§7.1334bἐκεῖνοι μὲν γὰρ οὐ ταύτῃ διαφέρουσι τῶν ἄλλων, τῷ μὴ νομίζειν ταὐτὰ τοῖς ἄλλοις μέγιστα τῶν ἀγαθῶν, ἀλλὰ τῷ γίνεσθαι ταῦτα μᾶλλον διὰ τινὸς ἀρετῆς·
因为他们与其他人的不同,并不在于他们不像其他人那样把相同的事物视为最大的善,而是在于他们认为这些事物更应当通过某种德性来获得。
ἐπεὶ δὲ μείζω τε ἀγαθὰ ταῦτα καὶ τὴν ἀπόλαυσιν τὴν τούτων ἢ τὴν τῶν ἀρετῶν. καὶ ὅτι διʼ αὑτήν, φανερὸν ἐκ τούτων· πῶς δὲ καὶ διὰ τίνων ἔσται, τοῦτο δὴ θεωρητέον.
但是,既然这些事物是更大的善,且这些事物的享受(在他们看来)要比德性的享受(更大),那么(德性)是为了其自身而被追求的,这从这些事情中是显而易见的;但如何以及通过什么手段来实现这一点,这正是必须考察的。
τυγχάνομεν δὴ διῃρημένοι πρότερον ὅτι φύσεως καὶ ἔθους καὶ λόγου δεῖ.
我们先前已经区分过,需要有自然(素质)、习惯和言论(理性)。
τούτων δὲ ποίους μέν τινας εἶναι χρὴ τὴν φύσιν, διώρισται πρότερον, λοιπὸν δὲ θεωρῆσαι πότερον παιδευτέοι τῷ λόγῳ πρότερον ἢ τοῖς ἔθεσιν.
在这些之中,自然应当具有何种性质先前已被规定;剩下的则是要考察,应当首先用言论来教育,还是用习惯来教育。
ταῦτα γὰρ δεῖ πρὸς ἄλληλα συμφωνεῖν συμφωνίαν τὴν ἀρίστην· ἐνδέχεται γὰρ διημαρτηκέναι τὸν λόγον τῆς βελτίστης ὑποθέσεως, καὶ διὰ τῶν ἐθῶν ὁμοίως ἦχθαι.
因为这些必须以最完美的和谐彼此协调;因为言论有可能偏离最善的前提而犯错,通过习惯也同样可能被(错误地)引导。
φανερὸν δὴ τοῦτό γε πρῶτον μέν, καθάπερ ἐν τοῖς ἄλλοις, ὡς ἡ γένεσις ἀπʼ ἀρχῆς ἐστι καὶ τὸ τέλος ἀπό τινος ἀρχῆς ἄλλου τέλους, ὁ δὲ λόγος ἡμῖν καὶ ὁ νοῦς τῆς φύσεως τέλος, ὥστε πρὸς τούτους τὴν γένεσιν καὶ τὴν τῶν ἐθῶν δεῖ παρασκευάζειν μελέτην·
首先,正如在其他事物中一样,显而易见的是,生成是从一个起点开始的,而(从某个起点而来的)终点又是另一个终点的起点;对我们来说,言论和知性是自然的终点,因此,必须针对这些来准备生成和习惯的训练。
ἔπειτα ὥσπερ ψυχὴ καὶ σῶμα δύʼ ἐστίν, οὕτω καὶ τῆς ψυχῆς ὁρῶμεν δύο μέρη, τό τε ἄλογον καὶ τὸ λόγον ἔχον, καὶ τὰς ἕξεις τὰς τούτων δύο τὸν ἀριθμόν, ὧν τὸ μέν ἐστιν ὄρεξις τὸ δὲ νοῦς, ὥσπερ δὲ τὸ σῶμα πρότερον τῇ γενέσει τῆς ψυχῆς, οὕτω καὶ τὸ ἄλογον τοῦ λόγον ἔχοντος.
其次,正如魂和身体是两个一样,我们也看到魂有两个部分,即无理性的部分和具有理性的部分,而它们的状态在数量上也是两个,其中一个是欲求,另一个是知性。 正如身体在生成上先于魂一样,无理性的部分也先于具有理性的部分。
φανερὸν δὲ καὶ τοῦτο· θυμὸς γὰρ καὶ βούλησις, ἔτι δὲ ἐπιθυμία, καὶ γενομένοις εὐθὺς ὑπάρχει τοῖς παιδίοις, ὁ δὲ λογισμὸς καὶ ὁ νοῦς προϊοῦσιν ἐγγίγνεσθαι πέφυκεν.
这一点也是显而易见的:因为激情、意志以及欲望在儿童刚出生时就已存在,而推论和知性则是随着年龄的增长而自然产生的。
διὸ πρῶτον μὲν τοῦ σώματος τὴν ἐπιμέλειαν ἀναγκαῖον εἶναι προτέραν ἢ τὴν τῆς ψυχῆς, ἔπειτα τὴν τῆς ὀρέξεως, ἕνεκα μέντοι τοῦ νοῦ τὴν τῆς ὀρέξεως, τὴν δὲ τοῦ σώματος τῆς ψυχῆς.
因此,首先,对身体的照料必须先于对魂的照料,其次是对欲求的照料;然而,对欲求的照料必须是为了知性,而对身体的照料则是为了魂。
εἴπερ οὖν ἀπʼ ἀρχῆς τὸν νομοθέτην ὁρᾶν δεῖ ὅπως βέλτιστα τὰ σώματα γένηται τῶν τρεφομένων, πρῶτον μὲν ἐπιμελητέον περὶ τὴν σύζευξιν, πότε καὶ ποίους τινὰς ὄντας χρὴ ποιεῖσθαι πρὸς ἀλλήλους τὴν γαμικὴν ὁμιλίαν.
因此,如果立法者必须从一开始就注意如何使被养育者的身体达到最善,那么首先必须关照婚姻的结合,即应当在什么时候、以及处于何种状态的人彼此进行婚姻的交合。
δεῖ δʼ ἀποβλέποντα νομοθετεῖν ταύτην τὴν κοινωνίαν πρὸς αὐτούς τε καὶ τὸν τοῦ ζῆν χρόνον, ἵνα συγκαταβαίνωσι ταῖς ἡλικίαις ἐπὶ τὸν αὐτὸν καιρὸν καὶ μὴ διαφωνῶσιν αἱ δυνάμεις τοῦ μὲν ἔτι δυναμένου γεννᾶν τῆς δὲ μὴ δυναμένης, ἢ ταύτης μὲν τοῦ δʼ ἀνδρὸς μή (ταῦτα γὰρ ποιεῖ καὶ στάσεις πρὸς ἀλλήλους καὶ διαφοράς)· ἔπειτα καὶ πρὸς τὴν τῶν τέκνων διαδοχήν, δεῖ γὰρ οὔτε λίαν ὑπολείπεσθαι ταῖς ἡλικίαις τὰ τέκνα τῶν πατέρων (ἀνόνητος γὰρ τοῖς μὲν πρεσβυτέροις ἡ χάρις παρὰ τῶν τέκνων, ἡ δὲ παρὰ τῶν πατέρων βοήθεια τοῖς τέκνοις),
在对这种结合进行立法时,必须兼顾他们自身以及他们的寿命,以便他们的年龄能在同一时期共同衰退,而不至于使他们的生育能力产生失调——即一方仍有生育能力而另一方已无,或者后者有能力而丈夫却没有(因为这些事情会在彼此之间产生内讧和分歧);其次,也必须考虑到子女的接替,因为子女在年龄上不应当被父亲们落下太远(因为对于过于年长的人来说,来自子女的感激是无益的,而来自父亲的帮助对子女来说也是无益的),