§7.1330aἀλλὰ τῇ χρήσει φιλικῶς γινομένῃ κοινήν, οὔτʼ ἀπορεῖν οὐθένα τῶν πολιτῶν τροφῆς.
而是应当通过友好的使用来使其成为公有的,并且使市民中的任何人都不会缺乏食物。
περὶ συσσιτίων τε συνδοκεῖ πᾶσι χρήσιμον εἶναι ταῖς εὖ κατεσκευασμέναις πόλεσιν ὑπάρχειν· διʼ ἣν δʼ αἰτίαν συνδοκεῖ καὶ ἡμῖν, ὕστερον ἐροῦμεν.
关于共同进餐,所有人都同意这对于组织良好的城邦是有益的;至于为什么我们也表示赞同,我们将在以后说明。
δεῖ δὲ τούτων κοινωνεῖν πάντας τοὺς πολίτας, οὐ ῥᾴδιον δὲ τοὺς ἀπόρους ἀπὸ τῶν ἰδίων τε εἰσφέρειν τὸ συντεταγμένον καὶ διοικεῖν τὴν ἄλλην οἰκίαν.
所有的市民都应当参与其中,但贫困者要从自己的私有财产中拨出规定的份额,同时还要维持其余的家计,这并不容易。
ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς δαπανήματα κοινὰ πάσης τῆς πόλεώς ἐστιν.
此外,用于神祗的开支是整个城邦公共承担的。
ἀναγκαῖον τοίνυν εἰς δύο μέρη διῃρῆσθαι τὴν χώραν, καὶ τὴν μὲν εἶναι κοινὴν τὴν δὲ τῶν ἰδιωτῶν, καὶ τούτων ἑκατέραν διῃρῆσθαι δίχα πάλιν, τῆς μὲν κοινῆς τὸ μὲν ἕτερον μέρος εἰς τὰς πρὸς τοὺς θεοὺς λειτουργίας τὸ δὲ ἕτερον εἰς τὴν τῶν συσσιτίων δαπάνην, τῆς δὲ τῶν ἰδιωτῶν τὸ ἕτερον μέρος τὸ πρὸς τὰς ἐσχατιάς, τὸ δὲ ἕτερον πρὸς πόλιν, ἵνα δύο κλήρων ἑκάστῳ νεμηθέντων ἀμφοτέρων τῶν τόπων πάντες μετέχωσιν.
因此,必须将土地分为两个部分,一部分是公共的,另一部分是私人的,而这两部分中的每一部分又都要再次一分为二。 公共土地中的一部分用于对神祗的奉仕,另一部分用于共同进餐的开支;私人土地中的一部分朝向边境,另一部分则朝向城市,这样,由于每个人都分配到两个地块,所有人都可以分享这两个地方。
τό τε γὰρ ἴσον οὕτως ἔχει καὶ τὸ δίκαιον καὶ τὸ πρὸς τοὺς ἀστυγείτονας πολέμους ὁμονοητικώτερον.
因为这样不仅体现了平等与正义,而且在面对与邻国的战争时能够更加和睦一致。
ὅπου γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, οἱ μὲν ὀλιγωροῦσι τῆς πρὸς τοὺς ὁμόρους ἔχθρας, οἱ δὲ λίαν φροντίζουσι καὶ παρὰ τὸ καλόν.
因为在不采取这种方式的地方,有些人会轻视与邻邦的敌对关系,而另一些人则过分担忧,甚至违背了高尚。
διὸ παρʼ ἐνίοις νόμος ἐστὶ τοὺς γειτνιῶντας τοῖς ὁμόροις μὴ συμμετέχειν βουλῆς τῶν πρὸς αὐτοὺς πολέμων, ὡς διὰ τὸ ἴδιον οὐκ ἂν δυναμένους βουλεύσασθαι καλῶς.
因此,在某些国家有一条法律,规定邻近国境的人不得参与关于对邻国战争的决议,因为人们认为他们由于个人私利而无法做出妥善的决议。
τὴν μὲν οὖν χώραν ἀνάγκη διῃρῆσθαι τὸν τρόπον τοῦτον διὰ τὰς προειρημένας αἰτίας·
因此,由于上述原因,领土必须以这种方式进行划分。
τοὺς δὲ γεωργήσοντας μάλιστα μέν, εἰ δεῖ κατʼ εὐχήν, δούλους εἶναι, μήτε ὁμοφύλων πάντων μήτε θυμοειδῶν (οὕτω γὰρ ἂν πρός τε τὴν ἐργασίαν εἶεν χρήσιμοι καὶ πρὸς τὸ μηδὲν νεωτερίζειν ἀσφαλεῖς), δεύτερον δὲ βαρβάρους περιοίκους παραπλησίους τοῖς εἰρημένοις τὴν φύσιν, τούτων δὲ τοὺς μὲν ἐν τοῖς ἰδίοις εἶναι τῶν κεκτημένων τὰς οὐσίας, τοὺς δʼ ἐπὶ τῇ κοινῇ γῇ κοινούς.
至于那些将要耕种土地的人,如果可以如愿的话,最好应当是奴隶,他们既不能全都是同族,也不能是脾气暴躁的(因为这样他们既有利于劳作,又在不进行叛乱方面是安全的);其次应当是性质与前述奴隶相似的蛮族周边居民。 在这些人中,一部分应当在私有土地上属于财产所有者,另一部分则在公共土地上是公有的。
τίνα δὲ δεῖ τρόπον χρῆσθαι δούλοις, καὶ διότι βέλτιον πᾶσι τοῖς δούλοις ἆθλον προκεῖσθαι τὴν ἐλευθερίαν, ὕστερον ἐροῦμεν.
至于应当以何种方式对待奴隶,以及为什么向所有奴隶提供自由作为奖赏是更好的,我们将在以后说明。
τὴν δὲ πόλιν ὅτι μὲν δεῖ κοινὴν εἶναι τῆς ἠπείρου τε καὶ τῆς θαλάττης καὶ τῆς χώρας ἁπάσης ὁμοίως ἐκ τῶν ἐνδεχομένων, εἴρηται πρότερον·
另一方面,关于城市,在可能的情况下,它应当同样是连接陆地、海洋以及整个领土的便利之地,这在以前已经说过。
αὐτῆς δὲ προσάντη τὴν θέσιν εὔχεσθαι δεῖ κατατυγχάνειν πρὸς τέτταρα βλέποντας, πρῶτον μὲν ὡς ἀναγκαῖον πρὸς ὑγίειαν (αἵ τε γὰρ πρὸς ἕω τὴν ἔγκλισιν ἔχουσαι καὶ πρὸς τὰ πνεύματα τὰ πνέοντα ἀπὸ τῆς ἀνατολῆς ὑγιεινότεραι, δεύτερον δʼ αἱ κατὰ βορέαν· εὐχείμεροι γὰρ αὗται μᾶλλον)·
而对于城市本身的立地,我们应当祈求获得一个理想的位置,这需要考虑到四个方面:首先,作为必不可少的一点,就是健康(因为那些向东倾斜并面向从东方吹来的风的城市更为健康,其次是面向北风的城市,因为这些城市在冬季气候更为适宜)。