§5.1316aἐν δὲ τῇ Πολιτείᾳ λέγεται μὲν περὶ τῶν μεταβολῶν ὑπὸ τοῦ Σωκράτους, οὐ μέντοι λέγεται καλῶς.
另一方面,在《国家篇》中,苏格拉底虽然谈到了政体的变迁,然而谈得并不妥当。
τῆς τε γὰρ ἀρίστης πολιτείας καὶ πρώτης οὔσης οὐ λέγει τὴν μεταβολὴν ἰδίως.
因为他没有具体地说明那作为最善且是最原始的政体的变迁。
φησὶ γὰρ αἴτιον εἶναι τὸ μὴ μένειν μηθὲν ἀλλʼ ἔν τινι περιόδῳ μεταβάλλειν, ἀρχὴν δʼ εἶναι τούτων
"ὧν ἐπίτριτος πυθμὴν πεμπάδι συζυγεὶς δύο ἁρμονίας παρέχεται"
, λέγων ὅταν ὁ τοῦ διαγράμματος ἀριθμὸς τούτου γένηται στερεός, ὡς τῆς φύσεώς ποτε φυούσης φαύλους καὶ κρείττους τῆς παιδείας, τοῦτο μὲν οὖν αὐτὸ λέγων ἴσως οὐ κακῶς (ἐνδέχεται γὰρ εἶναί τινας οὓς παιδευθῆναι καὶ γενέσθαι σπουδαίους ἄνδρας ἀδύνατον), ἀλλʼ αὕτη τί ἂν ἴδιος εἴη μεταβολὴ τῆς ὑπʼ ἐκείνου λεγομένης ἀρίστης πολιτείας μᾶλλον ἢ τῶν ἄλλων πασῶν καὶ τῶν γιγνομένων πάντων;
因为他声称其原因在于没有任何事物能够永恒存续,而是在某个周期中发生改变,而这些变化的起点是“其四三分之三的基数与五结合,提供了两种和谐”,他的意思是,当这个几何图形的数目变成立体数时,因为自然在某个时候会生育出低劣的、非教育所能改变的人。 那么,单就说出这一点而言,也许并没有错(因为确实可能存在一些人,他们是无法通过教育而成为优秀的人的),但是,这种变迁为什么更属于他所说的那种最善政体,而不是属于其他一切政体以及所有生成的事物呢?
καὶ διά γε τοῦ χρόνου, διʼ ὃν λέγει πάντα μεταβάλλειν, καὶ τὰ μὴ ἅμα ἀρξάμενα γίγνεσθαι ἅμα μεταβάλλει, οἷον εἰ τῇ προτέρᾳ ἡμέρᾳ ἐγένετο τῆς τροπῆς, ἅμα ἄρα μεταβάλλει;
而且,由于他认为由于时间的作用一切事物都会发生变化,那么甚至那些并非同时开始生成的事物也会同时发生变化。 例如,如果某物是在发生转折的前一天生成的,那么它也会在同一时刻发生变化吗?
πρὸς δὲ τούτοις διὰ τίνʼ αἰτίαν ἐκ ταύτης εἰς τὴν Λακωνικὴν μεταβάλλει;
此外,由于什么原因,它会从这种最善政体转变为拉栖代梦式的政体呢?
πλεονάκις γὰρ εἰς τὴν ἐναντίαν μεταβάλλουσι πᾶσαι αἱ πολιτεῖαι ἢ τὴν σύνεγγυς.
因为所有的政体更多时候是向其相反的政体转变,而不是向其邻近的政体转变。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων μεταβολῶν.
同样的道理也适用于其他变迁。
ἐκ γὰρ τῆς Λακωνικῆς, φησί, μεταβάλλει εἰς τὴν ὀλιγαρχίαν, ἐκ δὲ ταύτης εἰς δημοκρατίαν, εἰς τυραννίδα δὲ ἐκ δημοκρατίας.
因为他说,从拉科尼亚式政体转变为寡头政体,再从寡头政体转变为民主政体,又从民主政体转变为局部的僭主政体。
καίτοι καὶ ἀνάπαλιν μεταβάλλουσιν, οἷον ἐκ δήμου εἰς ὀλιγαρχίαν, καὶ μᾶλλον ἢ εἰς μοναρχίαν.
然而,它们也会向相反方向转变,例如从民主政体转变为寡头政体,而且甚至比转变为君主政体更为常见。
ἔτι δὲ τυραννίδος οὐ λέγει οὔτʼ εἰ ἔσται μεταβολὴ οὔτʼ εἰ μὴ ἔσται, οὔτʼ εἰ ἔσται διὰ τίνʼ αἰτίαν καὶ εἰς ποίαν πολιτείαν, τούτου δʼ αἴτιον ὅτι οὐ ῥᾳδίως ἂν εἶχε λέγειν·
此外,关于僭主政体,他既没有说明它是否会发生变迁,也没有说明如果发生变迁是由于什么原因以及会转变为哪种政体;其原因在于,要说明这一点对他而言并不容易。
ἀόριστον γάρ, ἐπεὶ κατʼ ἐκεῖνον δεῖ εἰς τὴν πρώτην καὶ τὴν ἀρίστην· οὕτω γὰρ ἂν ἐγίγνετο συνεχὲς καὶ κύκλος.
因为这是不确定的,因为按照他的逻辑,它应当转变为最初且最善的政体;因为只有这样,变化才会是连续的并构成一个循环。
ἀλλὰ μεταβάλλει καὶ εἰς τυραννίδα τυραννίς, ὥσπερ ἡ Σικυῶνος ἐκ τῆς Μύρωνος εἰς τὴν Κλεισθένους, καὶ εἰς ὀλιγαρχίαν, ὥσπερ ἡ ἐν Χαλκίδι ἡ Ἀντιλέοντος, καὶ εἰς δημοκρατίαν, ὥσπερ ἡ τῶν Γέλωνος ἐν Συρακούσαις, καὶ εἰς ἀριστοκρατίαν, ὥσπερ ἡ Χαρίλλου ἐν Λακεδαίμονι,.
然而,僭主政体也会转变为另一种僭主政体,就像西库翁的从米隆的僭主政体转变为克莱斯提尼的僭主政体那样;也会转变为寡头政体,就像在卡尔基斯的安提莱翁的僭主政体那样;也会转变为民主政体,就像在叙拉古的盖伦家族的政体那样;还会转变为贵族政体,就像在拉栖代梦的查里劳斯的政体那样。
καὶ εἰς τυραννίδα μεταβάλλει ἐξ ὀλιγαρχίας, ὥσπερ ἐν Σικελίᾳ σχεδὸν αἱ πλεῖσται τῶν ἀρχαίων, ἐν Λεοντίνοις εἰς τὴν Παναιτίου τυραννίδα καὶ ἐν Γέλᾳ εἰς τὴν Κλεάνδρου καὶ ἐν Ῥηγίῳ εἰς τὴν Ἀναξιλάου καὶ ἐν ἄλλαις πολλαῖς πόλεσιν ὡσαύτως.
此外,它也会从寡头政体转变为僭主政体,就像在西西里几乎绝大多数古代的政体那样;在莱翁蒂尼转变为帕奈提乌斯的僭主政体,在杰拉转变为克莱安德的,在雷吉翁转变为阿那克西劳的,在其他许多城市中也是如此。
ἄτοπον δὲ καὶ τὸ οἴεσθαι εἰς ὀλιγαρχίαν διὰ τοῦτο μεταβάλλειν ὅτι φιλοχρήματοι καὶ χρηματισταὶ οἱ ἐν ταῖς ἀρχαῖς, §5.1316bἀλλʼ οὐχ ὅτι οἱ πολὺ ὑπερέχοντες ταῖς οὐσίαις οὐ δίκαιον οἴονται εἶναι ἴσον μετέχειν τῆς πόλεως τοὺς κεκτημένους μηθὲν τοῖς κεκτημένοις·
另外,认为政体之所以转变为寡头政体,是由于处于统治地位的人贪财和营利,而不应该是由于:那些在财产上极具优势的人,认为让那些一无所有的人与拥有财产的人同等地参与城邦的事务是不公正的。
ἐν πολλαῖς τε ὀλιγαρχίαις οὐκ ἔξεστι χρηματίζεσθαι, ἀλλὰ νόμοι εἰσὶν οἱ κωλύοντες, ἐν Καρχηδόνι δὲ δημοκρατουμένῃ χρηματίζονται καὶ οὔπω μεταβεβλήκασιν.
并且在许多寡头政体中,营利是不被允许的,而是有法律予以禁止,但在实行民主制的迦太基,人们一直在营利,却至今仍未改变政体。
ἄτοπον δὲ καὶ τὸ φάναι δύο πόλεις εἶναι τὴν ὀλιγαρχικήν, πλουσίων καὶ πενήτων.
同样,声称寡头政体的城邦包含两个城邦,即富人的城邦和穷人的城邦,这种说法也是荒谬的。
τί γὰρ αὕτη μᾶλλον τῆς Λακωνικῆς πέπονθεν ἢ ὁποιασοῦν ἄλλης, οὗ μὴ πάντες κέκτηνται ἴσα ἢ μὴ πάντες ὁμοίως εἰσὶν ἀγαθοὶ ἄνδρες;
因为,这种政体难道比拉栖代梦式政体或其他任何政体(在那些政体中内并不是所有人拥有相等的财产,或者并非所有人同样都是好人)更深地陷入这种状况吗?
οὐδενὸς δὲ πενεστέρου γενομένου ἢ πρότερον οὐδὲν ἧττον μεταβάλλουσιν εἰς δῆμον ἐξ ὀλιγαρχίας, ἂν γένωνται πλείους οἱ ἄποροι, καὶ ἐκ δήμου εἰς ὀλιγαρχίαν, ἐὰν κρεῖττον ᾖ τοῦ πλήθους τὸ εὔπορον καὶ οἱ μὲν ἀμελῶσιν οἱ δὲ προσέχωσι τὸν νοῦν.
而且,即使没有人比以前更穷,如果无产者变得更多,他们也同样会从寡头政体转变为民主政体;如果富裕者比大众更强大,且一方懈怠而另一方专心致志,他们也会从民主政体转变为寡头政体。
πολλῶν τε οὐσῶν αἰτιῶν διʼ ὧν γίγνονται αἱ μεταβολαί, οὐ λέγει ἀλλʼ ἢ μίαν, ὅτι ἀσωτευόμενοι κατατοκιζόμενοι γίγνονται πένητες, ὡς ἐξ ἀρχῆς πλουσίων ὄντων πάντων ἢ τῶν πλείστων.
此外,尽管导致政体变迁的原因有很多,他却只说了一个,即由于挥霍无度和债台高筑而变得贫穷,仿佛所有人或大多数人从一开始就是富人一样。
τοῦτο δʼ ἐστὶ ψεῦδος· ἀλλʼ ὅταν μὲν τῶν ἡγεμόνων τινὲς ἀπολέσωσι τὰς οὐσίας, καινοτομοῦσιν, ὅταν δὲ τῶν ἄλλων, οὐθὲν γίγνεται δεινόν, καὶ μεταβάλλουσιν οὐθὲν μᾶλλον οὐδὲ τότε εἰς δῆμον ἢ εἰς ἄλλην πολιτείαν.
但这是虚妄的;实际上,当领导者中的某些人失去财产时,他们就会实行变革,但当其他普通人失去财产时,并不会发生什么可怕的事情,而且即使在那个时候,他们也不会更有可能转变为民主政体而非其他政体。
ἔτι δὲ κἂν τιμῶν μὴ μετέχωσιν, κἂν ἀδικῶνται ἠ ὑβρίζωνται, στασιάζουσι καὶ μεταβάλλουσι τὰς πολιτείας, κἂν μὴ καταδαπανήσωσι τὴν οὐσίαν, διὰ τὸ ἐξεῖναι ὅ τι ἂν βούλωνται ποιεῖν· οὗ αἰτίαν τὴν ἄγαν ἐλευθερίαν εἶναί φησιν.
此外,即使他们没有参与荣誉,或者如果他们受到不公待遇或侮辱,他们也会发起内讧并改变政体,即使他们没有耗尽自己的财产,这也是因为可以为所欲为;他声称其原因在于过度的自由。
πλειόνων δʼ οὐσῶν ὀλιγαρχιῶν καὶ δημοκρατιῶν, ὡς μιᾶς οὔσης ἑκατέρας λέγει τὰς μεταβολὰς ὁ Σωκράτης.
并且,尽管存在着多种多样的寡头政体和民主政体,苏格拉底却把它们各自当作只有一种来谈论其变迁。