Humanitext Reader

亚里士多德 · 政治学 §5.1315b

僭主政体的短命与长期存续的特例分析

第 108 段,共 155 段 · 希腊语

内容简介

总结僭主维持统治的心得,指出寡头政体和僭主政体通常极其短命,列举了历史上少数长寿僭主政体的例外及其成功原因,并结束了关于政体和君主政体毁灭与保全的讨论。

§5.1315bὅτι δεῖ μὴ τυραννικὸν ἀλλʼ οἰκονόμον καὶ βασιλικὸν εἶναι φαίνεσθαι τοῖς ἀρχομένοις καὶ μὴ σφετεριστὴν ἀλλʼ ἐπίτροπον, καὶ τὰς μετριότητας τοῦ βίου διώκειν, μὴ τὰς ὑπερβολάς, ἔτι δὲ τοὺς μὲν γνωρίμους καθομιλεῖν, τοὺς δὲ πολλοὺς δημαγωγεῖν.
也就是说,对被统治者而言,他应当显得不是一个僭主,而是一个家政管理者和君王,不是一个私有化者,而是一个监护人,追求生活的适度而非过度,此外还要与显贵们友好往来,并争取大众的支持。
ἐκ γὰρ τούτων ἀναγκαῖον οὐ μόνον τὴν ἀρχὴν εἶναι καλλίω καὶ ζηλωτοτέραν τῷ βελτιόνων ἄρχειν καὶ μὴ τεταπεινωμένων μηδὲ μισούμενον καὶ φοβούμενον διατελεῖν, ἀλλὰ καὶ τὴν ἀρχὴν εἶναι πολυχρονιωτέραν, ἔτι δʼ αὐτὸν διακεῖσθαι κατὰ τὸ ἦθος ἤτοι καλῶς πρὸς ἀρετὴν ἢ ἡμίχρηστον ὄντα, καὶ μὴ πονηρὸν ἀλλʼ ἡμιπόνηρον.
因为通过这些做法,不仅他的统治必然变得更美好、更令人向往——因为统治的是更优秀的人而非被奴役贬低的人,而且不至于终身在被憎恨和恐惧中度过,——同时其统治也必然更加长久,而且他自己的品性要么在美德方面是优秀的,要么是半善的,不是邪恶的而是半邪恶的。
καίτοι πασῶν ὀλιγοχρονιώταται τῶν πολιτειῶν εἰσιν ὀλιγαρχία καὶ τυραννίς.
然而,在所有的政体中,最不长久的是寡头政体和僭主政体。
πλεῖστον γὰρ ἐγένετο χρόνον ἡ περὶ Σικυῶνα τυραννίς, ἡ τῶν Ὀρθαγόρου παίδων καὶ αὐτοῦ Ὀρθαγόρου· ἔτη δʼ αὕτη διέμεινεν ἑκατόν.
因为存续时间最长的是西库翁的僭主政体,即奥尔塔哥拉斯及其子孙的僭主政体;它维持了一百年。
τούτου δʼ αἴτιον ὅτι τοῖς ἀρχομένοις ἐχρῶντο μετρίως καὶ πολλὰ τοῖς νόμοις ἐδούλευον, καὶ διὰ τὸ πολεμικὸς γενέσθαι Κλεισθένης οὐκ ἦν εὐκαταφρόνητος, καὶ τὰ πολλὰ ταῖς ἐπιμελείαις ἐδημαγώγουν.
其原因在于,他们温和地对待被统治者,在许多方面服从法律,而且克莱斯提尼由于骁勇善战而不易被轻视,并在许多事情上通过关怀来争取大众。
λέγεται γοῦν Κλεισθένης τὸν ἀποκρίναντα τῆς νίκης αὐτὸν ὡς ἐστεφάνωσεν· ἔνιοι δʼ εἰκόνα φασὶν εἶναι τοῦ κρίναντος οὕτως τὸν ἀνδριάντα τὸν ἐν τῇ ἀγορᾷ καθήμενον.
据说克莱斯提尼甚至给那位判定他未能获胜的裁判戴上了花冠;有人说,那尊坐在广场上的雕像就是这位做出如此判决的裁判的肖像。
φασὶ δὲ καὶ Πεισίστρατον ὑπομεῖναί ποτε προσκληθέντα δίκην εἰς Ἄρειον πάγον.
据说比西斯特拉托也曾接受传唤,出席阿雷奥帕古斯的审判。
δευτέρα δὲ ἡ περὶ Κόρινθον ἡ τῶν Κυψελιδῶν· καὶ γὰρ αὕτη διετέλεσεν ἔτη τρία καὶ ἑβδομήκοντα καὶ ἓξ μῆνας·
第二长的是科林斯的库普塞洛斯家族的僭主政体;因为这也持续了七十三年零六个月。
Κύψελος μὲν γὰρ ἐτυράννησεν ἔτη τριάκοντα, Περίανδρος δὲ τετταράκοντα καὶ τέτταρα, Ψαμμίτιχος δʼ ὁ Γορδίου τρία ἔτη.
库普塞洛斯统治了三十年,佩里安德统治了四十四年,而戈尔迪亚斯之子普萨美提科斯则统治了三年。
τὰ δʼ αἴτια ταὐτὰ καὶ ταύτης· ὁ μὲν γὰρ Κύψελος δημαγωγὸς ἦν καὶ κατὰ τὴν ἀρχὴν διετέλεσεν ἀδορυφόρητος, Περίανδρος δʼ ἐγένετο μὲν τυραννικός, ἀλλὰ πολεμικός.
这一政体长久的原因也相同;因为库普塞洛斯是一个平民领袖,且在统治期间一直没有护卫,而佩里安德虽然实行强权统治,但他骁勇善战。
τρίτη δʼ ἡ τῶν Πεισιστρατιδῶν Ἀθήνησιν.
第三是雅典的比西斯特拉托家族的僭主政体。
οὐκ ἐγένετο δὲ συνεχής· δὶς γὰρ ἔφυγε Πεισίστρατος τυραννῶν·
但它并非连续不断;因为比西斯特拉托在任僭主期间曾两次逃亡。
ὥστʼ ἐν ἔτεσι τριάκοντα καὶ τρισὶν ἑπτακαίδεκα ἔτη τούτων ἐτυράννησεν, ὀκτωκαίδεκα δὲ οἱ παῖδες, ὥστε τὰ πάντα ἐγένετο ἔτη τριάκοντα καὶ πέντε.
因此,在三十三年中,他仅统治了十七年,而他的儿子们统治了十八年,所以总共是三十五年。
τῶν δὲ λοιπῶν ἡ περὶ Ἱέρωνα καὶ Γέλωνα περὶ Συρακούσας.
在其余的僭主政体中,最长的是叙拉古的希伦和盖伦的政体。
ἔτη δʼ οὐδʼ αὕτη πολλὰ διέμεινεν, ἀλλὰ τὰ σύμπαντα δυεῖν δέοντα εἴκοσι· Γέλων μὲν γὰρ ἑπτὰ τυραννήσας τῷ ὀγδόῳ τὸν βίον ἐτελεύτησεν, δέκα δʼ Ἱέρων, Θρασύβουλος δὲ τῷ ἑνδεκάτῳ μηνὶ ἐξέπεσεν.
但这也没有维持很多年,总共只有差两年满二十年;因为盖伦统治了七年后在第八年去世,希伦统治了十年,而色拉西布洛斯在第十一个月时被驱逐。
αἱ δὲ πολλαὶ τῶν τυραννίδων ὀλιγοχρόνιαι πᾶσαι γεγόνασι παντελῶς.
而其他大多数的僭主政体,全都是极其短命的。
τὰ μὲν οὖν περὶ τὰς πολιτείας καὶ τὰ περὶ τὰς μοναρχίας, ἐξ ὧν τε φθείρονται καὶ πάλιν σῴζονται, σχεδὸν εἴρηται περὶ πάντων.
至此,关于政体和君主政体,它们因何毁灭以及如何得到保全,几乎所有的相关问题都已讨论完毕。

词汇与语法注释

  1. 1315bὅτι δεῖ — 此处的 ὅτι 引导一个名词性从句,解释前文“因为目的已经显而易见”(ὁ γὰρ σκοπὸς φανερός)的具体内容,或者作为对前文所述僭主制保存手段的总结。
  2. 1315bτῷ βελτιόνων ἄρχειν — 带冠词的不定式 τῷ ἄρχειν 是表示原因或手段的与格(“通过统治”),其支配的宾语是属格的 βελτιόνων(“更优秀的人”)。
  3. 1315bαὐτὸν διακεῖσθαι — 一个“对格加不定式”结构,主语是僭主自己(αὐτόν)。διακεῖσθαι 意为“处于……状态”,分词 ὄντα 与主语对格一致。ἤτοι... ἤ... 意为“要么……要么……”。
  4. 1315bτὸν ἀποκρίναντα τῆς νίκης — 动词 ἀποκρίνω 搭配属格(τῆς νίκης)和对格(αὐτόν),意思是“使某人排除在某物之外”。此处指“判定克莱斯提尼未能获胜的人”(即判他败北的裁判)。ὡς 引导间接陈述(“给……戴上花冠的事实”)。
  5. 1315bδυεῖν δέοντα εἴκοσι — 一个表示“十八”的惯用数量表达法(字面意思是“差两个满二十”)。分词 δέοντα 是 δέω(缺少)的中性复数现在分词,与前面的 ἔτη 一致。

引用这一段

亚里士多德, 政治学 §5.1315b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1315b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。