Humanitext Reader

亚里士多德 · 政治学 §7.1325a

作为行动的幸福与关于政治生活的论争

第 123 段,共 155 段 · 希腊语

内容简介

作者将最优国制与自给自足城邦的幸福相联系,并引入了关于政治生活与自由生活孰优孰劣的争论,强调幸福本质上在于行动。

§7.1325aἣ πολιτεύεται δηλονότι καλῶς, εἴπερ ἐνδέχεται πόλιν οἰκεῖσθαί που καθʼ ἑαυτὴν νόμοις χρωμένην σπουδαίοις, ἧς τῆς πολιτείας ἡ σύνταξις οὐ πρὸς πόλεμον οὐδὲ πρὸς τὸ κρατεῖν ἔσται τῶν πολεμίων· μηθὲν γὰρ ὑπαρχέτω τοιοῦτον.
如果一个城邦确实有可能在某处独立存在,采用优秀的法律,那么它显然治理得很好,其国制的组织既不是为了战争,也不是为了支配敌人;因为我们不假定有任何此类事物存在。
δῆλον ἄρα ὅτι πάσας τὰς πρὸς τὸν πόλεμον ἐπιμελείας καλὰς μὲν θετέον, οὐχ ὡς τέλος δὲ πάντων ἀκρότατον, ἀλλʼ ἐκείνου χάριν ταύτας.
因此,很明显,对于战争的所有关注固然必须被视为高尚的,但并非所有事物的至高目的,而是为了那个目的。
τοῦ δὲ νομοθέτου τοῦ σπουδαίου ἐστὶ τὸ θεάσασθαι πόλιν καὶ γένος ἀνθρώπων καὶ πᾶσαν ἄλλην κοινωνίαν, ζωῆς ἀγαθῆς πῶς μεθέξουσι καὶ τῆς ἐνδεχομένης αὐτοῖς εὐδαιμονίας.
而一位优秀的立法者的职责,就是考察一个城邦、人类的一个种族以及任何其他共同体,如何共同分享美好的生活以及他们所可能获得的幸福。
διοίσει μέντοι τῶν ταττομένων ἔνια νομίμων· καὶ τοῦτο τῆς νομοθετικῆς ἐστιν ἰδεῖν, ἐάν τινες ὑπάρχωσι γειτνιῶντες, ποῖα πρὸς ποίους ἀσκητέον ἢ πῶς τοῖς καθήκουσι πρὸς ἑκάστους χρηστέον.
然而,所制定的某些法规将有所不同;这也是立法技术所应当看到的,如果存在邻人,那么对于何种人应该进行何种训练,或者如何对每个人采取合宜的措施。
ἀλλὰ τοῦτο μὲν κἂν ὕστερον τύχοι τῆς προσηκούσης σκέψεως, πρὸς τί τέλος δεῖ τὴν ἀρίστην πολιτείαν συντείνειν·
不过,关于最优秀的国制应当指向何种目的的问题,即便留待以后再进行适当的考察也无妨。
πρὸς δὲ τοὺς ὁμολογοῦντας μὲν τὸν μετʼ ἀρετῆς εἶναι βίον αἱρετώτατον, διαφερομένους δὲ περὶ τῆς χρήσεως αὐτοῦ, λεκτέον ἡμῖν πρὸς ἀμφοτέρους αὐτούς (οἱ μὲν γὰρ ἀποδοκιμάζουσι τὰς πολιτικὰς ἀρχάς, νομίζοντες τὸν τοῦ ἐλευθέρου βίον ἕτερόν τινα εἶναι τοῦ πολιτικοῦ καὶ πάντων αἱρετώτατον, οἱ δὲ τοῦτον ἄριστον·
至于那些一方面同意伴随美德的生活是最值得选择的,但在其具体应用上存在分歧的人,我们必须对这两者进行说明。 因为有些人排斥政治公职,认为自由人的生活是与政治生活不同的另一种生活,且是所有生活里最值得选择的,而另一些人则认为后者是最好的;因为一个无所作为的人是不可能做好事的,而做好事与幸福是同一回事。
ἀδύνατον γὰρ τὸν μηθὲν πράττοντα πράττειν εὖ, τὴν δʼ εὐπραγίαν καὶ τὴν εὐδαιμονίαν εἶναι ταὐτόν) ὅτι τὰ μὲν ἀμφότεροι λέγουσιν ὀρθῶς τὰ δὲ οὐκ ὀρθῶς, οἱ μὲν ὅτι ὁ τοῦ ἐλευθέρου βίος τοῦ δεσποτικοῦ ἀμείνων.
对于他们,我们必须说,双方说对了一部分,说错了一部分。 前者说自由人的生活优于专制的生活是正确的。
τοῦτο γὰρ ἀληθές· οὐθὲν γὰρ τό γε δούλῳ ᾗ δοῦλος χρῆσθαι σεμνόν· ἡ γὰρ ἐπίταξις ἡ περὶ τῶν ἀναγκαίων οὐδενὸς μετέχει τῶν καλῶν.
因为这是真实的;作为奴隶使用奴隶并没有什么庄严可言,因为关于必需事务的命令并不分享任何高尚的事。
τὸ μέντοι νομίζειν πᾶσαν ἀρχὴν εἶναι δεσποτείαν οὐκ ὀρθόν· οὐ γὰρ ἔλαττον διέστηκεν ἡ τῶν ἐλευθέρων ἀρχὴ τῆς τῶν δούλων ἢ αὐτὸ τὸ φύσει ἐλεύθερον τοῦ φύσει δούλου.
然而,认为一切统治都是专制统治是不正确的;因为统治自由人与统治奴隶之间的区别,不亚于天然自由人与天然奴隶之间的区别。
διώρισται δὲ περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς πρώτοις λόγοις.
这些问题在第一部分的论述中已经得到了充分的界定。
τὸ δὲ μᾶλλον ἐπαινεῖν τὸ ἀπρακτεῖν τοῦ πράττειν οὐκ ἀληθές· ἡ γὰρ εὐδαιμονία πρᾶξίς ἐστιν, ἔτι δὲ πολλῶν καὶ καλῶν τέλος ἔχουσιν αἱ τῶν δικαίων καὶ σωφρόνων πράξεις.
另一方面,称赞无所作为甚于行动是不真实的;因为幸福就是行动,而且公正和节制之人的行动以许多美妙而高尚的事物为目的。
καίτοι τάχʼ ἂν ὑπολάβοι τις τούτων οὕτω διωρισμένων ὅτι τὸ κύριον εἶναι πάντων ἄριστον· οὕτω γὰρ ἂν πλείστων καὶ καλλίστων κύριος εἴη πράξεων.
然而,在这些问题得到如此界定之后,也许有人会认为拥有对一切事物的支配权是最好的;因为这样一来,人就能成为最大多数和最高尚行动的主人。
ὥστε οὐ δεῖν τὸν δυνάμενον ἄρχειν παριέναι τῷ πλησίον, ἀλλὰ μᾶλλον ἀφαιρεῖσθαι, καὶ μήτε πατέρα παίδων μήτε παῖδας πατρὸς μήθʼ ὅλως φίλον φίλου μηθένα ὑπόλογον ποιεῖσθαι μηδὲ πρὸς τοῦτο φροντίζειν·
因此,有能力统治的人不应当把统治权让给邻人,而应当夺取它,父亲不应当考虑孩子,孩子不应当考虑父亲,总之朋友不应当考虑朋友,也不必为此操心;因为最好的最值得选择,而做好事是最好的。
τὸ γὰρ ἄριστον αἱρετώτατον, τὸ δʼ εὖ πράττειν ἄριστον. τοῦτο μὲν οὖν ἀληθῶς ἴσως λέγουσιν,
关于这一点,他们所说的话也许确实是真的,

词汇与语法注释

  1. 1325aἣ πολιτεύεται — 关系代词 ἣ 是主格阴性单数,指代前文的 μία πόλις。此关系从句与 εἴπερ... 条件从句结合,起到延续上一句并进一步说明的作用。
  2. 1325aἐκείνου χάριν — 指示代词属格 ἐκείνου 指代前文的“幸福”(εὐδαιμονία)。它表明军事准备本身并非目的,而是为了“幸福”这一终极目的。
  3. 1325aτοῦ δὲ νομοθέτου τοῦ σπουδαίου ἐστὶ τὸ θεάσασθαι — 属格短语 τοῦ νομοθέτου τοῦ σπουδαίου 与动词 ἐστίν 及冠词不定式 τὸ θεάσασθαι 连用,表示职责或本分(“优秀立法者的职责在于考察……”)。
  4. 1325aπρὸς δὲ τοὺς ὁμολογοῦντας ... λεκτέον ἡμῖν πρὸς ἀμφοτέρους αὐτούς — λεκτέον 是动词 λέγω 的中性单数动形容词,与表示施事者的与格 ἡμῖν 连用,构成无人称句,表示义务(“我们必须对……说明”)。介词短语 πρὸς τοὺς ὁμολογοῦντας... 和 πρὸς ἀμφοτέρους αὐτούς 都指向阐述的对象。
  5. 1325aἀδύνατον γὰρ τὸν μηθὲν πράττοντα πράττειν εὖ — 现时分词宾格 τὸν μηθὲν πράττοντα(无所作为的人)用作不定式 πράττειν εὖ(做好事/善行)的主语。

引用这一段

亚里士多德, 政治学 §7.1325a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1325a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。