Humanitext Reader

亚里士多德 · 政治学 §7.1331b

商业广场的配置与实现福祉的条件

第 136 段,共 155 段 · 希腊语

内容简介

亚里士多德规定了用于商业交易的必要广场的选址与功能,并提及了乡间长官机构与神圣场所的布局。随后他转向对理想政体的探讨,指出了实现福祉的两个必要条件:正确确立目标以及寻得达成目标的行动手段。

§7.1331bτὴν δὲ τῶν ὠνίων ἀγορὰν ἑτέραν τε δεῖ ταύτης εἶναι καὶ χωρίς, ἔχουσαν τόπον εὐσυνάγωγον τοῖς τε ἀπὸ τῆς θαλάττης πεμπομένοις καὶ τοῖς ἀπὸ τῆς χώρας πᾶσιν.
另一方面,进行买卖的广场(商业阿哥拉)应当与此不同并相隔离,占有一个对于海运而来的商品以及从乡间运来的所有商品都易于集散的地点。
ἐπεὶ δὲ τὸ προεστὸς διαιρεῖται τῆς πόλεως εἰς ἱερεῖς καὶ εἰς ἄρχοντας, πρέπει καὶ τῶν ἱερέων συσσίτια περὶ τὴν τῶν ἱερῶν οἰκοδομημάτων ἔχειν τὴν τάξιν.
既然城邦的领导阶层分为祭司和长官,那么祭司们的公共食堂也适宜安排在神圣建筑的周围。
τῶν δʼ ἀρχείων ὅσα περὶ τὰ συμβόλαια ποιεῖται τὴν ἐπιμέλειαν, περί τε γραφὰς δικῶν καὶ τὰς κλήσεις καὶ τὴν ἄλλην τὴν τοιαύτην διοίκησιν, ἔτι δὲ περὶ τὴν ἀγορανομίαν καὶ τὴν καλουμένην ἀστυνομίαν, πρὸς ἀγορᾷ μὲν δεῖ καὶ συνόδῳ τινὶ κοινῇ κατεσκευάσθαι, τοιοῦτος δʼ ὁ περὶ τὴν ἀναγκαίαν ἀγοράν ἐστι τόπος·
至于在长官机构中,那些负责契约管理、诉讼起诉、传唤以及其他此类行政事务的部门,以及负责市场管理和所谓城市管理的部门,必须设立在广场和某种共同集会所的附近,而必要广场(商业阿哥拉)周围的地点正是如此。
ἐνσχολάζειν μὲν γὰρ τὴν ἄνω τίθεμεν, ταύτην δὲ πρὸς τὰς ἀναγκαίας πράξεις.
因为我们将上方的广场设为休闲之用,而将这一广场设为必需的交易所用。
μεμιμῆσθαι δὲ χρὴ τὴν εἰρημένην τάξιν καὶ τὰ περὶ τὴν χώραν·
此外,关于乡间(地方)的安排也应当效仿上述布局。
καὶ γὰρ ἐκεῖ τοῖς ἄρχουσιν οὓς καλοῦσιν οἱ μὲν ὑλωροὺς οἱ δὲ ἀγρονόμους καὶ φυλακτήρια καὶ συσσίτια πρὸς φυλακὴν ἀναγκαῖον ὑπάρχειν, ἔτι δὲ ἱερὰ κατὰ τὴν χώραν εἶναι νενεμημένα, τὰ μὲν θεοῖς τὰ δὲ ἥρωσιν.
因为在乡间,对于那些被一些人称为林木官、另一些人称为土地官的长官们来说,也必须有用于防卫的哨所和公共食堂,而且在乡间还必须分布着神庙,有些献给神明,有些献给英雄。
ἀλλὰ τὸ διατρίβειν νῦν ἀκριβολογουμένους καὶ λέγοντας περὶ τῶν τοιούτων ἀργόν ἐστιν·
然而,现在花时间对这些细节进行精确阐述和讨论是徒劳的。
οὐ γὰρ χαλεπόν ἐστι τὰ τοιαῦτα νοῆσαι, ἀλλὰ ποιῆσαι μᾶλλον· τὸ μὲν γὰρ λέγειν εὐχῆς ἔργον ἐστί, τὸ δὲ συμβῆναι τύχης.
因为构想此类事情并不困难,困难的是去实行;言说只是愿望的工作,而实现则是运气的事情。
διὸ περὶ μὲν τῶν τοιούτων τό γε ἐπὶ πλεῖον ἀφείσθω τὰ νῦν.
因此,关于这类事情,目前至少应当免去更进一步的详述。
περὶ δὲ τῆς πολιτείας αὐτῆς, ἐκ τίνων καὶ ποίων δεῖ συνεστάναι τὴν μέλλουσαν ἔσεσθαι πόλιν μακαρίαν καὶ πολιτεύσεσθαι καλῶς, λεκτέον.
至于政体本身,我们必须讨论:一个将要获得幸福且治理良好的城邦,应该由哪些人以及具有何种品质的人所构成。
ἐπεὶ δὲ δύʼ ἐστὶν ἐν οἷς γίγνεται τὸ εὖ πᾶσι, τούτοιν δʼ ἐστὶν ἓν μὲν ἐν τῷ τὸν σκοπὸν κεῖσθαι καὶ τὸ τέλος τῶν πράξεων ὀρθῶς, ἓν δὲ τὰς πρὸς τὸ τέλος φερούσας πράξεις εὑρίσκειν (ἐνδέχεται γὰρ ταῦτα καὶ διαφωνεῖν ἀλλήλοις καὶ συμφωνεῖν· ἐνίοτε γὰρ ὁ μὲν σκοπὸς ἔκκειται καλῶς, ἐν δὲ τῷ πράττειν τοῦ τυχεῖν αὐτοῦ διαμαρτάνουσιν, ὁτὲ δὲ τῶν μὲν πρὸς τὸ τέλος πάντων ἐπιτυγχάνουσιν, ἀλλὰ τὸ τέλος ἔθεντο φαῦλον, ὁτὲ δὲ ἑκατέρου διαμαρτάνουσιν, οἷον περὶ ἰατρικήν· οὔτε γὰρ ποῖόν τι δεῖ τὸ ὑγιαῖνον εἶναι σῶμα κρίνουσιν ἐνίοτε καλῶς, οὔτε πρὸς τὸν ὑποκείμενον αὐτοῖς ὅρον τυγχάνουσι τῶν ποιητικῶν· δεῖ δʼ ἐν ταῖς τέχναις καὶ ἐπιστήμαις ταῦτα ἀμφότερα κρατεῖσθαι, τὸ τέλος καὶ τὰς εἰς τὸ τέλος πράξεις), ὅτι μὲν οὖν τοῦ τε εὖ ζῆν καὶ τῆς εὐδαιμονίας ἐφίενται πάντες, φανερόν, ἀλλὰ τούτων τοῖς μὲν ἐξουσία τυγχάνει τοῖς δὲ οὔ, διά τινα τύχην ἢ φύσιν
既然对所有人而言,福祉的实现取决于两点,在这两点中,一是正确确立行动的目标和终极目的,二是寻得导向该目的的行动——因为这两者有时可能相互背离,有时则能相互一致;因为有时目标确立得很好,但在行动中却未能达到该目标,有时则在所有导向目的的手段上都成功了,但确立的目的却是恶劣的,有时则在两方面都失败了,正如在医学中,有时人们既不能正确判断健康的身体应当处于何种状态,也无法找到实现摆在他们面前的目标的产生性手段;然而在技术和科学中,这两者都必须掌握,即目的和导向目的的行动——显然,所有人都在追求优良的生活和幸福,但在这些人中,有些人因某种运气或本性而有能力获得它们,有些人则没有。

词汇与语法注释

  1. 1331b3τοῖς τε ἀπὸ τῆς θαλάττης πεμπομένοις καὶ τοῖς ἀπὸ τῆς χώρας πᾶσιν — 该与格结构修饰形容词 `εὐσυνάγωγον`(易于聚集的、便于进出的)。`τοῖς πεμπομένοις` 为中性复数,指“从海上运来的商品”。与之并列的 `τοῖς πᾶσιν` 基于商业阿哥拉作为物资集散地的上下文对称性,最自然地应当理解为中性复数(“从乡间运来的所有商品”);但在语法上,将其理解为阳性复数(“来自乡间的所有人”)也是可行的。
  2. 1331b12ἐνσχολάζειν μὲν γὰρ τὴν ἄνω τίθεμεν — 这是一个“对格加不定式”结构,动词 `τίθεμεν`(规定、设立)带对格目的语 `τὴν ἄνω`(“上方的广场”,即自由广场)和不定式 `ἐνσχολάζειν`(用于消遣/度过闲暇)。在后半句 `ταύτην δὲ`(而这一广场)中,省略了动词 `τίθεμεν` 及其带有的不定式含义,直接与介词短语 `πρὸς τὰς ἀναγκαίας πράξεις`(为了必需的交易)相连。
  3. 1331b26ἐπεὶ δὲ δύʼ ἐστὶν ἐν οἷς γίγνεται τὸ εὖ πᾶσι — 该句以一个由 `ἐπεὶ`(因为/既然)引导的极长从句开始(1331b26-40),其中夹杂了长篇的括号插入语(1331b29-38)。在语法上,这构成了一个破格句(anacoluthon),因为未能出现对应于从属连词 `ἐπεὶ` 的常规主句,而是直接以 `ὅτι μὲν οὖν... φανερόν`(……是显而易见的)重组并完成了全句的陈述。

引用这一段

亚里士多德, 政治学 §7.1331b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1331b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。