§7.1332a(δεῖται γὰρ καὶ χορηγίας τινὸς τὸ ζῆν καλῶς, τούτου δὲ ἐλάττονος μὲν τοῖς ἄμεινον διακειμένοις, πλείονος δὲ τοῖς χεῖρον), οἱ δʼ εὐθὺς οὐκ ὀρθῶς ζητοῦσι τὴν εὐδαιμονίαν, ἐξουσίας ὑπαρχούσης.
(因为优良的生活也需要某种外部装备,对于处境较好的人,需要得较少,而对于处境较差的人,则需要得较多),然而,有些人从一开始就在拥有能力的情况下,以不正确的方式追求幸福。
ἐπεὶ δὲ τὸ προκείμενόν ἐστι τὴν ἀρίστην πολιτείαν ἰδεῖν, αὕτη δʼ ἐστὶ καθʼ ἣν ἄριστʼ ἂν πολιτεύοιτο πόλις, ἄριστα δʼ ἂν πολιτεύοιτο καθʼ ἣν εὐδαιμονεῖν μάλιστα ἐνδέχεται τὴν πόλιν, δῆλον ὅτι τὴν εὐδαιμονίαν δεῖ, τί ἐστι, μὴ λανθάνειν.
既然摆在我们面前的任务是考察最良的政体,而最良的政体是城邦依其能得到最良治理的政体,而在依其最有可能获得幸福的政体下,城邦才能得到最良的治理,那么显然,我们必须清楚地知道幸福是什么。
φαμὲν δὲ (καὶ διωρίσμεθα ἐν τοῖς Ἠθικοῖς, εἴ τι τῶν λόγων ἐκείνων ὄφελος) ἐνέργειαν εἶναι καὶ χρῆσιν ἀρετῆς τελείαν, καὶ ταύτην οὐκ ἐξ ὑποθέσεως ἀλλʼ ἁπλῶς.
我们说(且在《伦理学》中已经做出了界定,如果那些讨论还有点用处的话),幸福是德性的完全活动与践行,而且这种活动不是基于特定假设(有条件的),而是无条件的(绝对的)。
λέγω δʼ ἐξ ὑποθέσεως τἀναγκαῖα, τὸ δʼ ἁπλῶς τὸ καλῶς·
我所谓的“有条件的”是指那些必要的事物,而“无条件的”是指高尚的事物。
οἷον τὰ περὶ τὰς δικαίας πράξεις, αἱ δίκαιαι τιμωρίαι καὶ κολάσεις ἀπʼ ἀρετῆς μέν εἰσιν, ἀναγκαῖαι δέ, καὶ τὸ καλῶς ἀναγκαίως ἔχουσιν (αἱρετώτερον μὲν γὰρ μηδενὸς δεῖσθαι τῶν τοιούτων μήτε τὸν ἄνδρα μήτε τὴν πόλιν), αἱ δʼ ἐπὶ τὰς τιμὰς καὶ τὰς εὐπορίας ἁπλῶς εἰσι κάλλισται πράξεις.
例如,在正义的行动中,正义的惩罚和处罚固然源于德性,但它们是必要的,且由于必要性才具有高尚性(因为无论对于个人还是城邦,不需要任何此类事物都是更可取的);相反,旨在获得荣誉和充裕生活(繁荣)的行动,则是无条件最高尚的行动。
τὸ μὲν γὰρ ἕτερον κακοῦ τινὸς ἀναίρεσίς ἐστιν, αἱ τοιαῦται δὲ πράξεις τοὐναντίον· κατασκευαὶ γὰρ ἀγαθῶν εἰσι καὶ γεννήσεις.
因为前者是对某种恶的消除,而后者则相反,它们是善的构建和创生。
χρήσαιτο δʼ ἂν ὁ σπουδαῖος ἀνὴρ καὶ πενίᾳ καὶ νόσῳ καὶ ταῖς ἄλλαις τύχαις ταῖς φαύλαις καλῶς· ἀλλὰ τὸ μακάριον ἐν τοῖς ἐναντίοις ἐστίν (καὶ γὰρ τοῦτο διώρισται κατὰ τοὺς ἠθικοὺς λόγους, ὅτι τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ᾧ διὰ τὴν ἀρετὴν ἀγαθά ἐστι τὰ ἁπλῶς ἀγαθά, δῆλον δʼ ὅτι καὶ τὰς χρήσεις ἀναγκαῖον σπουδαίας καὶ καλὰς εἶναι ταύτας ἁπλῶς)· διὸ καὶ νομίζουσιν ἄνθρωποι τῆς εὐδαιμονίας αἴτια τὰ ἐκτὸς εἶναι τῶν ἀγαθῶν, ὥσπερ εἰ τοῦ κιθαρίζειν λαμπρὸν καὶ καλῶς αἰτιῷντο τὴν λύραν μᾶλλον τῆς τέχνης.
优秀的(德性高尚的)人即使面对贫困、疾病以及其他恶劣的运气,也能高尚地加以利用;然而,至福却存在于它们的对立面之中(因为这在伦理学讨论中也已做出界定,即优秀的人具有如此品质:由于德性,那些无条件善的事物对他而言也是善的,而且显而易见,他对这些事物的利用也必然是无条件优秀且高尚的);因此,人们也认为外在的善是幸福的原因,这就像是把精彩而美妙的竖琴演奏归因于竖琴本身,而不是归因于演奏技术一样。
ἀναγκαῖον τοίνυν ἐκ τῶν εἰρημένων τὰ μὲν ὑπάρχειν, τὰ δὲ παρασκευάσαι τὸν νομοθέτην.
因此,从已说的内容来看,有些条件必须已经存在,而有些则必须由立法者来准备。
διὸ κατατυχεῖν εὐχόμεθα τῇ τῆς πόλεως συστάσει ὧν ἡ τύχη κυρία (κυρίαν γὰρ ὑπάρχειν τίθεμεν)· τὸ δὲ σπουδαίαν εἶναι τὴν πόλιν οὐκέτι τύχης ἔργον ἀλλʼ ἐπιστήμης καὶ προαιρέσεως.
因此,对于城邦的构建,我们祈求在运气起主导作用的那些事物上能够获得成功(因为我们假定运气是起主导作用的);但是,使城邦变得优秀,这不再是运气的工作,而是科学和抉择的工作。
ἀλλὰ μὴν σπουδαία γε πόλις ἐστὶ τῷ τοὺς πολίτας τοὺς μετέχοντας τῆς πολιτείας εἶναι σπουδαίους· ἡμῖν δὲ πάντες οἱ πολῖται μετέχουσι τῆς πολιτείας.
然而,一个城邦之所以优秀,是因为参与其政体的公民是优秀的;而在我们这里,所有的公民都参与政体。
τοῦτʼ ἄρα σκεπτέον, πῶς ἀνὴρ γίνεται σπουδαῖος.
因此,必须考察这一点:人是如何变得优秀的。
καὶ γὰρ εἰ πάντας ἐνδέχεται σπουδαίους εἶναι, μὴ καθʼ ἕκαστον δὲ τῶν πολιτῶν, οὕτως αἱρετώτερον· ἀκολουθεῖ γὰρ τῷ καθʼ ἕκαστον καὶ τὸ πάντας.
因为,即使有可能做到“所有人”(作为一个整体)都是优秀的,而不需要每个公民“个体”都是优秀的,后者(即每个个体都是优秀的)依然是更可取的;因为“所有人”的优秀正是伴随“每个个体”的优秀而来的。
ἀλλὰ μὴν ἀγαθοί γε καὶ σπουδαῖοι γίγνονται διὰ τριῶν.
然而,人们变得善良和优秀,是通过三个要素实现的。
τὰ τρία δὲ ταῦτά ἐστι φύσις ἔθος λόγος.
这三个要素便是:本性、习惯和理性。
καὶ γὰρ φῦναι δεῖ πρῶτον, οἷον ἄνθρωπον ἀλλὰ μὴ τῶν ἄλλων τι ζῴων· εἶτα καὶ ποιόν τινα τὸ σῶμα καὶ τὴν ψυχήν.
因为,首先必须出生为某种存在,例如是人而不是其他动物;其次,在身体和灵魂上也要具有某种特定的品质。
ἔνια δὲ οὐθὲν ὄφελος φῦναι·
然而,对于某些品质而言,仅靠天生出生并没有什么益处……