Humanitext Reader

亚里士多德 · 政治学 §7.1325b

实践生活的优越性与理想城邦的前提条件

第 124 段,共 155 段 · 希腊语

内容简介

论证了幸福即是善行,因而实践性的生活对城邦和个人而言都是最优秀的,并阐明不涉及外部对象的纯粹思辨与设计本身也是最高度实践性的。随后,转入对建立理想城邦所需的外部前提条件(如人口与领土)的探讨。

§7.1325bεἴπερ ὑπάρξει τοῖς ἀποστεροῦσι καὶ βιαζομένοις τὸ τῶν ὄντων αἱρετώτατον· ἀλλʼ ἴσως οὐχ οἷόν τε ὑπάρχειν, ἀλλʼ ὑποτίθενται τοῦτο ψεῦδος.
如果对于剥夺他人并施加暴力的人来说,确实可以拥有存在之物中最值得选择的东西;但这也许是不可能的,而他们所做的这种假设是虚假的。
οὐ γὰρ ἔτι καλὰς τὰς πράξεις ἐνδέχεται εἶναι τῷ μὴ διαφέροντι τοσοῦτον ὅσον ἀνὴρ γυναικὸς ἢ πατὴρ τέκνων ἢ δεσπότης δούλων· ὥστε ὁ παραβαίνων οὐθὲν ἂν τηλικοῦτον κατορθώσειεν ὕστερον ὅσον ἤδη παρεκβέβηκε τῆς ἀρετῆς.
因为对于一个与他人没有像丈夫与妻子、父亲与孩子、或主人与奴隶那样巨大差别的人来说,其行动便不再可能高尚;因此,侵犯者此后无论如何也无法通过善行来补偿他已经偏离美德的程度。
τοῖς γὰρ ὁμοίοις τὸ καλὸν καὶ τὸ δίκαιον ἐν τῷ ἐν μέρει, τοῦτο γὰρ ἴσον καὶ ὅμοιον· τὸ δὲ μὴ ἴσον τοῖς ἴσοις καὶ τὸ μὴ ὅμοιον τοῖς ὁμοίοις παρὰ φύσιν, οὐδὲν δὲ τῶν παρὰ φύσιν καλόν.
因为在平等的人之间,高尚和公正就在于轮流统治,因为这就是平等和相同;但对于平等的人给予不平等,对于相同的人给予不相同,则是违反自然尊严的,而在违反自然的事物中,没有任何东西是高尚的。
διὸ κἂν ἄλλος τις ᾖ κρείττων κατʼ ἀρετὴν καὶ κατὰ δύναμιν τὴν πρακτικὴν τῶν ἀρίστων, τούτῳ καλὸν ἀκολουθεῖν καὶ τούτῳ πείθεσθαι δίκαιον.
因此,如果另有他人在美德以及实践最善事物的能力上更为优越,服从他是高尚的,听从他是公正的。
δεῖ δʼ οὐ μόνον ἀρετὴν ἀλλὰ καὶ δύναμιν ὑπάρχειν, καθʼ ἣν ἔσται πρακτικός.
但是不仅需要拥有美德,还需要拥有力量,凭此力量他才是实践性的。
ἀλλʼ εἰ ταῦτα λέγεται καλῶς καὶ τὴν εὐδαιμονίαν εὐπραγίαν θετέον, καὶ κοινῇ πάσης πόλεως ἂν εἴη καὶ καθʼ ἕκαστον ἄριστος βίος ὁ πρακτικός.
但是,如果这些说法是正确的,且必须将幸福视为“做好事(善行)”,那么无论是对于整个城邦还是对于每个个人,实践性的生活都是最好的。
ἀλλὰ τὸν πρακτικὸν οὐκ ἀναγκαῖον εἶναι πρὸς ἑτέρους, καθάπερ οἴονταί τινες, οὐδὲ τὰς διανοίας εἶναι μόνας ταύτας πρακτικάς, τὰς τῶν ἀποβαινόντων χάριν γιγνομένας ἐκ τοῦ πράττειν, ἀλλὰ πολὺ μᾶλλον τὰς αὐτοτελεῖς καὶ τὰς αὑτῶν ἕνεκεν θεωρίας καὶ διανοήσεις· ἡ γὰρ εὐπραξία τέλος, ὥστε καὶ πρᾶξίς τις.
然而,实践性的生活并不必然指向他人,正如某些人所认为的那样,也不仅是那些为了行动带来的结果而产生的思考才是实践性的,相反,那些自我完结、且为了自身目的而进行的观照和思考,要远远更为实践性;因为做好事本身就是目的,因而也是一种活动。
μάλιστα δὲ καὶ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν πράξεων τοὺς ταῖς διανοίαις ἀρχιτέκτονας.
不仅如此,在外部活动中,我们也把那些用思考进行总体规划指导的人,最本源地称为“在活动”。
ἀλλὰ μὴν οὐδʼ ἀπρακτεῖν ἀναγκαῖον τὰς καθʼ αὑτὰς πόλεις ἱδρυμένας καὶ ζῆν οὕτω προῃρημένας· ἐνδέχεται γὰρ κατὰ μέρη καὶ τοῦτο συμβαίνειν· πολλαὶ γὰρ κοινωνίαι πρὸς ἄλληλα τοῖς μέρεσι τῆς πόλεώς εἰσιν.
再者,那些独立存在的、且选择如此生活的城邦,也并不必然处于不活动状态;因为这也有可能在各个部分中发生;因为城邦的各个部分之间存在着许多彼此的交往。
ὁμοίως δὲ τοῦτο ὑπάρχει καὶ καθʼ ἑνὸς ὁτουοῦν τῶν ἀνθρώπων· σχολῇ γὰρ ἂν ὁ θεὸς εἶχε καλῶς καὶ πᾶς ὁ κόσμος, οἷς οὐκ εἰσὶν ἐξωτερικαὶ πράξεις παρὰ τὰς οἰκείας τὰς αὐτῶν.
同样的情况也适用于任何一个个人;因为否则神和整个宇宙就很难处于美好的状态了,因为对于他们而言,除了他们自身的固有活动之外,并没有外部活动存在。
ὅτι μὲν οὖν τὸν αὐτὸν βίον ἀναγκαῖον εἶναι τὸν ἄριστον ἑκάστῳ τε τῶν ἀνθρώπων καὶ κοινῇ ταῖς πόλεσι καὶ τοῖς ἀνθρώποις, φανερόν ἐστιν.
因此,显而易见,相同的生命对于每个人以及对于城邦和人类共同体而言,都必然是最好的。
ἐπεὶ δὲ πεφροιμίασται τὰ νῦν εἰρημένα περὶ αὐτῶν, καὶ περὶ τὰς ἄλλας πολιτείας ἡμῖν τεθεώρηται πρότερον, ἀρχὴ τῶν λοιπῶν εἰπεῖν πρῶτον ποίας τινὰς δεῖ τὰς ὑποθέσεις εἶναι περὶ τῆς μελλούσης κατʼ εὐχὴν συνεστάναι πόλεως.
既然关于这些问题的上述内容已作了序论,且我们此前也已经对其他国制进行了考察,那么余下部分的起点就是首先探讨对于根据祈愿(理想)所建立的城邦,应当确立何种前提(基础条件)。
οὐ γὰρ οἷόν τε πολιτείαν γενέσθαι τὴν ἀρίστην ἄνευ συμμέτρου χορηγίας.
因为如果没有适度的外部资源供给,最优秀的国制是不可能实现的。
διὸ δεῖ πολλὰ προϋποτεθεῖσθαι καθάπερ εὐχομένους, εἶναι μέντοι μηθὲν τούτων ἀδύνατον· λέγω δὲ οἷον περί τε πλήθους πολιτῶν καὶ χώρας.
因此,我们必须像祈祷一样预先设定许多条件,但这些条件绝不能有任何一项是不可能的;我所指的是,例如关于公民的数量和领土。
ὥσπερ γὰρ καὶ τοῖς ἄλλοις δημιουργοῖς, οἷον ὑφάντῃ καὶ ναυπηγῷ,
因为正如对于其他工匠,例如织手和造船工一样,

词汇与语法注释

  1. 1325b1εἴπερ ὑπάρξει — 连词 `εἴπερ` 与直陈式将来时 `ὑπάρξει` 结合引入条件从句。此处暂时假定反对者的前提(即通过暴力掠夺他人者拥有最值得选择之物)成立,随后在紧接着的句子中指出其不可能性,以此进行反驳。
  2. 1325b3τῷ μὴ διαφέροντι — 一个与格分词,作为无人称动词 `ενδέχεται` 所支配的不定式 `εἶναι` 的逻辑主语。指代在自然本性上与他人并没有足够大差异(以至于能合理化其统治地位)的人。
  3. 1325b6ἂν κατορθώσειεν — 语气助词 `ἄν` 与不定过去时祈愿式的结合,构成潜能祈愿式。表达一种强烈的可能性否定,强调侵犯者此后绝不可能做出足够高尚的善行,来弥补其起初背离美德的严重程度。
  4. 1325b28σχολῇ γὰρ ἂν... εἶχε — 名词衍生的副词 `σχολῇ`(意为“几乎不、很难”)与直陈式过去未完成时 `εἶχε` 及助词 `ἄν` 结合,构成违实条件句的归结部。借此反驳了“活动必定是向外的”这一观点,指出若果真如此,神与整个宇宙便绝不可能处于完满幸福的状态。

引用这一段

亚里士多德, 政治学 §7.1325b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1325b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。