι, καὶ λῦσαι πρὸς τοὺς φάσκοντας βάναυσον εἶναι τὴν ἐπιμέλειαν.
因此,应当以参与实际演奏的方式来教育音乐,这从上述情况中是显而易见的;而要规定适合与不适合各个年龄的事物,并反驳那些声称这种操练是粗俗的人,也并不困难。
πρῶτον μὲν γάρ, ἐπεὶ τοῦ κρίνειν χάριν μετέχειν δεῖ τῶν ἔργων, διὰ τοῦτο χρὴ νέους μὲν ὄντας χρῆσθαι τοῖς ἔργοις, πρεσβυτέρους δὲ γενομένους τῶν μὲν ἔργων ἀφεῖσθαι, δύνασθαι δὲ τὰ καλὰ κρίνειν καὶ χαίρειν ὀρθῶς διὰ τὴν μάθησιν τὴν γενομένην ἐν τῇ νεότητι· περὶ δὲ τῆς ἐπιτιμήσεως ἥν τινες ἐπιτιμῶσιν ὡς ποιούσης τῆς μουσικῆς βαναύσους, οὐ χαλεπὸν λῦσαι σκεψαμένους μέχρι τε πόσου τῶν ἔργων κοινωνητέον τοῖς πρὸς ἀρετὴν παιδευομένοις πολιτικήν,
因为首先,既然为了鉴别的缘故而必须参与实际演奏,因此在年轻时应当进行演奏,而在年长时则应当脱离演奏,但能够通过年轻时所进行的学习来鉴别高尚的事物并正确地感到快乐;至于一些人对音乐提出非难,认为它使人变得粗俗,要解决这一非难也不困难,只需考察那些为了城邦德性而接受教育的人应当在多大程度上参与实际演奏。