Humanitext Reader

亚里士多德 · 政治学 §4.1293b

贵族政体的分类与混合政体波里特亚的本质

第 77 段,共 155 段 · 希腊语

内容简介

亚里士多德对真正意义上及广义上的贵族政体形式进行了分类,随后定义了作为寡头政体和民主政体混合物的“波里比阿”之本质,并解释了僭主政体在研究中的位置。

§4.1293bἀριστοκρατίαν μὲν οὖν καλῶς ἔχει καλεῖν περὶ ἧς διήλθομεν ἐν τοῖς πρώτοις λόγοις (τὴν γὰρ ἐκ τῶν ἀρίστων ἁπλῶς κατʼ ἀρετὴν πολιτείαν καὶ μὴ πρὸς ὑπόθεσίν τινα ἀγαθῶν ἀνδρῶν μόνην δίκαιον προσαγορεύειν ἀριστοκρατίαν·
因此,将我们在最初的讨论中所探讨的那种政体称为贵族政体是妥当的。 因为,只有将那种无条件地由在美德上最优秀的人组成的政体,而非仅仅针对某种特定假设而言是善人的政体,称作贵族政体才是公正的。
ἐν μόνῃ γὰρ ἁπλῶς ὁ αὐτὸς ἀνὴρ καὶ πολίτης ἀγαθός ἐστιν, οἱ δʼ ἐν ταῖς ἄλλαις ἀγαθοὶ πρὸς τὴν πολιτείαν εἰσὶ τὴν αὑτῶν)·
因为只有在这种政体中,无条件善的人与善的公民才是同一的,而在其他政体中,善人只是相对于他们自己的政体而言的。
οὐ μὴν ἀλλʼ εἰσί τινες αἳ πρός τε τὰς ὀλιγαρχουμένας ἔχουσι διαφορὰς καὶ πρὸς τὴν καλουμένην πολιτείαν.
不过,确实有一些政体,它们既与寡头制的政体有别,也与所谓的“波里比阿[政体]”不同。
ὅπου γὰρ μὴ μόνον πλουτίνδην ἀλλὰ καὶ ἀριστίνδην αἱροῦνται τὰς ἀρχάς, αὕτη ἡ πολιτεία διαφέρει τε ἀμφοῖν καὶ ἀριστοκρατικὴ καλεῖται.
因为在不仅根据财富而且根据卓越(才能)选举官职的地方,这种政体就与两者都不同,并被称为贵族制。
καὶ γὰρ ἐν ταῖς μὴ ποιουμέναις κοινὴν ἐπιμέλειαν ἀρετῆς εἰσὶν ὅμως τινὲς οἱ εὐδοκιμοῦντες καὶ δοκοῦντες εἶναι ἐπιεικεῖς.
因为即使在那些不对美德进行公共关怀的政体中,也仍然有一些享有盛誉并被认为是体面的人。
ὅπου οὖν ἡ πολιτεία βλέπει εἴς τε πλοῦτον καὶ ἀρετὴν καὶ δῆμον, οἷον ἐν Καρχηδόνι, αὕτη ἀριστοκρατική ἐστιν, καὶ ἐν αἷς εἰς τὰ δύο μόνον, οἷον ἡ Λακεδαιμονίων, εἴς τε ἀρετὴν καὶ δῆμον, καὶ ἔστι μίξις τῶν δύο τούτων, δημοκρατίας τε καὶ ἀρετῆς.
因此,凡是政体同时关注财富、美德和人民的地方,例如在迦太基,这种政体就是贵族制的;而在那些仅关注其中两者的地方,例如拉刻代蒙人的政体关注美德和人民,并且是民主政体和美德这两者的混合。
ἀριστοκρατίας μὲν οὖν παρὰ τὴν πρώτην τὴν ἀρίστην πολιτείαν ταῦτα δύο εἴδη, καὶ τρίτον ὅσαι τῆς καλουμένης πολιτείας ῥέπουσι πρὸς τὴν ὀλιγαρχίαν μᾶλλον.
因此,除了第一种最优秀的政体之外,这是贵族政体的两种形式,第三种则是指所谓的波里比阿中那些更偏向于寡头政体的形式。
λοιπὸν δʼ ἐστὶν ἡμῖν περί τε τῆς ὀνομαζομένης πολιτείας εἰπεῖν καὶ περὶ τυραννίδος.
我们剩下的任务是论述所谓的波里比阿以及僭主政体。
ἐτάξαμεν δʼ οὕτως οὐκ οὖσαν οὔτε ταύτην παρέκβασιν οὔτε τὰς ἄρτι ῥηθείσας ἀριστοκρατίας, ὅτι τὸ μὲν ἀληθὲς πᾶσαι διημαρτήκασι τῆς ὀρθοτάτης πολιτείας, ἔπειτα καταριθμοῦνται μετὰ τούτων εἰσί τʼ αὐτῶν αὗται παρεκβάσεις ἅσπερ ἐν τοῖς κατʼ ἀρχὴν εἴπομεν.
我们之所以这样安排,是因为无论是这种政体还是刚才提到的贵族政体,都不是[真正的]偏差,因为事实上,它们都偏离了最正确的政体,其次,它们与这些政体一起被列入,且它们本身就是那些政体的偏差,正如我们在开始时所说的那样。
τελευταῖον δὲ περὶ τυραννίδος εὔλογόν ἐστι ποιήσασθαι μνείαν διὰ τὸ πασῶν ἥκιστα ταύτην εἶναι πολιτείαν, ἡμῖν δὲ τὴν μέθοδον εἶναι περὶ πολιτείας.
最后,提及僭主政体是合乎情理的,因为在所有政体中,它最算不上是政体,而我们的探究则是关于政体的。
διʼ ἣν μὲν οὖν αἰτίαν τέτακται τὸν τρόπον τοῦτον, εἴρηται· νῦν δὲ δεικτέον ἡμῖν περὶ πολιτείας.
因此,由于什么原因而作如此安排,已经说明了;现在我们必须论述波里比阿。
φανερωτέρα γὰρ ἡ δύναμις αὐτῆς διωρισμένων τῶν περὶ ὀλιγαρχίας καὶ δημοκρατίας.
因为在界定了关于寡头政体和民主政体的事情之后,它的性质就更为清楚了。
ἔστι γὰρ ἡ πολιτεία ὡς ἁπλῶς εἰπεῖν μίξις ὀλιγαρχίας καὶ δημοκρατίας.
因为简单来说,波里比阿就是寡头政体和民主政体的混合。
εἰώθασι δὲ καλεῖν τὰς μὲν ἀποκλινούσας πρὸς τὴν δημοκρατίαν πολιτείας, τὰς δὲ πρὸς τὴν ὀλιγαρχίαν μᾶλλον ἀριστοκρατίας διὰ τὸ μᾶλλον ἀκολουθεῖν παιδείαν καὶ εὐγένειαν τοῖς εὐπορωτέροις.
人们习惯于将那些偏向于民主政体的称为波里比阿,而将那些更偏向于寡头政体的称为贵族政体,因为教养和高贵的出身更多地伴随着较富裕的人。
ἔτι δὲ δοκοῦσιν ἔχειν οἱ εὔποροι ὧν ἕνεκεν οἱ ἀδικοῦντες ἀδικοῦσιν· ὅθεν καὶ καλοὺς κἀγαθοὺς καὶ γνωρίμους τούτους προσαγορεύουσιν.
此外,富人被认为拥有那些作恶者因之而作恶的事物;因此,人们也称他们为“高尚而善良的人”和“名士”。
ἐπεὶ οὖν ἡ ἀριστοκρατία βούλεται τὴν ὑπεροχὴν ἀπονέμειν τοῖς ἀρίστοις τῶν πολιτῶν, καὶ τὰς ὀλιγαρχίας εἶναί φασιν ἐκ τῶν καλῶν κἀγαθῶν μᾶλλον.
既然贵族政体旨在将优越地位赋予公民中最优秀的人,所以人们也说寡头政体更多是由高尚而善良的人组成的。

词汇与语法注释

  1. 1293bτὴν γὰρ ἐκ τῶν ἀρίστων ἁπλῶς κατʼ ἀρετὴν πολιτείαν — 副词 ἁπλῶς(无条件地)修饰名词化形容词 τῶν ἀρίστων 或介词短语 κατʼ ἀρετήν,强调这是基于绝对的“美德”,而非相对于特定政体假设的相对之“善”。
  2. 1293bοὐ μὴν ἀλλʼ — 一个表示强烈对比或让步的惯用语,意为“尽管如此”或“然而”,用以限制前文对贵族政体的严格定义。
  3. 1293bπαρά — 介词 παρά 接宾格,在这里表示“除了……之外”或“在……之外”,指第一种最理想的政体以外的贵族政体形式。
  4. ross_section_8οὐκ οὖσαν οὔτε ταύτην παρέκβασιν — 分词 οὖσαν(宾格阴性单数)作为主动词 ἐτάξαμεν 的补充分词(表示事实的宾格主语的补足语),表示“我们是将此(波里比阿)视作非偏差政体来安排的”。
  5. ross_section_8εἰσί τʼ αὐτῶν αὗται παρεκβάσεις — 属格代词 αὐτῶν 指代前文的“最正确的政体”(τῆς ὀρθοτάτης πολιτείας),表明这些政体本身从绝对标准来看也是理想形式的某种偏差。

引用这一段

亚里士多德, 政治学 §4.1293b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1293b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。