Humanitext Reader

亚里士多德 · 政治学 §4.1294a

良好法治的定义与混合政体的构建方式

第 78 段,共 155 段 · 希腊语

内容简介

亚里士多德阐明了良好法治(eunomia)的定义,并论述了如何根据自由、财富和美德在城邦中的混合比例来区分“波里比阿”与“贵族制”。随后,他开始介绍结合民主制和寡头制要素来具体构建“波里比阿”的第一种方法。

§4.1294aδοκεῖ δʼ εἶναι τῶν ἀδυνάτων τὸ εὐνομεῖσθαι τὴν μὴ ἀριστοκρατουμένην πόλιν ἀλλὰ πονηροκρατουμένην, ὁμοίως δὲ καὶ ἀριστοκρατεῖσθαι τὴν μὴ εὐνομουμένην.
一个不由优秀者统治而由恶人统治的城邦要拥有良好法治似乎是不可能的事,同样,一个没有良好法治的城邦要实行贵族统治也是不可能的。
οὐκ ἔστι δὲ εὐνομία τὸ εὖ κεῖσθαι τοὺς νόμους, μὴ πείθεσθαι δέ.
良好法治并不是指法律制定得好却不被遵守。
διὸ μίαν μὲν εὐνομίαν ὑποληπτέον εἶναι τὸ πείθεσθαι τοῖς κειμένοις νόμοις, ἑτέραν δὲ τὸ καλῶς κεῖσθαι τοὺς νόμους οἷς ἐμμένουσιν (ἔστι γὰρ πείθεσθαι καὶ κακῶς κειμένοις).
因此,必须认为,良好法治的一方面是遵守已制定的法律,另一方面是他们所遵守的法律本身制定得很好(因为人们也可能遵守制定得不好的法律)。
τοῦτο δὲ ἐνδέχεται διχῶς· ἢ γὰρ τοῖς ἀρίστοις τῶν ἐνδεχομένων αὐτοῖς, ἢ τοῖς ἁπλῶς ἀρίστοις.
而这可能有两种情况:要么是对于他们而言可能的最善之法,要么是无条件的最善之法。
δοκεῖ δὲ ἀριστοκρατία μὲν εἶναι μάλιστα τὸ τὰς τιμὰς νενεμῆσθαι κατʼ ἀρετήν (ἀριστοκρατίας μὲν γὰρ ὅρος ἀρετή, ὀλιγαρχίας δὲ πλοῦτος, δήμου δʼ ἐλευθερία)· τὸ δʼ ὅ τι ἂν δόξῃ τοῖς πλείοσιν, ἐν πάσαις ὑπάρχει· καὶ γὰρ ἐν ὀλιγαρχίᾳ καὶ ἐν ἀριστοκρατίᾳ καὶ ἐν δήμοις, ὅ τι ἂν δόξῃ τῷ πλείονι μέρει τῶν μετεχόντων τῆς πολιτείας, τοῦτʼ ἐστὶ κύριον.
而贵族制似乎主要是根据美德来分配荣誉(因为贵族制的界限是美德,寡头制的是财富,而平民制的是自由);而“多数人的决定”这一原则存在于所有政体中;因为无论在寡头制、贵族制还是民主制中,凡是参与政体的多数部分所决定的,就是主导性的。
ἐν μὲν οὖν ταῖς πλείσταις πόλεσι τοῦτο τῆς πολιτείας εἶδος καλεῖται· μόνον γὰρ ἡ μίξις στοχάζεται τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πλούτου καὶ ἐλευθερίας· (σχεδὸν γὰρ παρὰ τοῖς πλείστοις οἱ εὔποροι τῶν καλῶν κἀγαθῶν δοκοῦσι κατέχειν χώραν)· ἐπεὶ δὲ τρία ἐστὶ τὰ ἀμφισβητοῦντα τῆς ἰσότητος τῆς πολιτείας, ἐλευθερία πλοῦτος ἀρετή (τὸ γὰρ τέταρτον, ὃ καλοῦσιν εὐγένειαν, ἀκολουθεῖ τοῖς δυσίν· ἡ γὰρ εὐγένειά ἐστιν ἀρχαῖος πλοῦτος καὶ ἀρετή), φανερὸν ὅτι τὴν μὲν τοῖν δυοῖν μίξιν, τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πολιτείαν λεκτέον, τὴν δὲ τῶν τριῶν ἀριστοκρατίαν μάλιστα τῶν ἄλλων παρὰ τὴν ἀληθινὴν καὶ πρώτην.
因此,在大多数城邦中,这种形式的政体被称为“波里比阿”;因为这种混合仅旨在结合富人和穷人、财富与自由(因为在绝大多数城邦中,富人似乎占据了高尚而善良者的地位);然而,既然有三者争夺政体中的平等地位—— 自由、财富和美德(因为他们所谓的第四个要素,即高贵出身,是伴随着其中两者的;高贵出身就是古老的财富与美德),显然,将这两者(富人和穷人)的混合称为“波里比阿”,而将这三者的混合称为“贵族制”,比其他任何形式都更配得上这个名字,仅次于那真正的、第一位的贵族制。
ὅτι μὲν οὖν ἔστι καὶ ἕτερα πολιτείας εἴδη παρὰ μοναρχίαν τε καὶ δημοκρατίαν καὶ ὀλιγαρχίαν, εἴρηται, καὶ ποῖα ταῦτα, καὶ τί διαφέρουσιν ἀλλήλων αἵ τʼ ἀριστοκρατίαι καὶ αἱ πολιτεῖαι· καὶ ὅτι οὐ πόρρω αὗται ἀλλήλων, φανερόν.
因此,已经说明,除了君主制、民主制和寡头制之外,还有其他形式的政体,以及这些形式是什么,以及贵族制和波里比阿彼此有什么不同;而且显然,它们彼此相距并不远。
τίνα δὲ τρόπον γίνεται παρὰ δημοκρατίαν καὶ ὀλιγαρχίαν ἡ καλουμένη πολιτεία, καὶ πῶς αὐτὴν δεῖ καθιστάναι, λέγωμεν ἐφεξῆς τοῖς εἰρημένοις.
那么,所谓的“波里比阿”是如何在民主制和寡头制之外产生的,以及应当如何确立它,让我们在已经说过的话之后接续讨论。
ἅμα δὲ δῆλον ἔσται καὶ οἷς ὁρίζονται τὴν δημοκρατίαν καὶ τὴν ὀλιγαρχίαν· ληπτέον γὰρ τὴν τούτων διαίρεσιν, εἶτα ἐκ τούτων ἀφʼ ἑκατέρας ὥσπερ σύμβολον λαμβάνοντας συνθετέον.
同时,人们用来定义民主制和寡头制的标准也将变得清晰;因为我们必须把握它们的区分,然后从两者中各取一部分,如同合符(契标)一样结合在一起。
εἰσὶ δὲ ὅροι τρεῖς τῆς συνθέσεως καὶ μίξεως.
而这种结合和混合有三种准则。
ἢ γὰρ ἀμφότερα ληπτέον ἃ ἑκάτεροι νομοθετοῦσιν, οἷον περὶ τοῦ δικάζειν (ἐν μὲν γὰρ ταῖς ὀλιγαρχίαις τοῖς εὐπόροις ζημίαν τάττουσιν ἂν μὴ δικάζωσι, τοῖς δʼ ἀπόροις οὐδένα μισθόν, ἐν δὲ ταῖς δημοκρατίαις τοῖς μὲν ἀπόροις μισθόν, τοῖς δʼ εὐπόροις οὐδεμίαν ζημίαν·
因为要么我们必须采用双方所立法的两项规定,例如关于法庭审判的事情(在寡头政体中,如果富人不参与审判,他们会被处以罚款,而对穷人则不给补贴;但在民主政体中他们给穷人补贴,而对富人则不处以罚款。
κοινὸν δὲ καὶ μέσον τούτων ἀμφότερα ταῦτα, διὸ καὶ πολιτικόν, μέμεικται γὰρ ἐξ ἀμφοῖν)·
而两者的共同点和中间点就是同时实行这两项规定,因此这也是合乎波里比阿(城邦式)的,因为它是从两者中混合而来的);

词汇与语法注释

  1. 1294aτὸ εὐνομεῖσθαι τὴν μὴ ἀριστοκρατουμένην πόλιν ἀλλὰ πονηροκρατουμένην — 冠词修饰的不定式 `τὸ εὐνομεῖσθαι` 以宾格短语 `τὴν μὴ ἀριστοκρατουμένην πόλιν...` 为其逻辑主语,构成宾格不定式结构,并作为整句的主语(即 `δοκεῖ εἶναι τῶν ἀδυνάτων` 的主语)。
  2. 1294aτὸ εὖ κεῖσθαι τοὺς νόμους, μὴ πείθεσθαι δέ — “法律被良好制定”与“不被遵守”这两个相反的事态通过连词 `δέ` 相连,并被单个中性单数冠词 `τὸ` 统一名词化,构成了系动词 `ἔστι` 的表语(或主语)。
  3. 1294aτὸ δʼ ὅ τι ἂν δόξῃ τοῖς πλείοσιν — 由关系代词 `ὅ τι` 伴随语气小词 `ἄν` 及虚拟语气 `δόξῃ` 引导的整个关系从句,被中性单数冠词 `τὸ` 名词化,作为动词 `ὑπάρχει` 的主语。
  4. 1294aσύμβολον — 此处使用了“合符/契标”(symbolon)的隐喻,原指将一物剖分为二,双方各执其一以备日后验证。这里形象地指从民主制和寡头制中各取出一部分特征,如同拼合契票一样合二为一。
  5. 1294bκοινὸν δὲ καὶ μέσον τούτων ἀμφότερα ταῦτα, διὸ καὶ πολιτικόν, μέμεικται γὰρ ἐξ ἀμφοῖν — 主语是中性复数主格的 `ἀμφότερα ταῦτα`(这两者),而 `κοινὸν καὶ μέσον` 是它的表语。在接下来的从句 `διὸ καὶ πολιτικόν` 中,系动词 `ἐστί` 被省略了。

引用这一段

亚里士多德, 政治学 §4.1294a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1294a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。