§7.1329bἐν Αἰγύπτῳ τε γὰρ ἔχει τὸν τρόπον τοῦτον ἔτι καὶ νῦν, τά τε περὶ τὴν Κρήτην, τὰ μὲν οὖν περὶ Αἴγυπτον Σεσώστριος, ὥς φασιν, οὕτω νομοθετήσαντος, Μίνω δὲ τὰ περὶ Κρήτην.
因为在埃及,事情甚至直到今天也是这种情形,克里特的情况也类似;据说,埃及的制度是塞索斯特里斯这样立法的,而克里特的是由米诺斯立法的。
ἀρχαία δὲ ἔοικεν εἶναι καὶ τῶν συσσιτίων ἡ τάξις, τὰ μὲν περὶ Κρήτην γενόμενα περὶ τὴν Μίνω βασιλείαν, τὰ δὲ περὶ τὴν Ἰταλίαν πολλῷ παλαιότερα τούτων.
共同进餐的制度似乎也十分古老,克里特的产生于米诺斯统治时期,而意大利的则比这些要古老得多。
φασὶ γὰρ οἱ λόγιοι τῶν ἐκεῖ κατοικούντων Ἰταλόν τινα γενέσθαι βασιλέα τῆς Οἰνωτρίας, ἀφʼ οὗ τό τε ὄνομα μεταβαλόντας Ἰταλοὺς ἀντʼ Οἰνωτρῶν κληθῆναι καὶ τὴν ἀκτὴν ταύτην τῆς Εὐρώπης Ἰταλίαν τοὔνομα λαβεῖν, ὅση τετύχηκεν ἐντὸς οὖσα τοῦ κόλπου τοῦ Σκυλλητικοῦ καὶ τοῦ Λαμητικοῦ· ἀπέχει δὲ ταῦτα ἀπʼ ἀλλήλων ὁδὸν ἡμισείας ἡμέρας.
因为据当地居民中博古通今的人说,有一位名叫伊塔路斯的人成为了俄诺特里亚的国王,他们因他而改变了名称,被称为意大利人而不再是俄诺特里亚人,并且欧洲的这一半岛也获得了意大利的名字,即介于斯库拉提克湾和拉梅提克湾之间的所有地方;而这两个海湾彼此相距半天的路程。
τοῦτον δὴ λέγουσι τὸν Ἰταλὸν νομάδας τοὺς Οἰνωτροὺς ὄντας ποιῆσαι γεωργούς, καὶ νόμους ἄλλους τε αὐτοῖς θέσθαι καὶ τὰ συσσίτια καταστῆσαι πρῶτον· διὸ καὶ νῦν ἔτι τῶν ἀπʼ ἐκείνου τινὲς χρῶνται τοῖς συσσιτίοις καὶ τῶν νόμων ἐνίοις.
他们说,正是这位伊塔路斯,使原本是游牧民的俄诺特里亚人成为了农夫,不仅为他们制定了其他法律,而且最先确立了共同进餐制度;因此,直到今天,他的一些后代仍在使用共同进餐和其中的一些法律。
ᾤκουν δὲ τὸ μὲν πρὸς τὴν Τυρρηνίαν Ὀπικοὶ καὶ πρότερον καὶ νῦν καλούμενοι τὴν ἐπωνυμίαν Αὔσονες, τὸ δὲ πρὸς τὴν Ἰαπυγίαν καὶ τὸν Ἰόνιον Χῶνες, τὴν καλουμένην Σύρτιν· ἦσαν δὲ καὶ οἱ Χῶνες Οἰνωτροὶ τὸ γένος.
居住在面向泰勒尼亚(伊特鲁里亚)一侧的是奥皮卡人,他们以前和现在都被称为阿乌索内斯人,居住在面向伊亚皮吉亚和伊奥尼亚海一侧、即被称为叙尔蒂斯的地方的是乔尼亚人;乔尼亚人在族源上也是俄诺特里亚人。
ἡ μὲν οὖν τῶν συσσιτίων τάξις ἐντεῦθεν γέγονε πρῶτον, ὁ δὲ χωρισμὸς ὁ κατὰ γένος τοῦ πολιτικοῦ πλήθους ἐξ Αἰγύπτου· πολὺ γὰρ ὑπερτείνει τοῖς χρόνοις τὴν Μίνω βασιλείαν ἡ Σεσώστριος.
因此,共同进餐的制度最初是从那里产生的,而将公民大众按阶层区分则是从埃及开始的;因为塞索斯特里斯的统治在时间上远远超过了米诺斯的统治。
σχεδὸν μὲν οὖν καὶ τὰ ἄλλα δεῖ νομίζειν εὑρῆσθαι πολλάκις ἐν τῷ πολλῷ χρόνῳ, μᾶλλον δʼ ἀπειράκις.
因此,几乎可以认为,其他许多事物也在漫长的岁月中被多次、或者更确切地说是无数次地发现过。
τὰ μὲν γὰρ ἀναγκαῖα τὴν χρείαν διδάσκειν εἰκὸς αὐτήν, τὰ δʼ εἰς εὐσχημοσύνην καὶ περιουσίαν ὑπαρχόντων ἤδη τούτων εὔλογον λαμβάνειν τὴν αὔξησιν· ὥστε καὶ τὰ περὶ τὰς πολιτείας οἴεσθαι δεῖ τὸν αὐτὸν ἔχειν τρόπον.
因为必要的事物很可能是由需要本身所教会的,而用于体面和富足的事物,则在这些必要事物已经具备的情况下获得增长是合理的;所以必须认为,关于政体的事情也是同样的情况。
ὅτι δὲ πάντα ἀρχαῖα, σημεῖον τὰ περὶ Αἴγυπτόν ἐστιν· οὗτοι γὰρ ἀρχαιότατοι μὲν δοκοῦσιν εἶναι, νόμων δὲ τετυχήκασιν ἀεὶ καὶ τάξεως πολιτικῆς.
而一切都是古老的,这一点的证据就是埃及的情况;因为他们被认为是最古老的民族,并且一直拥有法律和政治秩序。
διὸ δεῖ τοῖς μὲν εὑρημένοις ἱκανῶς χρῆσθαι, τὰ δὲ παραλελειμμένα πειρᾶσθαι ζητεῖν.
因此,对于已经发现的事物应当充分加以利用,而对于遗漏的事物,则必须尝试去探求。
ὅτι μὲν οὖν δεῖ τὴν χώραν εἶναι τῶν ὅπλα κεκτημένων καὶ τῶν τῆς πολιτείας μετεχόντων, εἴρηται πρότερον, καὶ διότι τοὺς γεωργοῦντας αὐτῶν ἑτέρους εἶναι δεῖ, καὶ πόσην τινὰ χρὴ καὶ ποίαν εἶναι τὴν χώραν· περὶ δὲ τῆς διανομῆς καὶ τῶν γεωργούντων, τίνας καὶ ποίους εἶναι χρή, λεκτέον πρῶτον, ἐπειδὴ οὔτε κοινήν φαμεν εἶναι δεῖν τὴν κτῆσιν ὥσπερ τινὲς εἰρήκασιν,
那么,土地必须属于拥有武器和参与政体的人,这一点在前面已经说过了,以及为什么耕种土地的人必须与他们不同,还有土地应该多大和是什么样的;但是关于土地的分配和耕种者,他们应该是什么人和什么样的人,必须首先加以讨论,因为我们说过,财产不应当是共有的,正如某些人所说的那样,