Humanitext Reader

亚里士多德 · 政治学 §5.1302b

导致内讧与政体变革的具体原因

第 92 段,共 155 段 · 希腊语

内容简介

本段列举了导致内讧的具体原因(如傲慢、利益、荣誉、优越、恐惧、轻蔑和不成比例的增长),并结合历史实例说明了这些因素如何导致政体变革和内部动荡。

§5.1302bἀλλʼ ἑτέρους ὁρῶντες τοὺς μὲν δικαίως τοὺς δʼ ἀδίκως πλεονεκτοῦντας τούτων·
而是因为看到其他人,有的正当地、有的不正当地在这些事物上占了便宜。
ἔτι διὰ ὕβριν, διὰ φόβον, διὰ ὑπεροχήν, διὰ καταφρόνησιν, διὰ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογον· ἔτι δὲ ἄλλον τρόπον διʼ ἐριθείαν, διʼ ὀλιγωρίαν, διὰ μικρότητα, διὰ ἀνομοιότητα.
此外,还因为傲慢、恐惧、优越、轻蔑、不成比例的增长而挑起内讧;在另一种意义上,则是因为党派私利、疏忽、微小、差异。
Τούτων δὲ ὕβρις μὲν καὶ κέρδος τίνα ἔχουσι δύναμιν καὶ πῶς αἴτια, σχεδόν ἐστι φανερόν·
在这些原因中,傲慢和利益具有何种力量以及如何成为原因,是显而易见的。
ὑβριζόντων τε γὰρ τῶν ἐν ταῖς ἀρχαῖς καὶ πλεονεκτούντων στασιάζουσι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὰς πολιτείας τὰς διδούσας τὴν ἐξουσίαν· ἡ δὲ πλεονεξία γίνεται ὁτὲ μὲν ἀπὸ τῶν ἰδίων ὁτὲ δὲ ἀπὸ τῶν κοινῶν.
因为当执政者傲慢自大且贪得无厌时,人们不仅相互之间挑起内讧,而且也针对赋予其权力的政体挑起内讧;而贪婪的攫取有时来自私有财产,有时则来自公有财产。
—δῆλον δὲ καὶ ἡ τιμή, καὶ τί δύναται καὶ πῶς αἰτία στάσεως· καὶ γὰρ αὐτοὶ ἀτιμαζόμενοι καὶ ἄλλους ὁρῶντες τιμωμένους στασιάζουσιν·
同样,荣誉以及它具有何种力量、如何成为内讧的原因也是显而易见的;因为当人们自己受到贬低或看到他人受到尊崇时,也会挑起内讧。
ταῦτα δὲ ἀδίκως μὲν γίνεται ὅταν παρὰ τὴν ἀξίαν ἢ τιμῶνταί τινες ἢ ἀτιμάζωνται, δικαίως δὲ ὅταν κατὰ τὴν ἀξίαν.
当某些人违背其价值而受到尊崇或贬低时,这是不正当的;而当按照其价值进行时,则是正当的。
—διʼ ὑπεροχὴν δέ, ὅταν τις ᾖ τῇ δυνάμει μείζων (ἢ εἷς ἢ πλείους) ἢ κατὰ τὴν πόλιν καὶ τὴν δύναμιν τοῦ πολιτεύματος· γίνεσθαι γὰρ εἴωθεν ἐκ τῶν τοιούτων μοναρχία ἢ δυναστεία·
因优越而产生的内讧,是指某个人(一个或多个)在力量上超越了城邦的比例和政体的权力;因为从这样的人中通常会产生君主政体或豪强统治(寡头专权)。
διὸ ἐνιαχοῦ εἰώθασιν ὀστρακίζειν, οἷον ἐν Ἄργει καὶ Ἀθήνησιν· καίτοι βέλτιον ἐξ ἀρχῆς ὁρᾶν ὅπως μὴ ἐνέσονται τοσοῦτον ὑπερέχοντες, ἢ ἐάσαντας γενέσθαι ἰᾶσθαι ὕστερον.
因此,在某些地方,人们习惯于实行陶片放逐法,例如在阿耳戈斯和雅典;然而,最好是从一开始就防微杜渐,使不出现如此卓越的优越者,而不是任由他们产生,之后再去进行医治。
—διὰ δὲ φόβον στασιάζουσιν οἵ τε ἠδικηκότες, δεδιότες μὴ δῶσι δίκην, καὶ οἱ μέλλοντες ἀδικεῖσθαι, βουλόμενοι φθάσαι πρὶν ἀδικηθῆναι, ὥσπερ ἐν Ῥόδῳ συνέστησαν οἱ γνώριμοι ἐπὶ τὸν δῆμον διὰ τὰς ἐπιφερομένας δίκας.
因为恐惧而挑起内讧的,包括那些犯了罪、害怕受到惩罚的人,以及那些即将遭受不公、希望在受害前先发制人的人,就像在罗德岛,名门显贵因面临诉讼而联合起来反对平民。
—διὰ καταφρόνησιν δὲ καὶ στασιάζουσι καὶ ἐπιτίθενται, οἷον ἔν τε ταῖς ὀλιγαρχίαις, ὅταν πλείους ὦσιν οἱ μὴ μετέχοντες τῆς πολιτείας (κρείττους γὰρ οἴονται εἶναι), καὶ ἐν ταῖς δημοκρατίαις οἱ εὔποροι καταφρονήσαντες τῆς ἀταξίας καὶ ἀναρχίας, οἷον καὶ ἐν Θήβαις μετὰ τὴν ἐν Οἰνοφύτοις μάχην κακῶς πολιτευομένων ἡ δημοκρατία διεφθάρη, καὶ ἡ Μεγαρέων διʼ ἀταξίαν καὶ ἀναρχίαν ἡττηθέντων, καὶ ἐν Συρακούσαις πρὸ τῆς Γέλωνος τυραννίδος, καὶ ἐν Ῥόδῳ ὁ δῆμος πρὸ τῆς ἐπαναστάσεως.
因为轻蔑,人们既挑起内讧也发动袭击,例如在寡头政体中,当没有参与政体的人占了多数时(因为他们认为自己更强大),又如在民主政体中,富人鄙视无秩序和无政府状态,就像在底比斯,在奥伊诺菲塔战役之后,民主政体因治理不善而瓦解,在墨伽拉,平民因无秩序和无政府状态战败而瓦解,在叙拉古是在盖隆僭主政体建立之前,在罗德岛是在平民起义之前。
γίνονται δὲ καὶ διʼ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογον μεταβολαὶ τῶν πολιτειῶν.
政体的变革也会因为不成比例的增长而发生。
ὥσπερ γὰρ σῶμα ἐκ μερῶν σύγκειται καὶ δεῖ αὐξάνεσθαι ἀνάλογον ἵνα μένῃ ἡ συμμετρία, εἰ δὲ μή, φθείρεται, ὅταν ὁ μὲν ποὺς τεττάρων πηχῶν ᾖ τὸ δʼ ἄλλο σῶμα δυοῖν σπιθαμαῖν, ἐνίοτε δὲ κἂν εἰς ἄλλου ζῴου μεταβάλοι μορφήν, εἰ μὴ μόνον κατὰ τὸ ποσὸν ἀλλὰ καὶ κατὰ τὸ ποιὸν αὐξάνοιτο παρὰ τὸ ἀνάλογον, οὕτω καὶ πόλις σύγκειται ἐκ μερῶν,
因为正如身体是由若干部分组成的,为了保持对称和协调,必须按比例增长,否则身体就会毁灭,比如当脚长达四肘而身体的其他部分只有两跨时,如果身体不仅在数量上而且在质量上都不成比例地增长,有时它甚至会转变成另一种动物的形状,同样,城邦也是由若干部分组成的,

词汇与语法注释

  1. 1302b1τούτων — 属格 `τούτων` 受前行分词 `πλεονεκτοῦντας` 支配,指代前文提到的利益和荣誉(`κέρδος` 和 `τιμή`)。它确立了语法上的联系:人们挑起内讧并不是为了自己获取这些,而是因为看到其他人不公正地过度占有(`πλεονεκτοῦντας`)它们。
  2. 1302b17ἢ κατὰ τὴν πόλιν — 比较级 `μείζων`(1302b16)之后的 `ἤ` 与介词 `κατά`(按照……的比例,相比于……)相结合。它表达了与城邦的规模和政体权力相比“不成比例地大”的意思。
  3. 1302b19ἐάσαντας — 宾格分词 `ἐάσαντας` 与无人称句 `βέλτιον [ἐστι]` 中省略的逻辑主语(泛指公民或立法者)相一致。它是后半句不定式 `ἰᾶσθαι` 的逻辑主语,与前半句的 `ἐξ ἀρχῆς ὁρᾶν` 形成对比和并列。

引用这一段

亚里士多德, 政治学 §5.1302b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1302b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。