Humanitext Reader

亚里士多德 · 政治学 §7.1329a

依年龄分配公民职责以及财产所有与祭司职位

第 131 段,共 155 段 · 希腊语

内容简介

论述了闲暇对于培养美德和参与政治生活的重要性,规定军事和审议职能应当由同一批市民在不同的年龄阶段轮流担任,财产必须属于公民,并由退役市民担任祭司。此外,指出将城邦按功能阶层划分的做法是一项古老的传统。

§7.1329a(δεῖ γὰρ σχολῆς καὶ πρὸς τὴν γένεσιν τῆς ἀρετῆς καὶ πρὸς τὰς πράξεις τὰς πολιτικάς).
(因为无论对于美德的产生还是对于政治活动,都需要闲暇)。
ἐπεὶ δὲ καὶ τὸ πολεμικὸν καὶ τὸ βουλευόμενον περὶ τῶν συμφερόντων καὶ κρῖνον περὶ τῶν δικαίων ἐνυπάρχει καὶ μέρη φαίνεται τῆς πόλεως μάλιστα ὄντα, πότερον ἕτερα καὶ ταῦτα θετέον ἢ τοῖς αὐτοῖς ἀποδοτέον ἄμφω;
由于战斗阶层和审议利益与裁决公正的阶层都存在于城邦之中,并且显然是城邦最重要的组成部分,那么是将这两者也设定为彼此不同的人,还是应该把两者都赋予给同一群人呢?
φανερὸν δὲ καὶ τοῦτο, διότι τρόπον μέν τινα τοῖς αὐτοῖς τρόπον δέ τινα καὶ ἑτέροις.
这一点也是显而易见的:在某种意义上属于同一群人,但在另一种意义上属于不同的人。
ᾗ μὲν γὰρ ἑτέρας ἀκμῆς ἑκάτερον τῶν ἔργων, καὶ τὸ μὲν δεῖται φρονήσεως τὸ δὲ δυνάμεως, ἑτέροις· ᾗ δὲ τῶν ἀδυνάτων ἐστὶ τοὺς δυναμένους βιάζεσθαι καὶ κωλύειν, τούτους ὑπομένειν ἀρχομένους ἀεί, ταύτῃ δὲ τοῖς αὐτοῖς.
因为就这两项工作分别属于不同的生命全盛期,且一者需要智慧、另一者需要力量而言,它们属于不同的人;但是,就那些拥有强迫和阻止能力的人不可能永远甘心处于被统治者的地位而言,在此意义上它们属于同一群人。
οἱ γὰρ τῶν ὅπλων κύριοι καὶ τοῦ μένειν ἢ μὴ μένειν κύριοι τὴν πολιτείαν.
因为掌握武器的人,也就是掌握着政体存续与否的主宰。
λείπεται τοίνυν τοῖς αὐτοῖς μὲν ἀμφοτέροις ἀποδιδόναι τὴν πολιτείαν ταύτην, μὴ ἅμα δέ, ἀλλʼ ὥσπερ πέφυκεν ἡ μὲν δύναμις ἐν νεωτέροις, ἡ δὲ φρόνησις ἐν πρεσβυτέροις εἶναὶ, ἔοικεν οὕτως ἀμφοῖν νενεμῆσθαι συμφέρειν καὶ δίκαιόν ἐστιν· ἔχει γὰρ αὕτη ἡ διαίρεσις τὸ κατʼ ἀξίαν.
因此,剩下来的办法就是把这一政体分配给相同的两组人,但不是同时,而是正如自然所赋予的那样,力量在年轻人身上,而智慧在年长者身上,因此这样分配给两者似乎是有利且公正的;因为这种划分具有合乎价值的性质。
ἀλλὰ μὴν καὶ τὰς κτήσεις δεῖ εἶναι περὶ τούτους.
再者,财产也必须属于这些人。
ἀναγκαῖον γὰρ εὐπορίαν ὑπάρχειν τοῖς πολίταις, πολῖται δὲ οὗτοι.
因为公民必须拥有丰足的资财,而这些人正是公民。
τὸ γὰρ βάναυσον οὐ μετέχει τῆς πόλεως, οὐδʼ ἄλλο οὐθὲν γένος ὃ μὴ τῆς ἀρετῆς δημιουργόν ἐστιν.
因为匠人阶层并不参与城邦,其他任何不从事美德创造的阶层也同样如此。
τοῦτο δὲ δῆλον ἐκ τῆς ὑποθέσεως· τὸ μὲν γὰρ εὐδαιμονεῖν ἀναγκαῖον ὑπάρχειν μετὰ τῆς ἀρετῆς, εὐδαίμονα δὲ πόλιν οὐκ εἰς μέρος τι βλέψαντας δεῖ λέγειν αὐτῆς, ἀλλʼ εἰς πάντας τοὺς πολίτας.
而这一点从假设中就可以明显看出;因为幸福必然与美德并存,而我们要称城邦为幸福,不能只看着它的某一部分,而必须看着所有的公民。
φανερὸν δὲ καὶ ὅτι δεῖ τὰς κτήσεις εἶναι τούτων, εἴπερ ἀναγκαῖον εἶναι τοὺς γεωργοὺς δούλους ἢ βαρβάρους περιοίκους.
同样显而易见的是,财产必须属于这些人,如果农夫必然是奴隶或者是蛮族的周边依附民的话。
λοιπὸν δʼ ἐκ τῶν καταριθμηθέντων τὸ τῶν ἱερέων γένος.
在列举的各项中,剩下的是祭司阶层。
φανερὰ δὲ καὶ ἡ τούτων τάξις.
而他们的安排也是显而易见的。
οὔτε γὰρ γεωργὸν οὔτε βάναυσον ἱερέα καταστατέον (ὑπὸ γὰρ τῶν πολιτῶν πρέπει τιμᾶσθαι τοὺς θεούς)· ἐπεὶ δὲ διῄρηται τὸ πολιτικὸν εἰς δύο μέρη, τοῦτʼ ἐστὶ τό τε ὁπλιτικὸν καὶ τὸ βουλευτικόν, πρέπει δὲ τήν τε θεραπείαν ἀποδιδόναι τοῖς θεοῖς καὶ τὴν ἀνάπαυσιν ἔχειν περὶ αὐτοὺς τοὺς διὰ τὸν χρόνον ἀπειρηκότας, τούτοις ἂν εἴη τὰς περὶ αὐτοὺς ἱερωσύνας ἀποδοτέον.
因为既不能立农夫也不能立匠人为祭司(因为神明理应受到公民的敬奉);既然公民阶层已被划分为两个部分,即重装步兵和审议阶层,而向神明献祭以及那些因岁月而年老体衰的人在神明身边获得安息是相称的,那么就应当把关乎神明的祭司职位赋予这些人。
ὧν μὲν τοίνυν ἄνευ πόλις οὐ συνίσταται καὶ ὅσα μέρη πόλεως, εἴρηται (γεωργοὺς μὲν γὰρ καὶ τεχνίτας καὶ πᾶν τὸ θητικὸν ἀναγκαῖον ταῖς πόλεσιν, μέρη δὲ τῆς πόλεως τό τε ὁπλιτικὸν καὶ βουλευτικόν), καὶ κεχώρισται δὴ τούτων ἕκαστον, τὸ μὲν ἀεὶ τὸ δὲ κατὰ μέρος.
因此,那些没有它们城邦就无法建立的事物,以及城邦的组成部分有哪些,都已经说过了(因为农夫、工匠和所有的雇工阶层对城邦来说是必不可少的,而城邦的组成部分则是重装步兵和审议阶层);而且事实上这些部分的每一个都被区分开了,有的是永久地区分,有的则是轮流区分。
ἔοικε δὲ οὐ νῦν οὐδὲ νεωστὶ τοῦτʼ εἶναι γνώριμον τοῖς περὶ πολιτείας φιλοσοφοῦσιν, ὅτι δεῖ διῃρῆσθαι χωρὶς κατὰ γένη τὴν πόλιν καὶ τό τε μάχιμον ἕτερον εἶναι καὶ τὸ γεωργοῦν.
这似乎既不是今天也不是最近才被那些探讨政体的哲学者们所认识的:城邦必须按照阶层分别划分,且战斗阶层必须与耕作阶层不同。

词汇与语法注释

  1. 1329a7τρόπον μέν τινα τοῖς αὐτοῖς τρόπον δέ τινα καὶ ἑτέροις — 从前文的 `ἀποδοτέον ἄμφω` 中省略了形容词/动词 `ἀποδοτέον`(应当赋予)。这是一个逻辑上的关键转折点,引导出通过时间上(年龄上)的交替,来解决表面上矛盾的要求(因不同能力的成熟期不同而属于不同的人,因权力制衡而必须属于同一群人)的结论。
  2. 1329a9τῶν ἀδυνάτων ¦10¦ ἐστὶ τοὺς δυναμένους βιάζεσθαι καὶ κωλύειν, τούτους ὑπομένειν ἀρχομένους ἀεί — `τῶν ἀδυνάτων ἐστίν` 是一个非人称表达,意为“属于不可能的事”。在“对格加不定式”结构中,不定式是 `ὑπομένειν`(忍受/甘心于),其逻辑主语是对格代词 `τούτους`(这些人),指向前文的 `τοὺς δυναμένους βιάζεσθαι καὶ κωλύειν`(能够强迫和阻止的人)。`ἀρχομένους`(被统治)是修饰 `τούτους` 的现在分词。
  3. 1329a14ὥσπερ πέφυκεν ἡ ¦15¦ μὲν δύναμις ἐν νεωτέροις, ἡ δὲ φρόνησις ἐν πρεσβυτέροις εἶναὶ, ἔοικεν οὕτως ἀμφοῖν νενεμῆσθαι συμφέρειν — 被动完成时不定式 `νενεμῆσθαι`(已被分配)嵌套在非人称结构 `ἔοικεν ... συμφέρειν`(似乎是有利的)之中。`ἀμφοῖν`(属格/与格双数)在语法上充当与格,意为“给两者(即年轻者和年长者)”。被分配的隐含主语在上下文中是两项职能(军事与审议)。

引用这一段

亚里士多德, 政治学 §7.1329a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1329a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。