§6.1318bἢ γὰρ ἀποκληρωτέον ἢ ἄλλο τι τοιοῦτον ποιητέον.
因为必须通过抽签决定,或者采取其他类似的办法。
ἀλλὰ περὶ μὲν τοῦ ἴσου καὶ τοῦ δικαίου, κἂν ᾖ πάνυ χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν περὶ αὐτῶν, ὅμως ῥᾷον τυχεῖν ἢ συμπεῖσαι τοὺς δυναμένους πλεονεκτεῖν·
然而,关于平等和公正,即使极难发现关于它们的真理,但无论如何,获得它总比说服那些有能力贪得无厌的人更为容易。
ἀεὶ γὰρ ζητοῦσι τὸ ἴσον καὶ τὸ δίκαιον οἱ ἥττους, οἱ δὲ κρατοῦντες οὐδὲν φροντίζουσιν.
因为弱者总是寻求平等和公正,而统治者则毫不关心。
δημοκρατιῶν δʼ οὐσῶν τεττάρων βελτίστη μὲν ἡ πρώτη τάξει, καθάπερ ἐν τοῖς πρὸ τούτων ἐλέχθη λόγοις· ἔστι δὲ καὶ ἀρχαιοτάτη πασῶν αὕτη.
在四种民主政体中,按顺序最好的是第一种,正如在以前的讨论中所说的那样;而且这也是所有民主政体中最古老的。
λέγω δὲ πρώτην ὥσπερ ἄν τις διέλοι τοὺς δήμους.
我所说的“第一种”,是指有人对民众进行分类时的意义。
βέλτιστος γὰρ δῆμος ὁ γεωργικός ἐστιν, ὥστε καὶ ποιεῖν ἐνδέχεται δημοκρατίαν ὅπου ζῇ τὸ πλῆθος ἀπὸ γεωργίας ἢ νομῆς.
因为最好的民众是从事农业的民众,所以,在多数人以农业或牧业为生的地区,也可以建立民主政体。
διὰ μὲν γὰρ τὸ μὴ πολλὴν οὐσίαν ἔχειν ἄσχολος, ὥστε μὴ πολλάκις ἐκκλησιάζειν διὰ δὲ τὸ ἔχειν τἀναγκαῖα πρὸς τοῖς ἔργοις διατρίβουσι καὶ τῶν ἀλλοτρίων οὐκ ἐπιθυμοῦσιν, ἀλλʼ ἥδιον αὐτοῖς τὸ ἐργάζεσθαι τοῦ πολιτεύεσθαι καὶ ἄρχειν, ὅπου ἂν μὴ ᾖ λήμματα μεγάλα ἀπὸ τῶν ἀρχῶν.
因为他们没有很多财产,所以很忙碌,以至于不能经常召开民会;而因为拥有生活必需品,所以他们专注于自己的工作,不觊觎他人的财产。 相反,对他们来说,只要无法从官职中获得巨大的不当利益,从事劳作比参与国政和担任官职更为惬意些。
οἱ γὰρ πολλοὶ μᾶλλον ὀρέγονται τοῦ κέρδους ἢ τῆς τιμῆς.
因为大多数人渴望利益甚于渴望荣誉。
σημεῖον δέ· καὶ γὰρ τὰς ἀρχαίας τυραννίδας ὑπέμενον καὶ τὰς ὀλιγαρχίας ὑπομένουσιν, ἐάν τις αὐτοὺς ἐργάζεσθαι μὴ κωλύῃ μηδʼ ἀφαιρῆται μηθέν· ταχέως γὰρ οἱ μὲν πλουτοῦσιν αὐτῶν οἱ δʼ οὐκ ἀποροῦσιν.
其证据是:只要没有人阻止他们劳作,或者剥夺他们的任何东西,他们不仅能忍受古代的僭主政体,而且也能忍受当前的寡头政体;因为他们中的一部分人很快就富裕起来,而其他人也不会陷入困境。
ἔτι δὲ τὸ κυρίους εἶναι τοῦ ἑλέσθαι καὶ εὐθύνειν ἀναπληροῖ τὴν ἔνδειαν, εἴ τι φιλοτιμίας ἔχουσιν, ἐπεὶ παρʼ ἐνίοις δήμοις, κἂν μὴ μετέχωσι τῆς αἱρέσεως τῶν ἀρχῶν ἀλλά τινες αἱρετοὶ κατὰ μέρος ἐκ πάντων, ὥσπερ ἐν Μαντινείᾳ, τοῦ δὲ βουλεύεσθαι κύριοι ὦσιν, ἱκανῶς ἔχει τοῖς πολλοῖς· καὶ δεῖ νομίζειν καὶ τοῦτʼ εἶναι σχῆμά τι δημοκρατίας, ὥσπερ ἐν Μαντινείᾳ ποτʼ ἦν.
此外,拥有选举和审计的主权填补了不足,如果他们有任何求名之心的话。 因为在某些民众国家中,即使他们不参与官职的选出,而只是由某些被选出的人轮流从所有人中产生,就像在曼蒂内亚那样,但如果他们拥有审议的主权,这对大多数人来说也就足够了;而且必须认为,这也是民主政体的一种形式,正如以前在曼蒂内亚那样。
διὸ δὴ καὶ συμφέρον ἐστὶ τῇ πρότερον ῥηθείσῃ δημοκρατίᾳ καὶ ὑπάρχειν εἴωθεν, αἱρεῖσθαι μὲν τὰς ἀρχὰς καὶ εὐθύνειν καὶ δικάζειν πάντας, ἄρχειν δὲ τὰς μεγίστας αἱρετοὺς καὶ ἀπὸ τιμημάτων, τὰς μείζους ἀπὸ μειζόνων, ἢ καὶ ἀπὸ τιμημάτων μὲν μηδεμίαν, ἀλλὰ τοὺς δυναμένους.
因此,对于刚才提到的民主政体来说,既有益且通常存在的是:由所有人选举官职、审计并担任裁判,而最重要的官职则通过选举产生并根据财产资格担任,较高的官职由较大的财产资格者担任,或者没有任何官职基于财产资格,而是由有能力的人担任。
ἀνάγκη δὲ πολιτευομένους οὕτω πολιτεύεσθαί καλῶς (αἱ τε γὰρ ἀρχαὶ ἀεὶ διὰ τῶν βελτίστων ἔσονται, τοῦ δήμου βουλομένου καὶ τοῖς ἐπιεικέσιν οὐ φθονοῦντος), καὶ τοῖς ἐπιεικέσι καὶ γνωρίμοις ἀρκοῦσαν εἶναι ταύτην τὴν τάξιν·
而以此方式治理国政的人,必然会治理得很好(因为由于民众的意愿且不嫉妒贤能之人,官职将始终由最优秀的人担任),而且这一秩序对贤能之士和名门望族来说也是满意的。
ἄρξονται γὰρ οὐχ ὑπʼ ἄλλων χειρόνων, καὶ ἄρξουσι δικαίως διὰ τὸ τῶν εὐθυνῶν εἶναι κυρίους ἑτέρους.
因为他们不会被比自己低劣的人所统治,而且由于其他人掌握着审计的主权,他们也会公正地进行统治。
τὸ γὰρ ἐπανακρέμασθαι, καὶ μὴ πᾶν ἐξεῖναι ποιεῖν ὅ τι ἂν δόξῃ, συμφέρον ἐστίν· ἡ γὰρ ἐξουσία τοῦ πράττειν ὅ τι ἂν ἐθέλῃ τις οὐ δύναται φυλάττειν τὸ ἐν ἑκάστῳ τῶν ἀνθρώπων φαῦλον.
因为有所约束,且不被允许为所欲为,是有益的;因为为所欲为的自由无法防范每个人心中的邪恶。