Humanitext Reader

亚里士多德 · 政治学 §6.1316b-6.1317a

政体要素的结合与民主政体的基本原则

第 110 段,共 155 段 · 希腊语

内容简介

作者在总结此前关于政体各组成部分及其毁灭与维护的讨论后,指出不同要素的结合会产生各种交叉和混合政体。随后,他开始探讨如何构建和改良各类民主政体,并着手分析其共同具有的特征以及作为根本前提的“自由”原则。

§6.1316bπόσαι μὲν οὖν διαφοραὶ καὶ τίνες τοῦ τε βουλευτικοῦ καὶ κυρίου τῆς πολιτείας καὶ τῆς περὶ τὰς ἀρχὰς τάξεως καὶ περὶ δικαστηρίων, καὶ ποία πρὸς ποίαν συντέτακται πολιτείαν, ἔτι δὲ περὶ φθορᾶς τε καὶ σωτηρίας τῶν πολιτειῶν, ἐκ ποίων τε γίνεται καὶ διὰ τίνας αἰτίας, εἴρηται πρότερον·
关于审议和掌握城邦主权的部分、官职的配置以及裁判所,存在多少以及何种差异,以及何种政体与何种政体相协调,此外,关于政体的毁灭与维护,它们因何种因素以及何种原因而产生,这些在以前已经谈过。
ἐπεὶ δὲ τετύχηκεν εἴδη πλείω δημοκρατίας ὄντα καὶ τῶν ἄλλων ὁμοίως πολιτειῶν, ἅμα τε περὶ ἐκείνων εἴ τι λοιπόν, οὐ χεῖρον ἐπισκέψασθαι, καὶ τὸν οἰκεῖον καὶ τὸν συμφέροντα τρόπον ἀποδοῦναι πρὸς ἑκάστην.
但是,既然民主政体以及其他政体同样存在着多种形式,那么同时考察关于它们是否还有遗漏的部分,并为每种政体分配适当且有益的方式,这就并非坏事。
ἔτι δὲ καὶ τὰς συναγωγὰς αὐτῶν τῶν εἰρημένων ἐπισκεπτέον πάντων τῶν τρόπων· §6.1317aταῦτα γὰρ συνδυαζόμενα ποιεῖ τὰς πολιτείας ἐπαλλάττειν, ὥστε ἀριστοκρατίας τε ὀλιγαρχικὰς εἶναι καὶ πολιτείας δημοκρατικωτέρας.
此外,语及的这一切方式的结合,也必须予以考察,因为这些要素相结合,会使各种政体互相交错,从而产生寡头制的贵族政体和更具民主色彩的平民政体。
λέγω δὲ τοὺς συνδυασμοὺς οὓς δεῖ μὲν ἐπισκοπεῖν, οὐκ ἐσκεμμένοι δʼ εἰσὶ νῦν, οἷον ἂν τὸ μὲν βουλευόμενον καὶ τὸ περὶ τὰς ἀρχαιρεσίας ὀλιγαρχικῶς ᾖ συντεταγμένον, τὰ δὲ περὶ τὰ δικαστήρια ἀριστοκρατικῶς, ἢ ταῦτα μὲν καὶ τὸ περὶ τὸ βουλευόμενον ὀλιγαρχικῶς, ἀριστοκρατικῶς δὲ τὸ περὶ τὰς ἀρχαιρεσίας, ἢ κατʼ ἄλλον τινὰ τρόπον μὴ πάντα συντεθῇ τὰ τῆς πολιτείας οἰκεῖα.
我所说的结合,是指那些应当予以考察、但目前尚未被研究的结合,例如,如果审议部分和官职选举部分是按寡头制方式配置的,而裁判所部分则是按贵族制方式配置的;或者,裁判所和审议部分是按寡头制方式,而官职选举部分则是按贵族制方式配置的;或者,以其他某种方式,未能将城邦所有的固有要素全部等同地组合在一起。
ποία μὲν οὖν δημοκρατία πρὸς ποίαν ἁρμόττει πόλιν, ὡσαύτως δὲ καὶ ποία τῶν ὀλιγαρχιῶν ποίῳ πλήθει, καὶ τῶν λοιπῶν δὲ πολιτειῶν τίς συμφέρει τίσιν, εἴρηται πρότερον·
那么,何种民主政体适合于何种城邦,同样地,何种寡头政体适合于何种大众,以及其余的政体中哪一种对哪些人有益,这些在以前已经谈过。
ὅμως δʼ ἐπεὶ δεῖ γενέσθαι δῆλον μὴ μόνον ποία τούτων τῶν πολιτειῶν ἀρίστη ταῖς πόλεσιν, ἀλλὰ καὶ πῶς δεῖ κατασκευάζειν καὶ ταύτας καὶ τὰς ἄλλας, ἐπέλθωμεν συντόμως.
然而,既然不仅应当明确这些政体中哪一种对城邦而言是最好的,转换到应当如何构建这些以及其他政体,就让我们简要地探讨一下。
καὶ πρῶτον περὶ δημοκρατίας εἴπωμεν· ἅμα γὰρ καὶ περὶ τῆς ἀντικειμένης πολιτείας φανερόν, αὕτη δʼ ἐστὶν ἣν καλοῦσί τινες ὀλιγαρχίαν.
首先,让我们来谈谈民主政体;因为与此同时,其对立的政体也会变得清晰,而这就是某些人所称的寡头政体。
ληπτέον δὲ πρὸς ταύτην τὴν μέθοδον πάντα τὰ δημοτικὰ καὶ τὰ δοκοῦντα ταῖς δημοκρατίαις ἀκολουθεῖν· ἐκ γὰρ τούτων συντιθεμένων τὰ τῆς δημοκρατίας εἴδη γίνεσθαι συμβαίνει, καὶ πλείους δημοκρατίας μιᾶς εἶναι καὶ διαφόρους.
为了这一探究方法,应当采用一切属于平民的要素以及那些似乎伴随着民主政体的要素;因为由于这些要素的结合,民主政体的各种形式得以产生,并且民主政体不止一种,而是多种多样。
δύο γάρ εἰσιν αἰτίαι διʼ ἅσπερ αἱ δημοκρατίαι πλείους εἰσί, πρῶτον μὲν ἡ λεχθεῖσα πρότερον, ὅτι διάφοροι οἱ δῆμοι (γίνεται γὰρ τὸ μὲν γεωργικὸν πλῆθος, τὸ δὲ βάναυσον καὶ θητικόν· ὧν τοῦ πρώτου τῷ δευτέρῳ προσλαμβανομένου, καὶ τοῦ τρίτου πάλιν τοῖς ἀμφοτέροις, οὐ μόνον διαφέρει τῷ βελτίω καὶ χείρω γίνεσθαι τὴν δημοκρατίαν, ἀλλὰ καὶ τῷ μὴ τὴν αὐτήν), δευτέρα δὲ περὶ ἧς νῦν λέγομεν.
因为民主政体之所以有多种,原因有两个:第一是以前提到过,即平民(德莫斯)是多种多样的(因为存在着农业大众、手工业大众和雇工大众;当第二种加入到第一种中,第三种又加入到前两者中时,这不仅在民主政体变得更好或更坏上有所不同,而且在使其不再是同一种民主政体上也有所不同);第二是我们现在所说的原因。
τὰ γὰρ ταῖς δημοκρατίαις ἀκολουθοῦντα καὶ δοκοῦντʼ εἶναι τῆς πολιτείας οἰκεῖα ταύτης ποιεῖ συντιθέμενα τὰς δημοκρατίας ἑτέρας· τῇ μὲν γὰρ ἐλάττω, τῇ δʼ ἀκολουθήσει πλείονα, τῇ δʼ ἅπαντα ταῦτα.
因为那些伴随着民主政体并似乎是这一政体所特有的要素,在结合之后,会制造出不同的民主政体;因为有些民主政体伴随的要素较少,有些较多,有些则全部伴随。
χρήσιμον δʼ ἕκαστον αὐτῶν γνωρίζειν πρός τε τὸ κατασκευάζειν ἣν ἄν τις αὐτῶν τύχῃ βουλόμενος, καὶ πρὸς τὰς διορθώσεις.
认识其中的每一个要素,对于构建人们可能想要构建的任何一种民主政体,以及对于改进都是有用的。
ζητοῦσι μὲν γὰρ οἱ τὰς πολιτείας καθιστάντες ἅπαντα τὰ οἰκεῖα συναγαγεῖν πρὸς τὴν ὑπόθεσιν, ἁμαρτάνουσι δὲ τοῦτο ποιοῦντες, καθάπερ ἐν τοῖς περὶ τὰς φθορὰς καὶ τὰς σωτηρίας τῶν πολιτειῶν εἴρηται πρότερον.
因为那些建立政体的人试图收集一切符合其前提的固有要素,但他们这样做是犯了错误,正如以前在关于政体的毁灭和维护中已经谈到的那样。
νυνὶ δὲ τὰ ἀξιώματα καὶ τὰ ἤθη καὶ ὧν ἐφίενται λέγωμεν.
现在,让我们来阐述其原则、特征以及它们所追求的目标。
ὑπόθεσις μὲν οὖν τῆς δημοκρατικῆς πολιτείας ἐλευθερία (τοῦτο γὰρ λέγειν εἰώθασιν, ὡς ἐν μόνῃ τῇ πολιτείᾳ ταύτῃ μετέχοντας ἐλευθερίας·
那么,民主政体的根本前提就是自由(因为人们习惯于这样说,仿佛只有在这种政体中,人们才分享自由;

词汇与语法注释

  1. 1316bτοῦ τε βουλευτικού καὶ κυρίου τῆς πολιτείας — 冠词 `τοῦ` 为 `βουλευτικού`(审议部分)和 `κυρίου`(主权部分)共享,表明这两种职能轴线在政体中是紧密联系的,或构成了一个单一的主导机构。`τῆς πολιτείας`(政体的)是修饰这两个名词化形容词(特别是 `κυρίου`)的属格。
  2. 1316bτετύχηκεν εἴδη πλείω δημοκρατίας ὄντα — 动词 `τυγχάνω` 的完成时形式 `τετύχηκεν` 搭配 `εἰμί` 的现在分词 `ὄντα` 的构文。此处并非表示偶然的“碰巧是”,而是用以强调“客观上确实存在着(多种民主政体形式)”这一事实本身。
  3. 1317aοἷον ἂν ... μὴ πάντα συντεθῇ — 表示举例的连词 `οἷον` 后接条件助词 `ἂν` 和虚拟语气(`ᾖ`, `συντεθῇ`),构成“一般性假设(一般条件)”构文。在此处用于引入具体且带有假设性质的例证,意为“例如,如果……这些要素未被结合”。
  4. 1317aὧν τοῦ πρώτου τῷ δευτέρῳ προσλαμβανομένου — 在由属格关系代词 `ὧν`(先行词为前文提及的“多种平民类型”)引导的关系从句内部,嵌套了独立属格构文 `τοῦ πρώτου ... προσλαμβανομένου`(现在分词被动)。其中 `τοῦ πρώτου`(第一种平民,即农业人口)是该独立属格的逻辑主语,表示与其与格 `τῷ δευτέρῳ`(第二种平民)相“结合”的情境。
  5. 1317aὡς ἐν μόνῃ τῇ πολιτείᾳ ταύτῃ μετέχοντας ἐλευθερίας — 助词 `ὡς` 搭配宾格分词 `μετέχοντας` 构成的类似“宾格独立”的构文,或是作为修饰被省略的宾格主语(指代公民)的伴随状况分词。它用于表达世人或民主派的主观主张或理由(“理由是他们仅在这种政体中分享自由”),而非阐述客观事实。

引用这一段

亚里士多德, 政治学 §6.1316b-6.1317a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:6.1316b-6.1317a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。