§7.1333aὥστε καὶ τὴν παιδείαν ἔστιν ὡς τὴν αὐτὴν ἀναγκαῖον, ἔστιδʼ ὡς ἑτέραν εἶναι.
因此,教育在某种意义上必然是相同的,在另一种意义上则是不同的。
τὸν γὰρ μέλλοντα καλῶς ἄρχειν ἀρχθῆναί φασι δεῖν πρῶτον.
因为人们说,想要善于统治的人,必须首先被统治。
(ἔστι δὲ ἀρχή, καθάπερ ἐν τοῖς πρώτοις εἴρηται λόγοις, ἡ μὲν τοῦ ἄρχοντος χάριν ἡ δὲ τοῦ ἀρχομένου.
(正如在最初的论述中已经说过的,统治有两种,一种是为了统治者的利益,另一种是为了被统治者的利益。
τούτων δὲ τὴν μὲν δεσποτικὴν εἶναί φαμεν, τὴν δὲ τῶν ἐλευθέρων.
在这些之中,我们说前者是专制统治(主子的统治),后者是自由人的统治。
διαφέρει δʼ ἔνια τῶν ἐπιταττομένων οὐ τοῖς ἔργοις ἀλλὰ τῷ τίνος ἕνεκα.
某些被命令的事务,其区别不在于工作本身,而在于它是为了什么目的。
διὸ πολλὰ τῶν εἶναι δοκούντων διακονικῶν ἔργων καὶ τῶν νέων τοῖς ἐλευθέροις καλὸν διακονεῖν· πρὸς γὰρ τὸ καλὸν καὶ τὸ μὴ καλὸν οὐχ οὕτω διαφέρουσιν αἱ πράξεις καθʼ αὑτὰς ὡς ἐν τῷ τέλει καὶ τῷ τίνος ἕνεκεν.
因此,即使是年轻的自由人,去服侍许多看似属于奴仆的工作也是高尚的;因为关于高尚与否,行为本身之间的差异并不像它们的目的以及它们是为了什么目的那样大。
) ἐπεὶ δὲ πολίτου καὶ ἄρχοντος τὴν αὐτὴν ἀρετὴν εἶναί φαμεν καὶ τοῦ ἀρίστου ἀνδρός, τὸν δʼ αὐτὸν ἀρχόμενόν τε δεῖν γίγνεσθαι πρότερον καὶ ἄρχοντα ὕστερον, τοῦτʼ ἂν εἴη τῷ νομοθέτῃ πραγματευτέον, ὅπως ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ διὰ τίνων ἐπιτηδευμάτων, καὶ τί τὸ τέλος τῆς ἀρίστης ζωῆς.
)既然我们说公民和统治者的德性与最优秀的人的德性是相同的,而且同一个人必须先作为被统治者,然后再作为统治者,那么立法者就必须努力解决这个问题:如何使人们变得优秀,通过什么样的活动(习惯),以及最美满生活的目的究竟是什么。
διῄρηται δὲ δύο μέρη τῆς ψυχῆς, ὧν τὸ μὲν ἔχει λόγον καθʼ αὑτό, τὸ δʼ οὐκ ἔχει μὲν καθʼ αὑτὸ λόγῳ δʼ ὑπακούειν δυνάμενον· ὧν φαμεν τὰς ἀρετὰς εἶναι καθʼ ἃς ἀνὴρ ἀγαθὸς λέγεταί πως.
灵魂被分为两部分,其中一部分本身具有理性,另一部分本身不具有理性但能听从理性;我们说,人们正是凭借这些部分的德性在某种意义上被称为“优秀的人”。
τούτων δὲ ἐν ποτέρῳ μᾶλλον τὸ τέλος, τοῖς μὲν οὕτω διαιροῦσιν ὡς ἡμεῖς φαμεν οὐκ ἄδηλον πῶς λεκτέον.
而在这两者之中,目的更主要在于哪一方,对于像我们这样划分的人来说,应当如何陈述是不言而喻的。
αἰεὶ γὰρ τὸ χεῖρον τοῦ βελτίονός ἐστιν ἕνεκεν, καὶ τοῦτο φανερὸν ὁμοίως ἔν τε τοῖς κατὰ τέχνην καὶ τοῖς κατὰ φύσιν· βέλτιον δὲ τὸ λόγον ἔχον.
因为较差者总是为了较好者而存在,这在艺术品和自然物中都同样明显;而具有理性的部分是较好的。
διῄρηταί τε διχῇ, καθʼ ὅνπερ εἰώθαμεν τρόπον διαιρεῖν· ὁ μὲν γὰρ πρακτικός ἐστι λόγος ὁ δὲ θεωρητικός.
而且它也被分为两部分,按照我们习惯的划分方式:因为一方式实践理性,另一方是观照(理论)理性。
ὡσαύτως οὖν ἀνάγκη διῃρῆσθαι καὶ τοῦτο τὸ μέρος δηλονότι.
因此,显而易见,这一部分也必然同样被划分。
καὶ τὰς πράξεις δʼ ἀνάλογον ἐροῦμεν ἔχειν, καὶ δεῖ τὰς τοῦ φύσει βελτίονος αἱρετωτέρας εἶναι τοῖς δυναμένοις τυγχάνειν ἢ πασῶν ἢ τοῖν δυοῖν· αἰεὶ γὰρ ἑκάστῳ τοῦθʼ αἱρετώτατον οὗ τυχεῖν ἔστιν ἀκροτάτου.
我们也会说,行为也具有类似的对应关系,而对于那些能够获得全部或这两者的人来说,本性上较好部分的活动必然是更值得选择的;因为对每个人来说,能达到的最高境界总是最值得选择的。
διῄρηται δὲ καὶ πᾶς ὁ βίος εἰς ἀσχολίαν καὶ σχολὴν καὶ εἰς πόλεμον καὶ εἰρήνην, καὶ τῶν πρακτῶν τὰ μὲν εἰς τὰ ἀναγκαῖα καὶ χρήσιμα τὰ δὲ εἰς τὰ καλά.
整个生活也被划分为忙碌与闲暇、战争与和平,而在所做的事情中,一些是为了必需且有用的事物,另一些是为了高尚的事物。
περὶ ὧν ἀνάγκη τὴν αὐτὴν αἵρεσιν εἶναι καὶ τοῖς τῆς ψυχῆς μέρεσι καὶ ταῖς πράξεσιν αὐτῶν, πόλεμον μὲν εἰρήνης χάριν, ἀσχολίαν δὲ σχολῆς, τὰ δʼ ἀναγκαῖα καὶ χρήσιμα τῶν καλῶν ἕνεκεν.
关于这些,必须做出与灵魂各部分及其活动相同的选择:战争是为了和平,忙碌是为了闲暇,而必需且有用的事物是为了高尚的事物。
πρὸς πάντα μὲν τοίνυν τῷ πολιτικῷ βλέποντι νομοθετητέον, καὶ κατὰ τὰ μέρη τῆς ψυχῆς καὶ κατὰ τὰς πράξεις αὐτῶν, μᾶλλον δὲ πρὸς τὰ βελτίω καὶ τὰ τέλη.
因此,政治家在立法时必须瞩目于所有这些,既要针对灵魂的各个部分,也要针对它们的活动,但更要针对较好的事物和目的。
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοὺς βίους καὶ τὰς τῶν πραγμάτων αἱρέσεις· δεῖ μὲν γὰρ ἀσχολεῖν δύνασθαι καὶ πολεμεῖν,
对于生活方式和事务的选择,也应当以同样的方式进行:因为人必须能够忙碌和进行战争,