§5.1314bμήτε δαπανῶντα εἰς δωρεὰς τοιαύτας ἐφʼ αἷς τὰ πλήθη χαλεπαίνουσιν, ὅταν ἀπʼ αὐτῶν μὲν λαμβάνωσιν ἐργαζομένων καὶ πονούντων γλίσχρως, διδῶσι δʼ ἑταίραις καὶ ξένοις καὶ τεχνίταις ἀφθόνως, λόγον τε ἀποδιδόντα τῶν λαμβανομένων καὶ δαπανωμένων, ὅπερ ἤδη πεποιήκασί τινες τῶν τυράννων (οὕτω γὰρ ἄν τις διοικῶν οἰκονόμος ἀλλʼ οὐ τύραννος εἶναι δόξειεν·
既不将钱财挥霍于那些使大众恼怒的赠礼上,——大群人自己通过辛勤劳动且仅能勉强糊口地纳税,而僭主却将这些钱财慷慨地赐予妓女、外邦人和工匠;——又要对所收所支的财物进行账目公开,这在僭主中已经有人这样做了(因为通过这种方式管理,人们会认为他是一个家政管理者,而不是一个僭主。
οὐ δεῖ δὲ φοβεῖσθαι μή ποτε ἀπορήσῃ χρημάτων κύριος ὢν τῆς πόλεως·
而且他不必担心一个城邦的主宰会缺乏资金。
ἀλλὰ τοῖς γʼ ἐκτοπίζουσι τυράννοις ἀπὸ τῆς οἰκείας καὶ συμφέρει τοῦτο μᾶλλον ἢ καταλιπεῖν ἀθροίσαντας·
事实上,对于那些远离本土的僭主,这样做比留下积蓄更为有利。
ἧττον γὰρ ἂν οἱ φυλάττοντες ἐπιτιθεῖντο τοῖς πράγμασιν, εἰσὶ δὲ φοβερώτεροι τῶν τυράννων τοῖς ἀποδημοῦσιν οἱ φυλάττοντες τῶν πολιτῶν· οἱ μὲν γὰρ συναποδημοῦσιν, οἱ δὲ ὑπομένουσιν)·
因为守卫们不太可能对政权发动袭击,而对于身处国外的僭主来说,守卫比市民更为可怕:因为有些市民随其出行,而守卫们则留守后方)。
ἔπειτα τὰς εἰσφορὰς καὶ τὰς λειτουργίας δεῖ φαίνεσθαι τῆς τε οἰκονομίας ἕνεκα συνάγοντα, κἄν ποτε δεηθῇ χρῆσθαι πρὸς τοὺς πολεμικοὺς καιρούς, ὅλως τε αὑτὸν παρασκευάζειν φύλακα καὶ ταμίαν ὡς κοινῶν ἀλλὰ μὴ ὡς ἰδίων·
其次,捐税和公益服务必须显得是为了国家管理的需要而征收,以便在发生战争的紧急时刻使用;总之,他应该使自己成为公共财产的守护者和出纳员,而不是将其视为私有财产。
καὶ φαίνεσθαι μὴ χαλεπὸν ἀλλὰ σεμνόν, ἔτι δὲ τοιοῦτον ὥστε μὴ φοβεῖσθαι τοὺς ἐντυγχάνοντας ἀλλὰ μᾶλλον αἰδεῖσθαι·
而且他要显得不是威严苛刻,而是庄重端庄,甚至还要使接触他的人不感到害怕,而是更心怀敬畏。
τούτου μέντοι τυγχάνειν οὐ ῥᾴδιον ὄντα εὐκαταφρόνητον, διὸ δεῖ κἂν μὴ τῶν ἄλλων ἀρετῶν ἐπιμέλειαν ποιῆται ἀλλὰ τῆς πολεμικῆς, καὶ δόξαν ἐμποιεῖν περὶ αὑτοῦ τοιαύτην·
然而,一个容易被轻视的人是不易达到这一目的的,因此,即使他不关心其他美德,也必须注重军事方面的美德,并在自己身上建立起这样的名声。
ἔτι δὲ μὴ μόνον αὐτὸν φαίνεσθαι μηδένα τῶν ἀρχομένων ὑβρίζοντα, μήτε νέον μήτε νέαν, ἀλλὰ μηδʼ ἄλλον μηδένα τῶν περὶ αὐτόν, ὁμοίως δὲ καὶ τὰς οἰκείας ἔχειν γυναῖκας πρὸς τὰς ἄλλας, ὡς καὶ διὰ γυναικῶν ὕβρεις πολλαὶ τυραννίδες ἀπολώλασιν·
此外,不仅他自己要显得不侮辱被统治者中的任何人,无论是青年男子还是青年女子,他的身边人员也绝对不能这样做,同样,他也必须管束自己的家眷女性,使其对其他女性保持礼貌,因为因女性的侮辱而覆灭的僭主政权不计数。
περί τε τὰς ἀπολαύσεις τὰς σωματικὰς τοὐναντίον ποιεῖν ἢ νῦν τινες τῶν τυράννων ποιοῦσιν (οὐ γὰρ μόνον εὐθὺς ἕωθεν τοῦτο δρῶσιν, καὶ συνεχῶς πολλὰς ἡμέρας, ἀλλὰ καὶ φαίνεσθαι τοῖς ἄλλοις βούλονται τοῦτο πράττοντες, ἵνʼ ὡς εὐδαίμονας καὶ μακαρίους θαυμάσωσιν), ἀλλὰ μάλιστα μὲν μετριάζειν τοῖς τοιούτοις, εἰ δὲ μή, τό γε φαίνεσθαι τοῖς ἄλλοις διαφεύγειν (οὔτε γὰρ εὐεπίθετος οὔτʼ εὐκαταφρόνητος ὁ νήφων, ἀλλʼ ὁ μεθύων, οὐδʼ ὁ ἄγρυπνος, ἀλλʼ ὁ καθεύδων)·
关于肉体的享受,他的做法应当与目前某些僭主的行为相反(因为他们不仅一到清晨就寻欢作乐,而且连续多日如此,甚至还想让别人看到他们这样做,以便让人赞叹他们幸福且受天眷顾)。 相反,他在这些事情上应当尽可能节制,即使做不到,至少也应当避免让别人看到(因为容易受到攻击和轻视的不是清醒者,而是醉酒者;不是警醒者,而是沉睡者)。
τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων σχεδὸν πάντων (κατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννον)·
他所做的事情应当与先前所说的大多数手段几乎相反(因为他应当像一个监护人,而不是像一个僭主那样去建设和装点城邦)。
ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς φαίνεσθαι ἀεὶ σπουδάζοντα διαφερόντως (ἧττόν τε γὰρ φοβοῦνται τὸ παθεῖν τι παράνομον ὑπὸ τῶν τοιούτων, §5.1315aἐὰν δεισιδαίμονα νομίζωσιν εἶναι τὸν ἄρχοντα καὶ φροντίζειν τῶν θεῶν, καὶ ἐπιβουλεύουσιν ἧττον ὡς συμμάχους ἔχοντι καὶ τοὺς θεούς), δεῖ δὲ ἄνευ ἀβελτερίας φαίνεσθαι τοιοῦτον·
此外,在对待神明的事上,他要显得始终格外虔诚(因为人们不那么害怕从这样的人那里遭受任何不法行为,如果他们认为统治者是敬畏神明且关心神明的,而且他们也不太会密谋反抗他,因为他们相信神明也会作为他的盟友)。 但展现出这种态度必须不带愚蠢(迷信)。
τούς τε ἀγαθοὺς περί τι γιγνομένους τιμᾶν οὕτως ὥστε μὴ νομίζειν ἄν ποτε τιμηθῆναι μᾶλλον ὑπὸ τῶν πολιτῶν αὐτονόμων ὄντων, καὶ τὰς μὲν τοιαύτας τιμὰς ἀπονέμειν αὐτόν, τὰς δὲ κολάσεις διʼ ἑτέρων ἀρχόντων καὶ δικαστηρίων.
此外,对于在某些方面表现杰出的人,他应当给予极大的尊荣,使他们觉得在自主的市民城邦中也绝不可能获得比这更多的尊荣。 而且,这种荣誉应当由他亲自授予,而惩罚则应当通过其他官吏和法庭来执行。
κοινὴ δὲ φυλακὴ πάσης μοναρχίας τὸ μηθένα ποιεῖν ἕνα μέγαν, ἀλλʼ εἴπερ, πλείους (τηρήσουσι γὰρ ἀλλήλους), ἐὰν δʼ ἄρα τινὰ δέῃ ποιῆσαι μέγαν, μή τοι τό γε ἦθος θρασύν (ἐπιθετικώτατον γὰρ τὸ τοιοῦτον ἦθος περὶ πάσας τὰς πράξεις), κἂν τῆς δυνάμεώς τινα δοκῇ παραλύειν, ἐκ προσαγωγῆς τοῦτο δρᾶν καὶ μὴ πᾶσαν ἀθρόαν ἀφαιρεῖσθαι τὴν ἐξουσίαν.
所有君主政体共同的防范手段是,不要使任何一个个人变得过于强大,如果一定要这样做,也应该使多人同时强大(因为他们会互相监视)。 如果确实必须使某个人强大,绝不能让一个性格傲慢不逊的人强大(因为这种性格在所有行动中最具攻击性)。 如果决定削弱某个人的权力,也应当逐渐进行,而不是一次性剥夺所有的权力。
ἔτι δὲ πάσης μὲν ὕβρεως εἴργεσθαι, παρὰ πάσας δὲ δυεῖν, τῆς τε εἰς τὰ σώματα κολάσεως καὶ τῆς εἰς τὴν ἡλικίαν.
此外,必须克制一切侮辱性行为,在所有侮辱中尤其要避免两种:对肉体的惩罚以及对青年人的(性)侵犯。
μάλιστα δὲ ταύτην ποιητέον τὴν εὐλάβειαν περὶ τοὺς φιλοτίμους·
尤其是对于重视荣誉的人,必须格外注意这种防范。
τὴν μὲν γὰρ εἰς τὰ χρήματα ὀλιγωρίαν οἱ φιλοχρήματοι φέρουσι βαρέως, τὴν δʼ εἰς ἀτιμίαν οἵ τε φιλότιμοι καὶ οἱ ἐπιεικεῖς τῶν ἀνθρώπων.
因为对财物的轻视是爱财者所难以容忍的,而对名誉的轻侮则是重视荣誉者和优秀人士所难以容忍的。
διόπερ ἢ μὴ χρῆσθαι δεῖ τοῖς τοιούτοις, ἢ τὰς μὲν κολάσεις πατρικῶς φαίνεσθαι ποιούμενον καὶ μὴ διʼ ὀλιγωρίαν, τὰς δὲ πρὸς τὴν ἡλικίαν ὁμιλίας διʼ ἐρωτικὰς αἰτίας ἀλλὰ μὴ διʼ ἐξουσίαν, ὅλως δὲ τὰς δοκούσας ἀτιμίας ἐξωνεῖσθαι μείζοσι τιμαῖς.
因此,要么不要雇用这样的人,要么在惩罚时显得是出于父亲般的管教而不是出于轻蔑,在与青年人的交往时显得是出于爱情而非出于特权,总之要用更大的荣誉来赎回那些看似不名誉的行为。
τῶν δʼ ἐπιχειρούντων ἐπὶ τὴν τοῦ σώματος διαφθορὰν οὗτοι φοβερώτατοι καὶ δέονται πλείστης φυλακῆς ὅσοι μὴ προαιροῦνται περιποιεῖσθαι τὸ ζῆν διαφθείραντες.
而在企图谋刺僭主身体的人中,最可怕且最需要防范的,是那些在刺杀后不打算苟活的人。
διὸ μάλιστα εὐλαβεῖσθαι δεῖ τοὺς ὑβρίζεσθαι νομίζοντας ἢ αὑτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν·
因此,必须格外防范那些自认为受到侮辱的人,无论是他们自己,还是他们所关切的人。
ἀφειδῶς γὰρ ἑαυτῶν ἔχουσιν οἱ διὰ θυμὸν ἐπιχειροῦντες, καθάπερ καὶ Ἡράκλειτος εἶπε, χαλεπὸν φάσκων εἶναι θυμῷ μάχεσθαι, ψυχῆς γὰρ ὠνεῖσθαι.
因为因愤怒而行动的人是不惜自己生命的,正如赫拉克利特所说,他称与愤怒作斗争是困难的,因为它是以生命为代价来购买的。
ἐπεὶ δʼ αἱ πόλεις ἐκ δύο συνεστήκασι μορίων, ἔκ τε τῶν ἀπόρων ἀνθρώπων καὶ τῶν εὐπόρων, μάλιστα μὲν ἀμφοτέρους ὑπολαμβάνειν δεῖ σῴζεσθαι διὰ τὴν ἀρχήν, καὶ τοὺς ἑτέρους ὑπὸ τῶν ἑτέρων ἀδικεῖσθαι μηδέν, ὁπότεροι δʼ ἂν ὦσι κρείττους, τούτους ἰδίους μάλιστα ποιεῖσθαι τῆς ἀρχῆς, ὡς, ἂν ὑπάρξῃ τοῦτο τοῖς πράγμασιν, οὔτε δούλων ἐλευθέρωσιν ἀνάγκη ποιεῖσθαι τὸν τύραννον οὔτε ὅπλων παραίρεσιν·
既然城邦是由两个部分组成的,即贫民和富人,那么首先应当使这两者都认为由于这个统治的存在他们才得以保全,并且任何一方都不受到另一方的任何不公正对待。
ἱκανὸν γὰρ θάτερον μέρος πρὸς τῇ δυνάμει προστιθέμενον ὥστε κρείττους εἶναι τῶν ἐπιτιθεμένων.
但无论哪一方更为强大,都应该使其成为统治的特殊支持者,因为如果这一局面得以确立,僭主既没有必要解放奴隶,也没有必要收缴武器;因为任何一个部分加入到现有的力量中,就足以强于那些袭击者。
περίεργον δὲ τὸ λέγειν καθʼ ἕκαστον τῶν τοιούτων· ὁ γὰρ σκοπὸς φανερός,
然而,逐一讨论这些细节是多余的,因为其目的已经显而易见。