Humanitext Reader

亚里士多德 · 政治学 §6.1317b

民主政体中自由的定义与制度特征

第 111 段,共 155 段 · 希腊语

内容简介

阐明民主政体中“自由”的定义,即轮流统治以及按意愿生活,并系统列举了由此衍生出的民主制具体特征(如抽签制、取消财产资格限制、短期任期、发放公共津贴等)。

§6.1317bτούτου γὰρ στοχάζεσθαί φασι πᾶσαν δημοκρατίαν)·
因为人们说所有的民主政体都以此为目标)。
ἐλευθερίας δὲ ἓν μὲν τὸ ἐν μέρει ἄρχεσθαι καὶ ἄρχειν.
而自由的一个要素是轮流受治和治理。
καὶ γὰρ τὸ δίκαιον τὸ δημοτικὸν τὸ ἴσον ἔχειν ἐστὶ κατὰ ἀριθμὸν ἀλλὰ μὴ κατʼ ἀξίαν, τούτου δʼ ὄντος τοῦ δικαίου τὸ πλῆθος ἀναγκαῖον εἶναι κύριον, καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι, τοῦτʼ εἶναι τέλος καὶ τοῦτʼ εἶναι τὸ δίκαιον· φασὶ γὰρ δεῖν ἴσον ἔχειν ἕκαστον τῶν πολιτῶν·
因为平民的公正就是按人口数量而非按价值来享有平等,在这种公正存在的情况下,大众必然掌握主权,并且凡是多数人决定了的事情,这就是终极决定,这就是公正;因为人们说,每一个公民都应当享有平等的份额。
ὥστε ἐν ταῖς δημοκρατίαις συμβαίνει κυριωτέρους εἶναι τοὺς ἀπόρους τῶν εὐπόρων· πλείους γάρ εἰσι, κύριον δὲ τὸ τοῖς πλείοσι δόξαν.
因此在民主政体中,穷人往往比富人更掌握主权;因为他们人数更多,而多数人的决定拥有主权。
ἓν μὲν οὖν τῆς ἐλευθερίας σημεῖον τοῦτο, ὃν τίθενται πάντες οἱ δημοτικοὶ τῆς πολιτείας ὅρον·
那么,这是自由的一个标志,所有民主派都将其作为政体的定义。
ἓν δὲ τὸ ζῆν ὡς βούλεταί τις.
另一个标志是按自己的意愿生活。
τοῦτο γὰρ τῆς ἐλευθερίας ἔργον εἶναί φασιν, εἴπερ τοῦ δουλεύοντος τὸ ζῆν μὴ ὡς βούλεται.
因为人们说这是自由的作用,如果说奴隶的特征就是不按自己的意愿生活的话。
τῆς μὲν οὖν δημοκρατίας ὅρος οὗτος δεύτερος· ἐντεῦθεν δʼ ἐλήλυθε τὸ μὴ ἄρχεσθαι, μάλιστα μὲν ὑπὸ μηθενός, εἰ δὲ μή, κατὰ μέρος, καὶ συμβάλλεται ταύτῃ πρὸς τὴν ἐλευθερίαν τὴν κατὰ τὸ ἴσον.
那么,这是民主政体的第二个定义;由此产生了不受治理的要求,最好是不受任何人治理,如果不行,就轮流受治,而这正有助于实现基于平等的自由。
τούτων δʼ ὑποκειμένων καὶ τοιαύτης οὔσης τῆς ἀρχῆς τὰ τοιαῦτα δημοτικά· τὸ αἱρεῖσθαι τὰς ἀρχὰς πάντας ἐκ πάντων, τὸ ἄρχειν πάντας μὲν ἑκάστου ἕκαστον δʼ ἐν μέρει πάντων, τὸ κληρωτὰς εἶναι τὰς ἀρχὰς ἢ πάσας ἢ ὅσαι μὴ ἐμπειρίας δέονται καὶ τέχνης, τὸ μὴ ἀπὸ τιμήματος μηθενὸς εἶναι τὰς ἀρχὰς ἢ ὅτι μικροτάτου, τὸ μὴ δὶς τὸν αὐτὸν ἄρχειν μηδεμίαν ἢ ὀλιγάκις ἢ ὀλίγας ἔξω τῶν κατὰ πόλεμον, τὸ ὀλιγοχρονίους εἶναι τὰς ἀρχὰς ἢ πάσας ἢ ὅσας ἐνδέχεται, τὸ δικάζειν πάντας καὶ ἐκ πάντων, καὶ περὶ πάντων, ἢ περὶ τῶν πλείστων καὶ τῶν μεγίστων καὶ τῶν κυριωτάτων, οἷον περὶ εὐθυνῶν καὶ πολιτείας καὶ τῶν ἰδίων συναλλαγμάτων, τὸ τὴν ἐκκλησίαν κυρίαν εἶναι πάντων ἢ τῶν μεγίστων, ἀρχὴν δὲ μηδεμίαν μηθενὸς ἢ ὅτι ὀλιγίστων, ἢ τῶν μεγίστων βουλὴν κυρίαν (τῶν δʼ ἀρχῶν δημοτικώτατον βουλή, ὅπου μὴ μισθοῦ εὐπορία πᾶσιν· ἐνταῦθα γὰρ ἀφαιροῦνται καὶ ταύτης τῆς ἀρχῆς τὴν δύναμιν· εἰς αὑτὸν γὰρ ἀνάγει τὰς κρίσεις πάσας ὁ δῆμος εὐπορῶν μισθοῦ, καθάπερ εἴρηται πρότερον ἐν τῇ μεθόδῳ τῇ πρὸ ταύτης), ἔπειτα τὸ μισθοφορεῖν μάλιστα μὲν πάντας, ἐκκλησίαν δικαστήρια ἀρχάς, εἰ δὲ μή, τὰς ἀρχὰς καὶ τὰ δικαστήρια καὶ τὴν βουλὴν καὶ τὰς ἐκκλησίας τὰς κυρίας, ἢ τῶν ἀρχῶν ἃς ἀνάγκη συσσιτεῖν μετʼ ἀλλήλων.
在这些前提确立、其基本原则如此的情况下,以下就是民主政体的特征:由全体公民从全体公民中选举官职;由全体公民治理每一个人,而每一个人又轮流治理全体公民;官职采用抽签制,或者是全部官职,或者是那些不需要经验和技术的官职;担任官职不设任何财产资格限制,或者仅设极低的资格限制;同一个人不能两次担任同一官职,或者只能极少次地担任,或者除了与战争相关的官职之外,只能担任极少数的官职;官职的任期很短,或者是所有官职,或者是尽可能多的官职;由全体公民,并且从全体公民中选出,对所有案件,或对大多数、最重大、最具主权性的案件(例如关于审计、政体和私人契约的案件)进行裁判;民会对于一切事务或最重大的事务拥有主权,而任何官职都不对任何事务或者仅对极少数事务拥有主权,或者评议会在最重大的事务上拥有主权(在各种官职中,评议会是最具民主色彩的,只要还没有向所有人发放充足的津贴;因为在发放津贴的地方,人们甚至剥夺了这一官职的权力;因为一旦津贴充裕,平民就会把一切裁判都收归自己,正如在这之前的探究中已经谈到的那样);其次,是发放津贴,最好是对所有人——民会、裁判所和官职;如果不行,则对官职、裁判所、评议会以及主要的民会发放,或者对那些必须共同进餐的官职发放。
ἔτι ἐπειδὴ ὀλιγαρχία καὶ γένει καὶ πλούτῳ καὶ παιδείᾳ ὁρίζεται, τὰ δημοτικὰ δοκεῖ τἀναντία τούτων εἶναι, ἀγένεια πενία βαναυσία·
此外,既然寡头政体是以出身、财富和教育来界定的,平民的特征似乎就是这些的对立面:出身卑微、贫困和粗俗。
ἔτι δὲ τῶν ἀρχῶν τὸ μηδεμίαν ἀίδιον εἶναι,
此外,就官职而言,没有任何官职是终身的,

词汇与语法注释

  1. 1317b4τούτου δʼ ¦5¦ ὄντος τοῦ δικαίου — 这是一个独立属格结构,其中指示代词 τούτου 指代前文的“按人口数量享有平等(τὸ ἴσον ἔχειν... κατὰ ἀριθμὸν)”,而 τοῦ δικαίου 作其谓语名词。
  2. 1317b11ὃν τίθενται πάντες οἱ δημοτικοὶ τῆς πολιτείας ὅρον — 关系代词 ὃν 的先行词虽然是中性名词 σημεῖον,但其性、格被关系从句内的谓语名词 ὅρον(阳性)吸引并同化。
  3. 1317b14ἐντεῦθεν δʼ ἐλήλυθε ¦15¦ τὸ μὴ ἄρχεσθαι — 动词 ἐλήλυθε 的主语是带冠词的不定式短语 τὸ μὴ ἄρχεσθαι(不受治理),后面接同位语 μάλιστα μὲν ὑπὸ μηθενός, εἰ δὲ μή, κατὰ μέρος(最好是不受任何人治理,如果不行,就轮流受治)。
  4. 1317b32εἰς αὑτὸν γὰρ ἀνάγει τὰς κρίσεις πάσας ὁ δῆμος εὐπορῶν μισθοῦ — 分词 εὐπορῶν(充裕)表示原因,支配属格 μισθοῦ(津贴)。它说明了因果关系:一旦平民获得了充足的津贴,就会把一切裁判都收归自己(εἰς αὑτὸν ἀνάγει),而不再托付给评议会等其他机构。

引用这一段

亚里士多德, 政治学 §6.1317b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:6.1317b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。