§4.1295aπερὶ δὲ τυραννίδος ἦν ἡμῖν λοιπὸν εἰπεῖν, οὐχ ὡς ἐνούσης πολυλογίας περὶ αὐτήν, ἀλλʼ ὅπως λάβῃ τῆς μεθόδου τὸ μέρος, ἐπειδὴ καὶ ταύτην τίθεμεν τῶν πολιτειῶν τι μέρος.
接下来我们需要探讨的是僭主政。 这并非因为关于它有许多话可说,而是为了让它在我们的研究中占有一席之地,因为我们也把这种政体视为国制的一个部分。
περὶ μὲν οὖν βασιλείας διωρίσαμεν ἐν τοῖς πρώτοις λόγοις, ἐν οἷς περὶ τῆς μάλιστα λεγομένης βασιλείας ἐποιούμεθα τὴν σκέψιν, πότερον ἀσύμφορος ἢ συμφέρει ταῖς πόλεσιν, καὶ τίνα καὶ πόθεν δεῖ καθιστάναι, καὶ πῶς·
关于君主政,我们在最初的讨论中已经作了界定,在那里我们对最名副其实的君主政进行了考察,探讨它对城邦是不利的还是有利的,以及应当树立什么样的人、从何处以及如何树立。
τυραννίδος δʼ εἴδη δύο μὲν διείλομεν ἐν οἷς περὶ βασιλείας ἐπεσκοποῦμεν, διὰ τὸ τὴν δύναμιν ἐπαλλάττειν πως αὐτῶν καὶ πρὸς τὴν βασιλείαν, διὰ τὸ κατὰ νόμον εἶναι ἀμφοτέρας ταύτας τὰς ἀρχάς (ἔν τε γὰρ τῶν βαρβάρων τισὶν αἱροῦνται αὐτοκράτορας μονάρχους, καὶ τὸ παλαιὸν ἐν τοῖς ἀρχαίοις Ἕλλησιν ἐγίγνοντό τινες μόναρχοι τὸν τρόπον τοῦτον, οὓς ἐκάλουν αἰσυμνήτας), ἔχουσι δέ τινας πρὸς ἀλλήλας αὗται διαφοράς, ἦσαν δὲ διὰ μὲν τὸ κατὰ νόμον βασιλικαὶ καὶ διὰ τὸ μοναρχεῖν ἑκόντων, τυραννικαὶ δὲ διὰ τὸ δεσποτικῶς ἄρχειν καὶ κατὰ τὴν αὑτῶν γνώμην·
至于僭主政,我们在考察君主政时区分了两种形式,因为它们的力量在某种程度上与君主政重合,因为这两种统治都是合乎法律的(因为在某些蛮族中,他们选举拥有全权的君主,而在古时的早期希腊人中,也曾以这种方式产生过一些君主,他们称之为“艾叙姆涅特”)。 但它们彼此之间也有一些差异:一方面,因其合乎法律且是对自愿臣民的君主统治而具有王政性质;另一方面,因其像对待奴隶般统治且凭个人意愿统治而具有僭主性质。
τρίτον δὲ εἶδος τυραννίδος, ἥπερ μάλιστʼ εἶναι δοκεῖ τυραννίς, ἀντίστροφος οὖσα τῇ παμβασιλείᾳ.
第三种僭主政形式,被认为是最名副其实的僭主政,它是全王政的对立面。
τοιαύτην δʼ ἀναγκαῖον εἶναι τυραννίδα τὴν μοναρχίαν ἥτις ἀνυπεύθυνος ἄρχει τῶν ὁμοίων καὶ βελτιόνων πάντων πρὸς τὸ σφέτερον αὐτῆς συμφέρον, ἀλλὰ μὴ πρὸς τὸ τῶν ἀρχομένων.
这种僭主政必然是一种独裁政,它是无责任的,统治着所有平等且比自己优秀的人,为了其自身的利益,而非为了被统治者利益。
διόπερ ἀκούσιος· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τῶν ἐλευθέρων τὴν τοιαύτην ἀρχήν.
因此,这是非自愿的统治;因为自由人中没有一个人会自愿忍受这样的统治。
τυραννίδος μὲν οὖν εἴδη ταῦτα καὶ τοσαῦτα διὰ τὰς εἰρημένας αἰτίας.
因此,由于上述原因,僭主政的形式就是这些,数量也仅限于此。
τίς δʼ ἀρίστη πολιτεία καὶ τίς ἄριστος βίος ταῖς πλείσταις πόλεσι καὶ τοῖς πλείστοις τῶν ἀνθρώπων, μήτε πρὸς ἀρετὴν συγκρίνουσι τὴν ὑπὲρ τοὺς ἰδιώτας, μήτε πρὸς παιδείαν ἣ φύσεως δεῖται καὶ χορηγίας τυχηρᾶς, μήτε πρὸς πολιτείαν τὴν κατʼ εὐχὴν γινομένην, ἀλλὰ βίον τε τὸν τοῖς πλείστοις κοινωνῆσαι δυνατὸν καὶ πολιτείαν ἧς τὰς πλείστας πόλεις ἐνδέχεται μετασχεῖν;
那么,对于大多数城邦和大多数人而言,在不与超出普通人水平的德行相比,不与需要天分和幸运资助的教育相比,也不与按照愿望而产生的理想政体相比的情况下,最善的政体和最善的生活是什么? 也就是说,是一种大多数人能够共同享有的生活,以及一种大多数城邦能够参与的政体。
καὶ γὰρ ἃς καλοῦσιν ἀριστοκρατίας, περὶ ὧν νῦν εἴπομεν, τὰ μὲν ἐξωτέρω πίπτουσι ταῖς πλείσταις τῶν πόλεων, τὰ δὲ γειτνιῶσι τῇ καλουμένῃ πολιτείᾳ (διὸ περὶ ἀμφοῖν ὡς μιᾶς λεκτέον).
因为即使是我们刚才所说的所谓贵族政,在某些方面对大多数城邦来说也是高不可攀的,而在另一些方面则邻近于所谓的“波里比阿(平民城邦)政体”(因此必须将两者合而为一进行讨论)。
ἡ δὲ δὴ κρίσις περὶ ἁπάντων τούτων ἐκ τῶν αὐτῶν στοιχείων ἐστίν.
而对于所有这些问题的判断,都是基于相同的基本要素。
εἰ γὰρ καλῶς ἐν τοῖς Ἠθικοῖς εἴρηται τὸ τὸν εὐδαίμονα βίον εἶναι τὸν κατʼ ἀρετὴν ἀνεμπόδιστον, μεσότητα δὲ τὴν ἀρετήν, τὸν μέσον ἀναγκαῖον εἶναι βίον βέλτιστον, τὸ τῆς ἑκάστοις ἐνδεχομένης τυχεῖν μεσότητος·
因为如果在《伦理学》中已经正确地指出,幸福的生活是依照德行而无阻碍的生活,而德行是一种中庸,那么中庸的生活就必然是最好的,即每个人都可能达到的中庸。
τοὺς δὲ αὐτοὺς τούτους ὅρους ἀναγκαῖον εἶναι καὶ πόλεως ἀρετῆς καὶ κακίας καὶ πολιτείας· ἡ γὰρ πολιτεία βίος τίς ἐστι πόλεως.
而且,这些相同的标准也必然适用于城邦的德行与恶行以及政体;因为政体便是城邦的某种生活方式。