§7.1328bἄλλον γὰρ τρόπον καὶ διʼ ἄλλων ἕκαστοι τοῦτο θηρεύοντες τούς τε βίους ἑτέρους ποιοῦνται καὶ τὰς πολιτείας.
因为每个人以不同的方式和不同的手段追求这一点,从而使他们各自的生活方式和政体也各不相同。
ἐπισκεπτέον δὲ καὶ πόσα ταυτί ἐστιν ὧν ἄνευ πόλις οὐκ ἂν εἴη· καὶ γὰρ ἃ λέγομεν εἶναι μέρη πόλεως ἐν τούτοις ἂν εἴη, διὸ ἀναγκαῖον ὑπάρχειν.
此外还必须考察,那些没有它们城邦就无法存在的事物究竟有多少;因为我们所说的城邦组成部分也必然包含在这些事物之中,因此它们的存在是必不可少的。
ληπτέον τοίνυν τῶν ἔργων τὸν ἀριθμόν· ἐκ τούτων γὰρ ἔσται δῆλον.
因此,我们必须掌握这些职能的数量;因为从这些之中事情将会明朗。
πρῶτον μὲν οὖν ὑπάρχειν δεῖ τροφήν, ἔπειτα τέχνας (πολλῶν γὰρ ὀργάνων δεῖται τὸ ζῆν), τρίτον δὲ ὅπλα (τοὺς γὰρ κοινωνοῦντας ἀναγκαῖον καὶ ἐν αὑτοῖς ἔχειν ὅπλα πρός τε τὴν ἀρχήν, τῶν ἀπειθούντων χάριν, καὶ πρὸς τοὺς ἔξωθεν ἀδικεῖν ἐπιχειροῦντας), ἔτι χρημάτων τινὰ εὐπορίαν, ὅπως ἔχωσι καὶ πρὸς τὰς καθʼ αὑτοὺς χρείας καὶ πρὸς τὰς πολεμικάς, πέμπτον δὲ καὶ πρῶτον τὴν περὶ τὸ θεῖον ἐπιμέλειαν, ἣν καλοῦσιν ἱερατείαν, ἕκτον δὲ τὸν ἀριθμὸν καὶ πάντων ἀναγκαιότατον κρίσιν περὶ τῶν συμφερόντων καὶ τῶν δικαίων τῶν πρὸς ἀλλήλους.
首先必须有食物;其次是各种手艺(因为生活需要许多工具);第三是武器(因为共同体成员必须在自己内部拥有武器,既是为了维护统治以对付不服从者,也是为了对抗企图从外部作恶的人);此外,还需要一定数量的财富,以便既能满足他们自身的需求,也能满足战争的需要;第五,也是最重要的,是对神圣事物的敬奉,人们称之为祭司职能;第六,就数目而言,且是其中最必不可少的,是对彼此之间利益和公正的裁决。
τὰ μὲν οὖν ἔργα ταῦτʼ ἐστὶν ὧν δεῖται πᾶσα πόλις ὡς εἰπεῖν (ἡ γὰρ πόλις πλῆθός ἐστιν οὐ τὸ τυχὸν ἀλλὰ πρὸς ζωὴν αὔταρκες, ὥς φαμεν, ἐὰν δέ τι τυγχάνῃ τούτων ἐκλεῖπον, ἀδύνατον ἁπλῶς αὐτάρκη τὴν κοινωνίαν εἶναι ταύτην)·
那么,这些可以说是每一个城邦都需要的职能(因为城邦并不是任意人群的聚集,正如我们所说,而是一个在生活上自给自足的多数群体,如果这些职能中恰好有任何一项缺失,这个共同体就绝对不可能达到自给自足)。
ἀνάγκη τοίνυν κατὰ τὰς ἐργασίας ταύτας συνεστάναι πόλιν· δεῖ ἄρα γεωργῶν τʼ εἶναι πλῆθος, οἳ παρασκευάσουσι τὴν τροφήν, καὶ τεχνίτας, καὶ τὸ μάχιμον, καὶ τὸ εὔπορον, καὶ ἱερεῖς, καὶ κριτὰς τῶν ἀναγκαίων καὶ συμφερόντων.
因此,城邦必然要根据这些职业活动来构建;因而必须有提供食物的农夫群体、工匠、战斗阶层、富裕阶层、祭司,以及裁决必要和有利事务的法官。
διωρισμένων δὲ τούτων λοιπὸν σκέψασθαι πότερον πᾶσι κοινωνητέον πάντων τούτων (ἐνδέχεται γὰρ τοὺς αὐτοὺς ἅπαντας εἶναι καὶ γεωργοὺς καὶ τεχνίτας καὶ τοὺς βουλευομένους καὶ δικάζοντας), ἢ καθʼ ἕκαστον ἔργον τῶν εἰρημένων ἄλλους ὑποθετέον, ἢ τὰ μὲν ἴδια τὰ δὲ κοινὰ τούτων ἐξ ἀνάγκης ἐστίν.
在规定了这些之后,剩下的就是考察,是所有人都要参与所有这些活动(因为同一些人既是农夫、工匠,又是进行议事和裁决的人,这在技术上是可能的),还是应当为上述每项职能设定不同的人,亦或是其中某些职能必然是专属的,而另一些则是共同的。
οὐκ ἐν πάσῃ δὲ ταὐτὸ πολιτείᾳ.
然而,在并非每一种政体中都是相同的。
καθάπερ γὰρ εἴπομεν, ἐνδέχεται καὶ πάντας κοινωνεῖν πάντων καὶ μὴ πάντας πάντων ἀλλὰ τινὰς τινῶν.
因为正如我们所说,既可能所有人参与所有事务,也可能并非所有人参与所有事务、而是某些人参与某些事务。
ταῦτα γὰρ καὶ ποιεῖ τὰς πολιτείας ἑτέρας· ἐν μὲν γὰρ ταῖς δημοκρατίαις μετέχουσι πάντες πάντων, ἐν δὲ ταῖς ὀλιγαρχίαις τοὐναντίον.
正是这些差异使得政体各不相同;因为在民主制中,所有人参与所有事务,而在寡头制中则相反。
ἐπεὶ δὲ τυγχάνομεν σκοποῦντες περὶ τῆς ἀρίστης πολιτείας, αὕτη δʼ ἐστὶ καθʼ ἣν ἡ πόλις ἂν εἴη μάλιστʼ εὐδαίμων, τὴν δʼ εὐδαιμονίαν ὅτι χωρὶς ἀρετῆς ἀδύνατον ὑπάρχειν εἴρηται πρότερον, φανερὸν ἐκ τούτων ὡς ἐν τῇ κάλλιστα πολιτευομένῃ πόλει καὶ τῇ κεκτημένῃ δικαίους ἄνδρας ἁπλῶς, ἀλλὰ μὴ πρὸς τὴν ὑπόθεσιν, οὔτε βάναυσον βίον οὔτʼ ἀγοραῖον δεῖ ζῆν τοὺς πολίτας (ἀγεννὴς γὰρ ὁ τοιοῦτος βίος καὶ πρὸς ἀρετὴν ὑπεναντίος), οὐδὲ δὴ γεωργοὺς εἶναι τοὺς μέλλοντας ἔσεσθαι
既然我们正在考察最适宜的政体,而这正是使城邦能够最为幸福的政体,并且先前已经说过,没有美德就不可能有幸福,那么显而易见,在治理得最好的城邦以及拥有绝对公正(而非仅针对某种特定体制而言的公正)之人的城邦中,公民既不应该过工匠的生活,也不应该过商人的生活(因为这种生活是卑下的,且与美德相悖),而且,那些将要成为农夫的人也不应该是农夫。