§7.1327b(oὐ γὰρ μόνον αὑτοῖς ἀλλὰ καὶ τῶν πλησίον τισὶ δεῖ καὶ φοβεροὺς εἶναι καὶ δύνασθαι βοηθεῖν, ὥσπερ κατὰ γῆν, καὶ κατὰ θάλατταν)· περὶ δὲ πλήθους ἤδη καὶ μεγέθους τῆς δυνάμεως ταύτης πρὸς τὸν βίον ἀποσκεπτέον τῆς πόλεως.
(因为,如同在陆地上一样,在海洋上,他们不仅对于自己,而且对于邻人中的一些人,也必须既是令人畏惧的,又是能够提供援助的);而关于这种力量的数量和规模,我们现在必须结合城邦的生活来进行考察。
εἰ μὲν γὰρ ἡγεμονικὸν καὶ πολιτικὸν ζήσεται βίον, ἀναγκαῖον καὶ ταύτην τὴν δύναμιν ὑπάρχειν πρὸς τὰς πράξεις σύμμετρον.
因为,如果它将过一种领导性的和政治性的生活,那么这种力量也有必要以与其活动相称的规模存在。
τὴν δὲ πολυανθρωπίαν τὴν γιγνομένην περὶ τὸν ναυτικὸν ὄχλον οὐκ ἀναγκαῖον ὑπάρχειν ταῖς πόλεσιν· οὐθὲν γὰρ αὐτοὺς μέρος εἶναι δεῖ τῆς πόλεως.
但是,由于海军人群而产生的人口过剩,对于城邦来说并没有必要存在;因为他们不应当是城邦的任何组成部分。
τὸ μὲν γὰρ ἐπιβατικὸν ἐλεύθερον καὶ τῶν πεζευόντων ἐστίν, ὃ κύριόν ἐστι καὶ κρατεῖ τῆς ναυτιλίας· πλήθους δὲ ὑπάρχοντος περιοίκων καὶ τῶν τὴν χώραν γεωργούντων, ἀφθονίαν ἀναγκαῖον εἶναι καὶ ναυτῶν.
因为陆战海兵是自由人,且属于步兵阶层,他们才是主导并控制航行的人;如果存在着大量的周边居民和耕作领土的农夫,那么也必然会有充足的水手。
ὁρῶμεν δὲ τοῦτο καὶ νῦν ὑπάρχον τισίν, οἷον τῇ πόλει τῶν Ἡρακλεωτῶν· πολλὰς γὰρ ἐκπληροῦσι τριήρεις, κεκτημένοι τῷ μεγέθει πόλιν ἑτέρων ἐμμελεστέραν.
我们看到,今天这也存在于一些城邦中,例如赫拉克利亚人的城邦;因为他们虽然拥有一座规模上比其他城邦更适度的城市,却装备了许多三段桨船。
περὶ μὲν οὖν χώρας καὶ λιμένων τῶν πόλεων καὶ θαλάττης καὶ περὶ τῆς ναυτικῆς δυνάμεως ἔστω διωρισμένα τὸν τρόπον τοῦτον· περὶ δὲ τοῦ πολιτικοῦ πλήθους, τίνα μὲν ὅρον ὑπάρχειν χρή, πρότερον εἴπομεν, ποίους δέ τινας τὴν φύσιν εἶναι δεῖ, νῦν λέγωμεν.
关于城邦的领土、港口、海洋以及海军力量,就以此种方式来规定;至于公民人口,应当存在怎样的限度,我们此前已经说过,而他们在本性上应当是怎样的人,我们现在来谈谈。
σχεδὸν δὴ κατανοήσειεν ἄν τις τοῦτό γε, βλέψας ἐπί τε τὰς πόλεις τὰς εὐδοκιμούσας τῶν Ἑλλήνων καὶ πρὸς πᾶσαν τὴν οἰκουμένην, ὡς διείληπται τοῖς ἔθνεσιν.
事实上,只要看看希腊人中那些声名显赫的城邦,并看看由各个民族划分的整个居住世界,任何人几乎都可以理解这一点。
τὰ μὲν γὰρ ἐν τοῖς ψυχροῖς τόποις ἔθνη καὶ τὰ περὶ τὴν Εὐρώπην θυμοῦ μέν ἐστι πλήρη, διανοίας δὲ ἐνδεέστερα καὶ τέχνης, διόπερ ἐλεύθερα μὲν διατελεῖ μᾶλλον, ἀπολίτευτα δὲ καὶ τῶν πλησίον ἄρχειν οὐ δυνάμενα· τὰ δὲ περὶ τὴν Ἀσίαν διανοητικὰ μὲν καὶ τεχνικὰ τὴν ψυχήν, ἄθυμα δέ, διόπερ ἀρχόμενα καὶ δουλεύοντα διατελεῖ· τὸ δὲ τῶν Ἑλλήνων γένος, ὥσπερ μεσεύει κατὰ τοὺς τόπους, οὕτως ἀμφοῖν μετέχει.
因为寒冷地区的民族和欧洲周围的民族虽然充满了激情,但在理智和技术上较为欠缺,因此他们虽然保持着较高的自由度,却缺乏政治组织,也无法统治邻人;而亚洲周围的民族在灵魂上虽有理智和技术,却缺乏激情,因此他们一直处于被统治和奴役的状态;然而希腊人的种族,正如他们在地理上居于中间一样,也兼备这两者。
καὶ γὰρ ἔνθυμον καὶ διανοητικόν ἐστιν· διόπερ ἐλεύθερόν τε διατελεῖ καὶ βέλτιστα πολιτευόμενον καὶ δυνάμενον ἄρχειν πάντων, μιᾶς τυγχάνον πολιτείας.
因为他们既有激情又有理智;因此他们不仅保持着自由,而且治理得最好,如果能获得一个统一的政体,甚至能够统治所有人。
τὴν αὐτὴν δʼ ἔχει διαφορὰν καὶ τὰ τῶν Ἑλλήνων ἔθνη πρὸς ἄλληλα· τὰ μὲν γὰρ ἔχει τὴν φύσιν μονόκωλον, τὰ δὲ εὖ κέκραται πρὸς ἀμφοτέρας τὰς δυνάμεις ταύτας.
而希腊人各民族之间也存在同样的差异;因为有些民族具有单肢性的(偏颇的)本性,而另一些民族则在这两种能力上调和得很好。
φανερὸν τοίνυν ὅτι δεῖ διανοητικούς τε εἶναι καὶ θυμοειδεῖς τὴν φύσιν τοὺς μέλλοντας εὐαγώγους ἔσεσθαι τῷ νομοθέτῃ πρὸς τὴν ἀρετήν.
显而易见,那些将要被立法者轻易引导向美德的人,在本性上必须既有理智又有激情。
ὅπερ γάρ φασί τινες δεῖν ὑπάρχειν τοῖς φύλαξι, τὸ φιλητικοὺς μὲν εἶναι τῶν γνωρίμων πρὸς δὲ τοὺς ἀγνῶτας ἀγρίους, ὁ θυμός ἐστιν ὁ ποιῶν τὸ φιλητικόν· αὕτη γάρ ἐστιν ἡ τῆς ψυχῆς δύναμις ᾗ φιλοῦμεν.
因为正如有些人所说,守护者应当具备的品质,即对熟人友好而对陌生人粗暴,正是“激情”产生了这种友好;因为这就是我们用来去爱的灵魂力量。