Humanitext Reader

亚里士多德 · 政治学 §4.1295b

三个阶层与中产阶级统治的优越性

第 81 段,共 155 段 · 希腊语

内容简介

作者提出了城邦中的三个阶层(极富者、极贫者与中产者),并论证了由中等阶层主导的城邦最容易服从理性,能够避免极端不平等,从而实现最稳定且最良好的治理。

§4.1295bἐν ἁπάσαις δὴ ταῖς πόλεσιν ἔστι τρία μέρη τῆς πόλεως, οἱ μὲν εὔποροι σφόδρα, οἱ δὲ ἄποροι σφόδρα, οἱ δὲ τρίτοι οἱ μέσοι τούτων.
确实,在所有的城邦中,都有城邦的三个组成部分:极其富裕者、极其贫困者,以及第三种介于这两者之间的中等阶层。
ἐπεὶ τοίνυν ὁμολογεῖται τὸ μέτριον ἄριστον καὶ τὸ μέσον, φανερὸν ὅτι καὶ τῶν εὐτυχημάτων ἡ κτῆσις ἡ μέση βελτίστη πάντων.
既然人们公认适度与中庸是最好的,那么显然,在各种幸运的资产中,拥有中等的财产也是所有人中最好的。
ῥᾴστη γὰρ τῷ λόγῳ πειθαρχεῖν, ὑπέρκαλον δὲ ἢ ὑπερίσχυρον ἢ ὑπερευγενῆ ἢ ὑπερπλούσιον ὄντα, ἢ τἀναντία τούτοις, ὑπέρπτωχον ἢ ὑπερασθενῆ ἢ σφόδρα ἄτιμον, χαλεπὸν τῷ λόγῳ ἀκολουθεῖν·
因为这种拥有最容易服从理性。 相反,对于那些极美、极强、极高贵或极富有的人,或者与此相反,极贫穷、极软弱或极无声望的人来说,服从理性是困难的。
γίγνονται γὰρ οἱ μὲν ὑβρισταὶ καὶ μεγαλοπόνηροι μᾶλλον, οἱ δὲ κακοῦργοι καὶ μικροπόνηροι λίαν, τῶν δʼ ἀδικημάτων τὰ μὲν γίγνεται διʼ ὕβριν τὰ δὲ διὰ κακουργίαν.
因为前者容易变得傲慢并犯下大罪,而后者则容易变得作恶并犯下极小的过错;在所有的不义行为中,有些是由于傲慢而产生的,另一些则是由于作恶而产生的。
ἔτι δὲ ἥκισθʼ οὗτοι φυγαρχοῦσι καὶ σπουδαρχοῦσιν, ταῦτα δʼ ἀμφότερα βλαβερὰ ταῖς πόλεσιν.
此外,这些人最不逃避官职,也最不热衷于谋求官职,而这两者对城邦都是有害的。
πρὸς δὲ τούτοις οἱ μὲν ἐν ὑπεροχαῖς εὐτυχημάτων ὄντες, ἰσχύος καὶ πλούτου καὶ φίλων καὶ τῶν ἄλλων τῶν τοιούτων, ἄρχεσθαι οὔτε βούλονται οὔτε ἐπίστανται (καὶ τοῦτʼ εὐθὺς οἴκοθεν ὑπάρχει παισὶν οὖσιν· διὰ γὰρ τὴν τρυφὴν οὐδʼ ἐν τοῖς διδασκαλείοις ἄρχεσθαι σύνηθες αὐτοῖς), οἱ δὲ καθʼ ὑπερβολὴν ἐν ἐνδείᾳ τούτων ταπεινοὶ λίαν.
除此以外,那些处于极度优越的幸运资产——如力量、财富、朋友凡此种种——之中的人,既不愿被统治,也不懂得如何被统治(而且这在他们还是孩子时就从家里开始形成了:因为由于骄奢,他们甚至在学校里也不习惯于被统治);而那些极度缺乏这些资产的人则过于卑屈。
ὥσθʼ οἱ μὲν ἄρχειν οὐκ ἐπίστανται, ἀλλʼ ἄρχεσθαι δουλικὴν ἀρχήν, οἱ δʼ ἄρχεσθαι μὲν οὐδεμίαν ἀρχήν, ἄρχειν δὲ δεσποτικὴν ἀρχήν.
因此,后者不懂得如何统治,而只懂得像奴隶般被统治;相反,前者不懂得服从任何统治,而只懂得像主人般进行统治。
γίνεται οὖν δούλων καὶ δεσποτῶν πόλις, ἀλλʼ οὐκ ἐλευθέρων, καὶ τῶν μὲν φθονούντων τῶν δὲ καταφρονούντων· ἃ πλεῖστον ἀπέχει φιλίας καὶ κοινωνίας πολιτικῆς·
于是,城邦就成了奴隶和主人的城邦,而不是自由人的城邦,一方心怀嫉妒,另一方满怀轻蔑;这些都与友爱和政治共同体相去甚远。
ἡ γὰρ κοινωνία φιλικόν· οὐδὲ γὰρ ὁδοῦ βούλονται κοινωνεῖν τοῖς ἐχθροῖς.
因为共同体是具有友爱性质的;毕竟,人们甚至不愿与敌人同行。
βούλεται δέ γε ἡ πόλις ἐξ ἴσων εἶναι καὶ ὁμοίων ὅτι μάλιστα, τοῦτο δʼ ὑπάρχει μάλιστα τοῖς μέσοις.
然而,城邦希望尽可能由平等且相似的人组成,而这最常存在于中等阶层之中。
ὥστʼ ἀναγκαῖον ἄριστα πολιτεύεσθαι ταύτην τὴν πόλιν ἐστὶν ἐξ ὧν φαμὲν φύσει τὴν σύστασιν εἶναι τῆς πόλεως.
因此,由我们所说的那些在自然上构成城邦的元素组成的城邦,必然能得到最好的治理。
καὶ σῴζονται δʼ ἐν ταῖς πόλεσιν οὗτοι μάλιστα τῶν πολιτῶν.
而且在城邦中,这些市民也最能获得安全。
οὔτε γὰρ αὐτοὶ τῶν ἀλλοτρίων, ὥσπερ οἱ πένητες, ἐπιθυμοῦσιν, οὔτε τῆς τούτων ἕτεροι, καθάπερ τῆς τῶν πλουσίων οἱ πένητες ἐπιθυμοῦσιν· καὶ διὰ τὸ μήτʼ ἐπιβουλεύεσθαι μήτʼ ἐπιβουλεύειν ἀκινδύνως διάγουσιν.
因为他们既不觊觎他人的财产(如穷人那样),他人也不觊觎他们的财产(如穷人觊觎富人的财产那样);由于他们既不被人图谋,也不图谋他人,因而得以没有危险地度日。
διὰ τοῦτο καλῶς ηὔξατο Φωκυλίδης " πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι.
因此,福希利德斯作了美好的祈祷:“中庸之中有许多最好的东西;我愿在城邦中处于中庸。
" δῆλον ἄρα ὅτι καὶ ἡ κοινωνία ἡ πολιτικὴ ἀρίστη ἡ διὰ τῶν μέσων, καὶ τὰς τοιαύτας ἐνδέχεται εὖ πολιτεύεσθαι πόλεις ἐν αἷς δὴ πολὺ τὸ μέσον καὶ κρεῖττον, μάλιστα μὲν ἀμφοῖν, εἰ δὲ μή, θατέρου μέρους· προστιθέμενον γὰρ ποιεῖ ῥοπὴν καὶ κωλύει γίνεσθαι τὰς ἐναντίας ὑπερβολάς.
”显然,通过中等阶层建立的政治共同体是最好的,而且在那些中等阶层人数众多且更为强大的城邦中,城邦最有可能得到良好的治理——最好是强于富、贫两部分,如果做不到,也要强于其中任何一部分;因为中等阶层一旦加入,就会起到权衡的作用,并阻止相反的极端现象发生。
διόπερ εὐτυχία μεγίστη τοὺς πολιτευομένους οὐσίαν ἔχειν μέσην καὶ ἱκανήν,
因此,对于在宪政下生活的人们来说,拥有中等且充足的财产是最大的幸运……

词汇与语法注释

  1. 1295bῥᾴστη γὰρ τῷ λόγῳ πειθαρχεῖν — 阴性单数主格形容词 ῥᾴστη 与前句的主语 ἡ κτῆσις ἡ μέση(中等财产的占有)相一致。不定式 πειθαρχεῖν 意为“服从理性”,表明中等财产的占有最容易使人服从理性。
  2. 1295bὑπέρκαλον δὲ ἢ ὑπερίσχυρον ἢ ὑπερευγενῆ ἢ ὑπερπλούσιον ὄντα ... χαλεπὸν τῷ λόγῳ ἀκολουθεῖν — 带有宾格分词 ὄντα(指代一般人,或作为不定式 ἀκολουθεῖν 的逻辑主语)的宾格短语,作为非人称形容词 χαλεπόν 的逻辑主语。整个句子的结构为“对于(极度美丽等)人来说,服从理性是困难的”。
  3. 1295bἐξ ὧν φαμὲν φύσει τὴν σύστασιν εἶναι τῆς πόλεως — 关系代词 ὧν(属格复数)受介词 ἐξ 支配,其先行词是上下文暗示的中等阶层(τῶν μέσων)。插入了动词 φαμὲν(我们说),其后引导一个宾格加不定式结构(τὴν σύστασιν τῆς πόλεως εἶναι)。
  4. 1295bπροστιθέμενον γὰρ ποιεῖ ῥοπὴν — 中性单数主格现在分词 προστιθέμενον 修饰主语(中等部分 τὸ μέσον)。它表示手段或条件,即中等阶层通过“被加入”到富人或穷人的一方,从而起到倾斜天平(ποιεῖ ῥοπὴν,起决定性作用)的效果。

引用这一段

亚里士多德, 政治学 §4.1295b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1295b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。