§5.1313bἀλλὰ πάντα φυλάττειν ὅθεν εἴωθε γίγνεσθαι δύο, φρόνημά τε καὶ πίστις, καὶ μήτε σχολὰς μήτε ἄλλους συλλόγους ἐπιτρέπειν γίγνεσθαι σχολαστικούς, καὶ πάντα ποιεῖν ἐξ ὧν ὅτι μάλιστα ἀγνῶτες ἀλλήλοις ἔσονται πάντες (ἡ γὰρ γνῶσις πίστιν ποιεῖ μᾶλλον πρὸς ἀλλήλους)· καὶ τὸ τοὺς ἐπιδημοῦντας αἰεὶ φανεροὺς εἶναι καὶ διατρίβειν περὶ θύρας (οὕτω γὰρ ἂν ἥκιστα λανθάνοιεν τί πράττουσι, καὶ φρονεῖν ἂν ἐθίζοιντο μικρὸν αἰεὶ δουλεύοντες)· καὶ τἆλλα ὅσα τοιαῦτα Περσικὰ καὶ βάρβαρα τυραννικά ἐστιν (πάντα γὰρ ταὐτὸν δύναται)· καὶ τὸ μὴ λανθάνειν πειρᾶσθαι ὅσα τυγχάνει τις λέγων ἢ πράττων τῶν ἀρχομένων, ἀλλʼ εἶναι κατασκόπους, οἷον περὶ Συρακούσας αἱ ποταγωγίδες καλούμεναι, καὶ οὓς ὠτακουστὰς ἐξέπεμπεν Ἱέρων, ὅπου τις εἴη συνουσία καὶ σύλλογος (παρρησιάζονταί τε γὰρ ἧττον, φοβούμενοι τοὺς τοιούτους, κἂν παρρησιάζωνται, λανθάνουσιν ἧττον)· καὶ τὸ διαβάλλειν ἀλλήλοις καὶ συγκρούειν καὶ φίλους φίλοις καὶ τὸν δῆμον τοῖς γνωρίμοις καὶ τοὺς πλουσίους ἑαυτοῖς.
相反,要监控一切通常会产生两样东西源头的事物,即气骨和信任;并且不容许有进行学术讨论的场所或其他集会,并采取一切措施,使得尽可能所有人彼此不相识(因为相识会产生更多彼此间的信任);还要让侨居者们总是显露在公开场合,并常在宫廷大门周围消磨时间(因为这样他们最不容易隐瞒自己的所作所为,并且通过总是像奴隶般生活,他们会习惯于保持卑微的心志);以及其他所有此类波斯式和蛮族的僭主手段(因为它们都具有相同的效果);还要努力不让被统治者的任何言行脱离监控,而是要设立密探,例如叙拉古被称为“连行女”的人,以及希伦在任何有聚会或集会的地方派出的“窃听者” (因为人们由于害怕这些人,发言就会不那么放肆,即便放肆,也更容易被察觉);并且让他们互相诽谤,挑起冲突,包括朋友与朋友、民众与名士、富人与富人之间的冲突。
καὶ τὸ πένητας ποιεῖν τοὺς ἀρχομένους τυραννικόν, ὅπως μήτε φυλακὴ τρέφηται καὶ πρὸς τῷ καθʼ ἡμέραν ὄντες ἄσχολοι ὦσιν ἐπιβουλεύειν.
使被统治者陷于贫困也是僭主式的手段,这样他们既无法维持卫队,又因忙于生计而无暇策划阴谋。
παράδειγμα δὲ τούτου αἵ τε πυραμίδες αἱ περὶ Αἴγυπτον καὶ τὰ ἀναθήματα τῶν Κυψελιδῶν καὶ τοῦ Ὀλυμπίου ἡ οἰκοδόμησις ὑπὸ τῶν Πεισιστρατιδῶν, καὶ τῶν περὶ Σάμον ἔργα Πολυκράτεια (πάντα γὰρ ταῦτα δύναται ταὐτόν, ἀσχολίαν καὶ πενίαν τῶν ἀρχομένων)· καὶ ἡ εἰσφορὰ τῶν τελῶν, οἷον ἐν Συρακούσαις (ἐν πέντε γὰρ ἔτεσιν ἐπὶ Διονυσίου τὴν οὐσίαν ἅπασαν εἰσενηνοχέναι συνέβαινεν).
这方面的例子有埃及的金字塔、库普塞洛斯家族的寄献物、裴西斯特拉托斯一族对奥林匹亚神殿的建造,以及萨摩斯波吕克拉特斯的一系列工程(因为所有这些具有相同的效果,即让被统治者无暇且贫困);还有征收捐税,例如在叙拉古(因为在狄奥尼修斯时期,臣民在五年内就被征收了全部财产)。
ἔστι δὲ καὶ πολεμοποιὸς ὁ τύραννος, ὅπως δὴ ἄσχολοί τε ὦσι καὶ ἡγεμόνος ἐν χρείᾳ διατελῶσιν ὄντες.
僭主也同样是个好战者,这正是为了让他们无暇他顾,并始终处于需要领袖的状态之中。
καὶ ἡ μὲν βασιλεία σῴζεται διὰ τῶν φίλων, τυραννικὸν δὲ τὸ μάλιστʼ ἀπιστεῖν τοῖς φίλοις, ὡς βουλομένων μὲν πάντων δυναμένων δὲ μάλιστα τούτων.
并且王政是通过朋友来保存的,而最不信任朋友则是僭主式的特征,其理由是虽然所有人都有瓦解它的意图,但这些人最具有能力。
καὶ τὰ περὶ τὴν δημοκρατίαν δὲ γιγνόμενα τὴν τελευταίαν τυραννικὰ πάντα, γυναικοκρατία τε περὶ τὰς οἰκίας, ἵνʼ ἐξαγγέλλωσι κατὰ τῶν ἀνδρῶν, καὶ δούλων ἄνεσις διὰ τὴν αὐτὴν αἰτίαν· οὔτε γὰρ ἐπιβουλεύουσιν οἱ δοῦλοι καὶ αἱ γυναῖκες τοῖς τυράννοις, εὐημεροῦντάς τε ἀναγκαῖον εὔνους εἶναι καὶ ταῖς τυραννίσι καὶ ταῖς δημοκρατίαις· καὶ γὰρ ὁ δῆμος εἶναι βούλεται μόναρχος.
此外,发生在极端民主制中的所有事情也都是僭主式的,如家庭中女性的主导,以便她们告发丈夫,以及出于同样原因对奴隶的放任;因为奴隶和妇女不会对僭主策划阴谋,而且当他们处境良好时,他们必然对僭主制和民主制都持善意;因为民众也渴望成为君主。
διὸ καὶ ὁ κόλαξ παρʼ ἀμφοτέροις ἔντιμος, παρὰ μὲν τοῖς δήμοις ὁ δημαγωγός (ἔστι γὰρ ὁ δημαγωγὸς τοῦ δήμου κόλαξ), παρὰ δὲ τοῖς τυράννοις οἱ ταπεινῶς ὁμιλοῦντες, ὅπερ ἐστὶν ἔργον κολακείας.
因此,谄媚者在两者中都受到尊重:在民主制中是煽动家(因为煽动家是民众的谄媚者),而在僭主处则是那些表现卑屈、低三下四交往的人,这正是谄媚的表现。
§5.1314aκαὶ γὰρ διὰ τοῦτο πονηρόφιλον ἡ τυραννίς· κολακευόμενοι γὰρ χαίρουσιν, τοῦτο δʼ οὐδʼ ἂν εἷς ποιήσειε φρόνημα ἔχων ἐλεύθερον, ἀλλὰ φιλοῦσιν οἱ ἐπιεικεῖς, ἢ οὐ κολακεύουσιν.
正因为如此,僭主制喜好恶人;因为他们乐于受到谄媚,而任何具有自由心灵的人绝不会做出这种事,相反,优秀的人会爱戴统治者,或者至少不会谄媚。
καὶ χρήσιμοι οἱ πονηροὶ εἰς τὰ πονηρά· ἥλῳ γὰρ ὁ ἧλος, ὥσπερ ἡ παροιμία.
而且恶人对于恶事是有用的;俗话说,“一钉克一钉”。
καὶ τὸ μηδενὶ χαίρειν σεμνῷ μηδʼ ἐλευθέρῳ τυραννικόν (αὑτὸν γὰρ εἶναι μόνον ἀξιοῖ τοιοῦτον ὁ τύραννος, ὁ δʼ ἀντισεμνυνόμενος καὶ ἐλευθεριάζων ἀφαιρεῖται τὴν ὑπεροχὴν καὶ τὸ δεσποτικὸν τῆς τυραννίδος· μισοῦσιν οὖν ὥσπερ καταλύοντας τὴν ἀρχήν)· καὶ τὸ χρῆσθαι συσσίτοις καὶ συνημερευταῖς ξενικοῖς μᾶλλον ἢ πολιτικοῖς τυραννικόν, ὡς τοὺς μὲν πολεμίους τοὺς δʼ οὐκ ἀντιποιουμένους—ταῦτα καὶ τὰ τοιαῦτα τυραννικὰ μὲν καὶ σωτήρια τῆς ἀρχῆς, οὐθὲν δʼ ἐλλείπει μοχθηρίας.
此外,不因任何有尊严或自由的人而感到高兴,也是僭主式的(因为僭主自命为唯一拥有此类品质的人,而凡是表现出尊严和自由气度的人,都会夺走僭主制的优越性和支配权;因此僭主憎恨他们,视其为瓦解统治的人);还有,使用外邦人而非本国公民作为共餐和日常相处的伙伴,也是僭主式的,理由是后者是敌人,而前者不会与自己抗衡。 这些及此类手段虽然是僭主式的且能保存统治,但在邪恶上并无任何欠缺。
ἔστι δʼ ὡς εἰπεῖν πάντα ταῦτα περιειλημμένα τρισὶν εἴδεσιν.
可以说,所有这些手段都被包罗在三个类型之中。
στοχάζεται γὰρ ἡ τυραννὶς τριῶν, ἑνὸς μὲν τοῦ μικρὰ φρονεῖν τοὺς ἀρχομένους (οὐθενὶ γὰρ ἂν μικρόψυχος ἐπιβουλεύσειεν), δευτέρου δὲ τοῦ διαπιστεῖν ἀλλήλοις (οὐ καταλύεται γὰρ πρότερον τυραννὶς πρὶν ἢ πιστεύσωσί τινες ἑαυτοῖς· διὸ καὶ τοῖς ἐπιεικέσι πολεμοῦσιν ὡς βλαβεροῖς πρὸς τὴν ἀρχὴν οὐ μόνον διὰ τὸ μὴ ἀξιοῦν ἄρχεσθαι δεσποτικῶς, ἀλλὰ καὶ διὰ τὸ πιστοὺς καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις εἶναι καὶ μὴ καταγορεύειν μήτε ἑαυτῶν μήτε τῶν ἄλλων)· τρίτον δʼ ἀδυναμία τῶν πραγμάτων (οὐθεὶς γὰρ ἐπιχειρεῖ τοῖς ἀδυνάτοις, ὥστε οὐδὲ τυραννίδα καταλύειν μὴ δυνάμεως ὑπαρχούσης).
因为僭主制旨在达到三个目的:其一,使被统治者心志卑微(因为心志卑微的人绝不会策划阴谋);其二,使他们彼此互不信任(因为在某些人互相建立信任之前,僭主制不会被瓦解;因此他们也把优秀的人当作对统治有害的人来对抗,这不仅是因为他们不甘接受专制统治,也因为他们对自己和他人保持忠诚,不告发自己或他人);其三,使其缺乏行动能力(因为没有人会尝试不可能的事,所以如果没有能力,他们连瓦解僭主制也不会尝试)。
εἰς οὓς μὲν οὖν ὅρους ἀνάγεται τὰ βουλεύματα τῶν τυράννων, οὗτοι τρεῖς τυγχάνουσιν ὄντες· πάντα γὰρ ἀναγάγοι τις ἂν τὰ τυραννικὰ πρὸς ταύτας τὰς ὑποθέσεις, τὰ μὲν ὅπως μὴ πιστεύωσιν ἀλλήλοις, τὰ δʼ ὅπως μὴ δύνωνται, τὰ δʼ ὅπως μικρὸν φρονῶσιν.
因此,僭主们的意图所归结的界限正是这三个;因为人们可以将所有的僭主手段归结于这些假设:一些是为了使他们不互相信任,另一些是为了使他们无能为力,还有一些是为了使他们心志卑微。
ὁ μὲν οὖν εἷς τρόπος διʼ οὗ γίγνεται σωτηρία ταῖς τυραννίσι τοιοῦτός ἐστιν· ὁ δʼ ἕτερος σχεδὸν ἐξ ἐναντίας ἔχει τοῖς εἰρημένοις τὴν ἐπιμέλειαν.
然而,保存僭主制的一条途径是这样的;但另一条途径在关照上几乎与上述手段相反。
ἔστι δὲ λαβεῖν αὐτὸν ἐκ τῆς φθορᾶς τῆς τῶν βασιλειῶν.
这可以从王政的瓦解中推演出来。
ὥσπερ γὰρ τῆς βασιλείας εἷς τρόπος τῆς φθορᾶς τὸ ποιεῖν τὴν ἀρχὴν τυραννικωτέραν, οὕτω τῆς τυραννίδος σωτηρία τὸ ποιεῖν αὐτὴν βασιλικωτέραν, ἓν φυλάττοντα μόνον, τὴν δύναμιν, ὅπως ἄρχῃ μὴ μόνον βουλομένων ἀλλὰ καὶ μὴ βουλομένων.
因为,正如使统治更具僭主色彩是王政瓦解的一条途径,同样,保存僭主制的方法是使其更具王政色彩,只需保持一样东西,即权力,以便他不仅能统治自愿者,也能统治非自愿者。
προϊέμενος γὰρ καὶ τοῦτο προΐεται καὶ τὸ τυραννεῖν.
因为一旦放弃这一点,他也就放弃了作为僭主。
ἀλλὰ τοῦτο μὲν ὥσπερ ὑπόθεσιν δεῖ μένειν, τὰ δʼ ἄλλα τὰ μὲν ποιεῖν τὰ δὲ δοκεῖν ὑποκρινόμενον τὸ βασιλικὸν καλῶς.
但是,这必须作为一种假设保留下来,而在其他方面,他应当通过很好地扮演王者的角色,做一些事,同时又在另一些事上显得是在做。
πρῶτον μὲν δοκεῖν φροντίζειν τῶν κοινῶν,
首先,要显得在关心公共财务,