Humanitext Reader

亚里士多德 · 政治学 §7.1332b

三要素的协调与基于年龄的轮流统治

第 138 段,共 155 段 · 希腊语

内容简介

人类通过本性、习惯和理性的协调一致而变善,这需要教育。既然公民之间没有足以确立永久统治的绝对差异,那么基于自然年龄差异的轮流统治制度就被确立为符合正义的选择。

§7.1332bτὰ γὰρ ἔθη μεταβαλεῖν ποιεῖ· ἔνια γὰρ εἶσι, διὰ τῆς φύσεως ἐπαμφοτερίζοντα, διὰ τῶν ἐθῶν ἐπὶ τὸ χεῖρον καὶ τὸ βέλτιον.
因为习惯会改变它们;因为有些特征,虽然其本性两可,但通过习惯会被引向较坏或较好的方向。
τὰ μὲν οὖν ἄλλα τῶν ζῴων μάλιστα μὲν τῇ φύσει ζῇ, μικρὰ δʼ ἔνια καὶ τοῖς ἔθεσιν, ἄνθρωπος δὲ καὶ λόγῳ· μόνος γὰρ ἔχει λόγον· ὥστε δεῖ ταῦτα συμφωνεῖν ἀλλήλοις.
现在,其他动物主要靠本性生活,有些也稍微靠习惯生活,但人还靠理性生活;因为只有人拥有理性;因此,这些要素必须彼此协调。
πολλὰ γὰρ παρὰ τοὺς ἐθισμοὺς καὶ τὴν φύσιν πράττουσι διὰ τὸν λόγον, ἐὰν πεισθῶσιν ἄλλως ἔχειν βέλτιον.
因为由于理性,如果他们被说服采取另一种更好的方式,他们会做出许多违反习惯和本性的事情。
τὴν μὲν τοίνυν φύσιν οἵους εἶναι δεῖ τοὺς μέλλοντας εὐχειρώτους ἔσεσθαι τῷ νομοθέτῃ, διωρίσμεθα πρότερον· τὸ δὲ λοιπὸν ἔργον ἤδη παιδείας.
因此,关于那些将要容易被立法者支配的人应当具有怎样的本性,我们此前已经做出了界定;而剩下的工作就已经是教育的任务了。
τὰ μὲν γὰρ ἐθιζόμενοι μανθάνουσι τὰ δʼ ἀκούοντες.
因为人们有些是通过习惯来学习,有些是通过听讲来学习。
ἐπεὶ δὲ πᾶσα πολιτικὴ κοινωνία συνέστηκεν ἐξ ἀρχόντων καὶ ἀρχομένων, τοῦτο δὴ σκεπτέον, εἰ ἑτέρους εἶναι δεῖ τοὺς ἄρχοντας καὶ τοὺς ἀρχομένους ἢ τοὺς αὐτοὺς διὰ βίου· δῆλον γὰρ ὡς ἀκολουθεῖν δεήσει καὶ τὴν παιδείαν κατὰ τὴν διαίρεσιν ταύτην.
既然一切政治共同体都由统治者和被统治者组成,那么这确实需要考察:统治者和被统治者应当是不同的人,还是终身是同一批人;因为显而易见,教育也必须根据这一划分来相应进行。
εἰ μὲν τοίνυν εἴησαν τοσοῦτον διαφέροντες ἅτεροι τῶν ἄλλων ὅσον τοὺς θεοὺς καὶ τοὺς ἥρωας ἡγούμεθα τῶν ἀνθρώπων διαφέρειν, εὐθὺς πρῶτον κατὰ τὸ σῶμα πολλὴν ἔχοντες ὑπερβολήν, εἶτα κατὰ τὴν ψυχήν, ὥστε ἀναμφισβήτητον εἶναι καὶ φανερὰν τὴν ὑπεροχὴν τοῖς ἀρχομένοις τὴν τῶν ἀρχόντων, δῆλον ὅτι βέλτιον ἀεὶ τοὺς αὐτοὺς τοὺς μὲν ἄρχειν τοὺς δʼ ἄρχεσθαι καθάπαξ·
如果有些人与其他人的差别,大到如同我们认为神灵和英雄与人的差别那样,首先在身体上具有极大的优越性,其次在灵魂上也是如此,以至于统治者对被统治者的优越性是无可争议且显而易见的,那么显而易见,始终由同一批人统治而另一批人被统治,一劳永逸,那是更好的。
ἐπεὶ δὲ τοῦτʼ οὐ ῥᾴδιον λαβεῖν οὐδʼ ἔστιν ὥσπερ ἐν Ἰνδοῖς φησι Σκύλαξ εἶναι τοὺς βασιλέας τοσοῦτον διαφέροντας τῶν ἀρχομένων, φανερὸν ὅτι διὰ πολλὰς αἰτίας ἀναγκαῖον πάντας ὁμοίως κοινωνεῖν τοῦ κατὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι.
但是,由于这并不容易获得,而且也不像斯库拉克斯所说的那样在印度国王们与被统治者之间有如此巨大的差别,那么显而易见,由于许多原因,所有人同样轮流参与统治和被统治是必然的。
τό τε γὰρ ἴσον ταὐτὸν τοῖς ὁμοίοις, καὶ χαλεπὸν μένειν τὴν πολιτείαν τὴν συνεστηκυῖαν παρὰ τὸ δίκαιον.
因为对于同等的人而言,平等就是同一件(正义的)事,而且违背正义而建立的政体是很难维持的。
μετὰ γὰρ τῶν ἀρχομένων ὑπάρχουσι νεωτερίζειν βουλόμενοι πάντες οἱ κατὰ τὴν χώραν, τοσούτους τε εἶναι τοὺς ἐν τῷ πολιτεύματι τὸ πλῆθος ὥστʼ εἶναι κρείττους πάντων τούτων ἕν τι τῶν ἀδυνάτων ἐστίν.
因为与被统治者站在一起的,还有国内所有企图变革(起义)的人,而统治集团在人数上要多到能够强于所有这些人的程度,这是一件不可能的事情。
ἀλλὰ μὴν ὅτι γε δεῖ τοὺς ἄρχοντας διαφέρειν τῶν ἀρχομένων, ἀναμφισβήτητον.
然而,统治者必须与被统治者有所区别,这是无可争议的。
πῶς οὖν ταῦτʼ ἔσται καὶ πῶς μεθέξουσι, δεῖ σκέψασθαι τὸν νομοθέτην.
那么,这将如何实现,以及他们将如何分享,是立法者必须考察的。
εἴρηται δὲ πρότερον περὶ αὐτοῦ.
而关于这一点,我们之前已经谈到过。
ἡ γὰρ φύσις δέδωκε τὴν διαίρεσιν ποιήσασα αὐτὸ τὸ γένει ταὐτὸ τὸ μὲν νεώτερον τὸ δὲ πρεσβύτερον, ὧν τοῖς μὲν ἄρχεσθαι πρέπει τοῖς δʼ ἄρχειν·
因为自然已经做出了划分,它使同一种属的存在物,一部分较年轻,另一部分较年长,其中前者适合被统治,后者适合统治。
ἀγανακτεῖ δὲ οὐδεὶς καθʼ ἡλικίαν ἀρχόμενος, οὐδὲ νομίζει εἶναι κρείττων, ἄλλως τε καὶ μέλλων ἀντιλαμβάνειν τοῦτον τὸν ἔρανον ὅταν τύχῃ τῆς ἱκνουμένης ἡλικίας.
没有人会因为由于年龄原因被统治而感到愤慨,也不认为自己更优越,尤其是当他到了相应年龄时也将轮流接受这份‘摊派’(恩惠)的时候。
ἔστι μὲν ἄρα ὡς τοὺς αὐτοὺς ἄρχειν καὶ ἄρχεσθαι φατέον, ἔστι δὲ ὡς ἑτέρους.
因此,在某种意义上,必须说统治者和被统治者是同一批人,但在另一种意义上,他们是不同的人。

词汇与语法注释

  1. 7.1332bἔνια γὰρ εἶσι — 中性复数主词 ἔνια 与复数动词 εἶσι(εἰσίν 的变体)相呼应。尽管希腊语语法通常要求中性复数主词配单数动词,但此处选择复数是为了强调各个具体的要素,这也可能是受到了邻近的复数主格分词 ἐπαμφοτερίζοντα 的同化影响。
  2. 7.1332bεἰ μὲν τοίνυν εἴησαν — 条件从句中使用祈愿语气动词 εἴησαν(以及分词 ἔχοντες),提出了一种高度虚设或违背事实的假设(“如果他们与普通人的差别大到如同神灵一样”)。然而,归结从句在 δῆλον ὅτι 之后使用直陈语气(省略了 ἐστί),构成了一个混合条件句结构,用以强调如果前提成立,其结论具有绝对的必然性。
  3. 7.1332bτοσούτους τε εἶναι... ἕν τι τῶν ἀδυνάτων ἐστίν — 这是一个结构极其复杂的倒装/离隔句。从 τοσούτους 到 πάντων τούτων 的长篇“带对格的不定式结构”(“统治集团在人数上要多到能够强于所有这些变革者”)整体作为后面谓语 ἕν τι τῶν ἀδυνάτων ἐστίν(“是不可能的事情之一”)的主语。在该结构中,τὸ πλῆθος 是关系对格(“在人数上”),修饰 τοὺς ἐν τῷ πολιτεύματι。
  4. 7.1332bτοῦτον τὸν ἔρανον — ἔρανος 原指由参与者共同分摊的聚餐费用,或互助性质的贷款。此处用作比喻,指公民之间轮流统治与被统治的互惠制度,这被视为一种所有公民共同分担、并在达到合适年龄时依次享受的“互助性贡献与回报”。

引用这一段

亚里士多德, 政治学 §7.1332b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1332b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。