Humanitext Reader

亚里士多德 · 政治学 §7.1333b-7.1334a

批判尚武国制与适用于和平及闲暇的德性

第 140 段,共 155 段 · 希腊语

内容简介

亚里士多德批评了斯巴达等以征服和军事扩张为唯一目的的国制和立法者,指出战争是为了和平,忙碌是为了闲暇。他强调,为了建设真正幸福的城邦,立法者必须通过教育赋予公民在闲暇中所必需的德性(正义、节制和智慧),以免城邦在和平时期走向堕落。

§7.1333bμᾶλλον δʼ εἰρήνην ἄγειν καὶ σχολάζειν, καὶ τἀναγκαῖα καὶ τὰ χρήσιμα δὲ πράττειν, τὰ δὲ καλὰ δεῖ μᾶλλον.
而是更应当保持和平与享受闲暇,虽然也应当做必需且有用的事情,但更应当做高尚的事情。
ὥστε πρὸς τούτους τοὺς σκοποὺς καὶ παῖδας ἔτι ὄντας παιδευτέον καὶ τὰς ἄλλας ἡλικίας, ὅσαι δέονται παιδείας.
因此,针对这些目标,人们在还是儿童时就必须接受教育,其他需要教育的年龄阶段也是如此。
οἱ δὲ νῦν ἄριστα δοκοῦντες πολιτεύεσθαι τῶν Ἑλλήνων, καὶ τῶν νομοθετῶν οἱ ταύτας καταστήσαντες τὰς πολιτείας, οὔτε πρὸς τὸ βέλτιστον τέλος φαίνονται συντάξαντες τὰ περὶ τὰς πολιτείας οὔτε πρὸς πάσας τὰς ἀρετὰς τοὺς νόμους καὶ τὴν παιδείαν, ἀλλὰ φορτικῶς ἀπέκλιναν πρὸς τὰς χρησίμους εἶναι δοκούσας καὶ πλεονεκτικωτέρας.
现在被认为治理得最好的希腊人,以及那些确立了这些国制 flare 的立法者,显然既没有针对最善的目的来组织国制,也没有针对所有的德性来制定法律和设计教育,而是庸俗地偏向了那些被认为有用且更能获取利益的德性。
παραπλησίως δὲ τούτοις καὶ τῶν ὕστερόν τινες γραψάντων ἀπεφήναντο τὴν αὐτὴν δόξαν· ἐπαινοῦντες γὰρ τὴν Λακεδαιμονίων πολιτείαν ἄγανται τοῦ νομοθέτου τὸν σκοπόν, ὅτι πάντα πρὸς τὸ κρατεῖν καὶ πρὸς πόλεμον ἐνομοθέτησεν.
与他们相似,一些后来的作者也表达了相同的观点:因为他们在赞美拉刻代蒙人的国制时,赞赏立法者的意图,即他把一切立法都针对了统治和战争。
ἃ καὶ κατὰ τὸν λόγον ἐστὶν εὐέλεγκτα καὶ τοῖς ἔργοις ἐξελήλεγκται νῦν.
这些观点在理论上容易被反驳,而在今天也已被事实所推翻。
ὥσπερ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων ζηλοῦσι τὸ πολλῶν δεσπόζειν, ὅτι πολλὴ χορηγία γίγνεται τῶν εὐτυχημάτων, οὕτω καὶ Θίβρων ἀγάμενος φαίνεται τὸν τῶν Λακώνων νομοθέτην, καὶ τῶν ἄλλων ἕκαστος τῶν γραφόντων περὶ τῆς πολιτείας αὐτῶν, ὅτι διὰ τὸ γεγυμνάσθαι πρὸς τοὺς κινδύνους πολλῶν ἦρχον·
因为正如大多数人热衷于统治许多人,是因为这能带来大量的幸运恩赐一样,希布伦显然也赞赏拉科尼亚人的立法者,其他写过关于他们国制的人也同样如此,因为他们通过面对危险的训练统治了许多人。
καίτοι δῆλον ὡς ἐπειδὴ νῦν γε οὐκέτι ὑπάρχει τοῖς Λάκωσι τὸ ἄρχειν, οὐκ εὐδαίμονες, οὐδʼ ὁ νομοθέτης ἀγαθός.
然而显而易见的是,既然现在拉科尼亚人已不再拥有统治权,他们就不再幸福,他们的立法者也并不优秀。
ἔστι δὲ τοῦτο γελοῖον, εἰ μένοντες ἐν τοῖς νόμοις αὐτοῦ, καὶ μηδενὸς ἐμποδίζοντος πρὸς τὸ χρῆσθαι τοῖς νόμοις, ἀποβεβλήκασι τὸ ζῆν καλῶς.
如果他们仍然遵守他的法律,且没有任何人阻碍他们使用这些法律,却失去了美好的生活,这确实是荒谬的。
οὐκ ὀρθῶς δʼ ὑπολαμβάνουσιν οὐδὲ περὶ τῆς ἀρχῆς ἣν δεῖ τιμῶντα φαίνεσθαι τὸν νομοθέτην· τοῦ γὰρ δεσποτικῶς ἄρχειν ἡ τῶν ἐλευθέρων ἀρχὴ καλλίων καὶ μᾶλλον μετʼ ἀρετῆς.
他们对于立法者应当重视的统治的理解也是不正确的:因为统治自由人比专制地统治更加高尚,也更伴随着德性。
ἔτι δὲ οὐ διὰ τοῦτο δεῖ τὴν πόλιν εὐδαίμονα νομίζειν καὶ τὸν νομοθέτην ἐπαινεῖν, ὅτι κρατεῖν ἤσκησεν ἐπὶ τὸ τῶν πέλας ἄρχειν· ταῦτα γὰρ μεγάλην ἔχει βλάβην.
此外,不应当因为一个城邦为了统治邻人而训练征服,就认为它幸福,或者去赞扬它的立法者;因为这些事情带有极大的危害。
δῆλον γὰρ ὅτι καὶ τῶν πολιτῶν τῷ δυναμένῳ τοῦτο πειρατέον διώκειν, ὅπως δύνηται τῆς οἰκείας πόλεως ἄρχειν· ὅπερ ἐγκαλοῦσιν οἱ Λάκωνες Παυσανίᾳ τῷ βασιλεῖ, καίπερ ἔχοντι τηλικαύτην τιμήν.
因为显而易见,任何有能力的公民都必须尝试追求这一点,以便能够统治自己的城邦;这正是拉科尼亚人对国王保萨尼亚斯所指责的,尽管他享有如此崇高的荣誉。
οὔτε δὴ πολιτικὸς τῶν τοιούτων λόγων καὶ νόμων οὐθεὶς οὔτε ὠφέλιμος οὔτε ἀληθής ἐστιν.
因此,这类言论和法律没有一条是符合政治家原则的,也是无益且不真实的。
ταὐτὰ γὰρ ἄριστα καὶ ἰδίᾳ καὶ κοινῇ, τόν τε νομοθέτην ἐμποιεῖν δεῖ ταῦτα ταῖς ψυχαῖς τῶν ἀνθρώπων·
因为对个人和共同体来说,最善的事物是相同的,立法者必须将这些植根于人们的灵魂之中。
τήν τε τῶν πολεμικῶν ἄσκησιν οὐ τούτου χάριν δεῖ μελετᾶν, ἵνα καταδουλώσωνται τοὺς ἀναξίους, ἀλλʼ ἵνα πρῶτον μὲν αὐτοὶ μὴ δουλεύσωσιν ἑτέροις, ἔπειτα ὅπως ζητῶσι τὴν ἡγεμονίαν τῆς ὠφελείας ἕνεκα τῶν ἀρχομένων, §7.1334aἀλλὰ μὴ πάντων δεσποτείας· τρίτον δὲ τὸ δεσπόζειν τῶν ἀξίων δουλεύειν.
军警训练的实践不应当是为了奴役那些不配被奴役的人,而是首先为了自己不被他人奴役,其次是为了被统治者的利益而寻求领导权,而不是为了对所有人进行专制统治;第三则是为了对那些理应作奴隶的人进行专制统治。
ὅτι δὲ δεῖ τὸν νομοθέτην μᾶλλον σπουδάζειν ὅπως καὶ τὴν περὶ τὰ πολεμικὰ καὶ τὴν ἄλλην νομοθεσίαν τοῦ σχολάζειν ἕνεκεν τάξῃ καὶ τῆς εἰρήνης, μαρτυρεῖ τὰ γιγνόμενα τοῖς λόγοις.
立法者更应当努力使有关军事的立法和其它的立法都以闲暇和和平为目的而确立,这一点不仅在理论上,而且在实际发生的事情中也得到了证实。
αἱ γὰρ πλεῖσται τῶν τοιούτων πόλεων πολεμοῦσαι μὲν σῴζονται, κατακτησάμεναι δὲ τὴν ἀρχὴν ἀπόλλυνται.
因为大多数此类城邦在战争时得以保存,但在获得统治权后却走向灭亡。
τὴν γὰρ βαφὴν ἀνιᾶσιν, ὥσπερ ὁ σίδηρος, εἰρήνην ἄγοντες.
因为他们在保持和平时,就像铁一样失去了淬火的刚性。
αἴτιος δʼ ὁ νομοθέτης οὐ παιδεύσας δύνασθαι σχολάζειν.
而立法者对此负有责任,因为他没有教育他们使其能够享受闲暇。
ἐπεὶ δὲ τὸ αὐτὸ τέλος εἶναι φαίνεται καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἀνθρώποις, καὶ τὸν αὐτὸν ὅρον ἀναγκαῖον εἶναι τῷ τε ἀρίστῳ ἀνδρὶ καὶ τῇ ἀρίστῃ πολιτείᾳ, φανερὸν ὅτι δεῖ τὰς εἰς τὴν σχολὴν ἀρετὰς ὑπάρχειν·
既然对于人类来说,共同的目的与个人的目的是相同的,而且对于最优秀的人和最优秀的国制来说,必然存在着相同的界限,那么显而易见,用于闲暇的各种德性必须存在。
τέλος γάρ, ὥσπερ εἴρηται πολλάκις, εἰρήνη μὲν πολέμου σχολὴ δʼ ἀσχολίας.
因为正如多次说过的,战争的目的在于和平,而忙碌的目的在于闲暇。
χρήσιμοι δὲ τῶν ἀρετῶν εἰσι πρὸς τὴν σχολὴν καὶ διαγωγὴν ὧν τε ἐν τῇ σχολῇ τὸ ἔργον καὶ ὧν ἐν τῇ ἀσχολίᾳ.
在各种德性中,不仅在闲暇中起作用的德性对闲暇和精神生活有用,在忙碌中起作用的德性也同样有用。
δεῖ γὰρ πολλὰ τῶν ἀναγκαίων ὑπάρχειν ὅπως ἐξῇ σχολάζειν· διὸ σώφρονα τὴν πόλιν εἶναι προσήκει καὶ ἀνδρείαν καὶ καρτερικήν· κατὰ γὰρ τὴν παροιμίαν, οὐ σχολὴ δούλοις, οἱ δὲ μὴ δυνάμενοι κινδυνεύειν ἀνδρείως δοῦλοι τῶν ἐπιόντων εἰσίν.
因为必须存在许多必需的事物,人们才被允许享受闲暇;因此,城邦应当是节制的、勇敢的、具有坚韧品质的;因为正如谚语所说,“奴隶没有闲暇”,而那些不能勇敢地面对危险的人,只是侵略者的奴隶。
ἀνδρείας μὲν οὖν καὶ καρτερίας δεῖ πρὸς τὴν ἀσχολίαν, φιλοσοφίας δὲ πρὸς τὴν σχολήν, σωφροσύνης δὲ καὶ δικαιοσύνης ἐν ἀμφοτέροις τοῖς χρόνοις, καὶ μᾶλλον εἰρήνην ἄγουσι καὶ σχολάζουσιν·
因此,勇敢和坚韧是忙碌所需要的,而智慧(哲学)是闲暇所需要的,节制和正义则在两个时期都需要,尤其是在保持和平与享受闲暇的时候。
ὁ μὲν γὰρ πόλεμος ἀναγκάζει δικαίους εἶναι καὶ σωφρονεῖν, ἡ δὲ τῆς εὐτυχίας ἀπόλαυσις καὶ τὸ σχολάζειν μετʼ εἰρήνης ὑβριστὰς ποιεῖ μᾶλλον.
因为战争强迫人们保持正义和节制,而对好运的享受以及伴随和平的闲暇更容易使人变得傲慢。
πολλῆς οὖν δεῖ δικαιοσύνης καὶ πολλῆς σωφροσύνης τοὺς ἄριστα δοκοῦντας πράττειν καὶ πάντων τῶν μακαριζομένων ἀπολαύοντας, οἷον εἴ τινές εἰσιν, ὥσπερ οἱ ποιηταί φασιν, ἐν μακάρων νήσοις·
因此,对于那些被认为最繁荣、享受着所有被称为幸福之物的人——例如,如果像诗人所说的那样,真的有人生活在福者之岛上——尤其需要大量的正义和大量的节制。
μάλιστα γὰρ οὗτοι δεήσονται φιλοσοφίας καὶ σωφροσύνης καὶ δικαιοσύνης, ὅσῳ μᾶλλον σχολάζουσιν ἐν ἀφθονίᾳ τῶν τοιούτων ἀγαθῶν.
因为他们越是在如此丰裕的善意中享受闲暇,他们就越需要智慧、节制和正义。
διότι μὲν οὖν τὴν μέλλουσαν εὐδαιμονήσειν καὶ σπουδαίαν ἔσεσθαι πόλιν τούτων δεῖ τῶν ἀρετῶν μετέχειν, φανερόν.
因此,一个想要获得幸福并且优秀的城邦必须分有这些德性,这是显而易见的。
αἰσχροῦ γὰρ ὄντος μὴ δύνασθαι χρῆσθαι τοῖς ἀγαθοῖς, ἔτι μᾶλλον τὸ μὴ δύνασθαι ἐν τῷ σχολάζειν χρῆσθαι, ἀλλʼ ἀσχολοῦντας μὲν καὶ πολεμοῦντας φαίνεσθαι ἀγαθούς, εἰρήνην δʼ ἄγοντας καὶ σχολάζοντας ἀνδραποδώδεις.
因为无法使用好东西是可耻的,而在闲暇中无法使用好东西则更加可耻,即在忙碌和战争时显得优秀,而在保持和平与闲暇时却显得像奴隶一样。
διὸ δεῖ μὴ καθάπερ ἡ Λακεδαιμονίων πόλις τὴν ἀρετὴν ἀσκεῖν.
因此,不应当像拉刻代蒙人那样去训练德性。

词汇与语法注释

  1. 1333b3τὰ δὲ καλὰ δεῖ μᾶλλον — 在 `δεῖ`(必须)之后省略了直前出现的不定式 `πράττειν`(做)。
  2. 1333b23εἰ μένοντες ἐν τοῖς νόμοις αὐτοῦ... — 此处的虚拟条件词 `εἰ`(如果)并非表示反事实假设,而是基于现实已发生事态的事实假定,意为“如果(正如现实所发生的)他们守其法律却失去了美好生活的话”。
  3. 1334a17ὧν τε ἐν τῇ σχολῇ τὸ ἔργον καὶ ὧν ἐν τῇ ἀσχολίᾳ — 省略了先行词 `τῶν ἀρετῶν`(在德性中),关系代词 `ὧν`(在这些之中)为属格。`τὸ ἔργον`(功能/工作)为主语,构成“在闲暇中有其发挥作用的德性,与在忙碌中有其发挥作用的德性”的句式结构。

引用这一段

亚里士多德, 政治学 §7.1333b-7.1334a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1333b-7.1334a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。