§7.1328aσημεῖον δέ· πρὸς γὰρ τοὺς συνήθεις καὶ φίλους ὁ θυμὸς αἴρεται μᾶλλον ἢ πρὸς τοὺς ἀγνῶτας, ὀλιγωρεῖσθαι νομίσας.
这就是一个证明:因为当气概认为自己受到轻视时,它对熟人和朋友的激起程度要远超过对陌生人。
διὸ καὶ Ἀρχίλοχος προσηκόντως τοῖς φίλοις ἐγκαλῶν διαλέγεται πρὸς τὸν θυμόν· "
σὺ γὰρ δὴ παρὰ φίλων ἀπάγχεαι.
因此,阿尔基洛科斯在谴责他的朋友们时,也极为贴切地对自己的气概说道: “因为你确是被朋友们掐住了脖子。
"
καὶ τὸ ἄρχον δὲ καὶ τὸ ἐλεύθερον ἀπὸ τῆς δυνάμεως ταύτης ὑπάρχει πᾶσιν· ἀρχικὸν γὰρ καὶ ἀήττητον ὁ θυμός.
” 而且,统治的能力和自由的身份,对于所有人来说都是从这一能力中产生的;因为气概具有统治性且不可战胜。
οὐ καλῶς δʼ ἔχει λέγειν χαλεποὺς εἶναι πρὸς τοὺς ἀγνῶτας· πρὸς οὐθένα γὰρ εἶναι χρὴ τοιοῦτον, οὐδέ εἰσιν οἱ μεγαλόψυχοι τὴν φύσιν ἄγριοι, πλὴν πρὸς τοὺς ἀδικοῦντας.
然而,说对陌生人应当冷酷是不对的;因为对任何人都不应当如此,那些天性崇高的人也并非生来粗暴,除非是对那些作恶之人。
τοῦτο δὲ μᾶλλον ἔτι πρὸς τοὺς συνήθεις πάσχουσιν, ὅπερ εἴρηται πρότερον, ἂν ἀδικεῖσθαι νομίσωσιν.
正如先前所说,如果他们认为自己受到了不公正的对待,他们对熟人会产生更强烈的这种反应。
καὶ τοῦτο συμβαίνει κατὰ λόγον· παρʼ οἷς γὰρ ὀφείλεσθαι τὴν εὐεργεσίαν ὑπολαμβάνουσι, πρὸς τῷ βλάβει καὶ ταύτης ἀποστερεῖσθαι νομίζουσιν· ὅθεν εἴρηται
"
χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν
"
καὶ
"
οἵ τοι πέρᾳ στέρξαντες, οἵδε καὶ πέρᾳ
μισοῦσιν.
而这确实是合乎情理的;因为在那些他们认为理应欠他们恩惠的人那里,除了遭受损失之外,他们还认为自己被剥夺了这一恩惠;因此人们说:“因为兄弟之间的战争是残酷的,” 以及:“那些爱得过深的人,往往也恨得最深。
"
περὶ μὲν οὖν τῶν πολιτευομένων, πόσους τε ὑπάρχειν δεῖ καὶ ποίους τινὰς τὴν φύσιν, ἔτι δὲ τὴν χώραν πόσην τέ τινα καὶ ποίαν τινά, διώρισται σχεδόν (οὐ γὰρ τὴν αὐτὴν ἀκρίβειαν δεῖ ζητεῖν διά τε τῶν λόγων καὶ τῶν γιγνομένων διὰ τῆς αἰσθήσεως).
” 关于参与政治的公民,其人数应当是多少,天性应当如何,以及领土应当有多大,性质应当如何,现在已大致规定完毕(因为在理论讨论和感官呈现的实际事物中,我们不应当寻求同样程度的精确性)。
ἐπεὶ δʼ ὥσπερ τῶν ἄλλων τῶν κατὰ φύσιν συνεστώτων οὐ ταῦτά ἐστι μόρια τῆς ὅλης συστάσεως ὧν ἄνευ τὸ ὅλον οὐκ ἂν εἴη, δῆλον ὡς οὐδὲ πόλεως μέρη θετέον ὅσα ταῖς πόλεσιν ἀναγκαῖον ὑπάρχειν, οὐδʼ ἄλλης κοινωνίας οὐδεμιᾶς ἐξ ἧς ἕν τι τὸ γένος (ἓν γάρ τι καὶ κοινὸν εἶναι δεῖ καὶ ταὐτὸ τοῖς κοινωνοῖς, ἄν τε ἴσον ἄν τε ἄνισον μεταλαμβάνωσιν)· οἷον εἴτε τροφὴ τοῦτό ἐστιν εἴτε χώρας πλῆθος εἴτʼ ἄλλο τι τῶν τοιούτων ἐστίν.
既然正如其他依自然而构建的事物一样,那些没有它们整体就无法存在的东西,并不就是整体结构的组成部分,那么显而易见,既不应当将城邦生存所必需的一切东西都视作城邦的组成部分,也不应视作由其构成单一类属的任何其他共同体的部分(因为对于共同参与者来说,无论他们分得的分量是相等还是不等,都必须有某种单一的、共同且同一的事物存在);例如这无论是食物、领土的面积,还是其他此类事物。
ὅταν δʼ ᾖ τὸ μὲν τούτου ἕνεκεν τὸ δʼ οὗ ἕνεκεν, οὐθέν γε τούτοις κοινὸν ἀλλʼ ἢ τῷ μὲν ποιῆσαι τῷ δὲ λαβεῖν·
但当一者是为了这一目的、而另一者则是那一目的之所在时,这两者之间除了由一者制造而另一者接受之外,就没有任何共同之处。
λέγω δʼ οἷον ὀργάνῳ τε παντὶ πρὸς τὸ γιγνόμενον ἔργον καὶ τοῖς δημιουργοῖς· οἰκίᾳ γὰρ πρὸς οἰκοδόμον οὐθέν ἐστιν ὃ γίγνεται κοινόν, ἀλλʼ ἔστι τῆς οἰκίας χάριν ἡ τῶν οἰκοδόμων τέχνη.
我的意思是,例如,任何工具与其生产的成果之间的关系,以及其与工匠的关系;因为在房屋和建筑师之间没有产生任何共同的东西,而是建筑师的技术为了房屋而存在。
διὸ κτήσεως μὲν δεῖ ταῖς πόλεσιν, οὐδὲν δʼ ἐστὶν ἡ κτῆσις μέρος τῆς πόλεως· πολλὰ δʼ ἔμψυχα μέρη τῆς κτήσεώς ἐστιν·
因此,城邦虽然需要财产,但财产绝不是城邦的一部分;而财产中有很多是有生命的部分。
ἡ δὲ πόλις κοινωνία τίς ἐστι τῶν ὁμοίων, ἕνεκεν δὲ ζωῆς τῆς ἐνδεχομένης ἀρίστης.
而城邦则是同等者的某种共同体,是以可能达到的最善生活为目的的。
ἐπεὶ δʼ ἐστὶν εὐδαιμονία τὸ ἄριστον, αὕτη δὲ ἀρετῆς ἐνέργεια καὶ χρῆσίς τις τέλειος, συμβέβηκε δὲ οὕτως ὥστε τοὺς μὲν ἐνδέχεσθαι μετέχειν αὐτῆς τοὺς δὲ μικρὸν ἢ μηδέν, δῆλον ὡς τοῦτʼ αἴτιον τοῦ γίγνεσθαι πόλεως εἴδη καὶ διαφορὰς καὶ πολιτείας πλείους·
既然幸福是最善的东西,而这又是美德的活动和某种完美的运用,而情况恰恰是,有些人能够分享它,而另一些人则只能分享极少或根本不能分享,显而易见,这就是导致城邦出现多种类型和差异、以及多种政体的原因;