Humanitext Reader

亚里士多德 · 政治学 §4.1293a

第四种民主政体与寡头政体的四种形态

第 76 段,共 155 段 · 希腊语

内容简介

亚里士多德阐述了在财政充裕和城邦扩大背景下产生的高级民主政体(由大众而非法律进行统治),并根据财产集中度和法律约束将寡头政体划分为四个渐进形式,最后提及了民主与寡头之外的两种政体:贵族政体和“波里比阿[政体]”。

§4.1293aτέταρτον δὲ εἶδος δημοκρατίας ἡ τελευταία τοῖς χρόνοις ἐν ταῖς πόλεσι γεγενημένη.
而民主政体的第四种形式是,在各城邦中时间上最后产生的那种。
διὰ γὰρ τὸ μείζους γεγονέναι πολὺ τὰς πόλεις τῶν ἐξ ὑπαρχῆς καὶ προσόδων ὑπάρχειν εὐπορίας, μετέχουσι μὲν πάντες τῆς πολιτείας διὰ τὴν ὑπεροχὴν τοῦ πλήθους, κοινωνοῦσι δὲ καὶ πολιτεύονται διὰ τὸ δύνασθαι σχολάζειν καὶ τοὺς ἀπόρους, λαμβάνοντας μισθόν.
因为随着城邦变得比最初大得多,并且有了充裕的岁入,由于大众的压倒性优势,所有人都参与政体,而且由于穷人也能领到津贴而享有闲暇,他们也共同参与并治理国政。
καὶ μάλιστα δὲ σχολάζει τὸ τοιοῦτον πλῆθος· οὐ γὰρ ἐμποδίζει αὐτοὺς οὐθὲν ἡ τῶν ἰδίων ἐπιμέλεια, τοὺς δὲ πλουσίους ἐμποδίζει, ὥστε πολλάκις οὐ κοινωνοῦσι τῆς ἐκκλησίας οὐδὲ τοῦ δικάζειν.
而这样的大众最能享有闲暇;因为对私人事务的顾虑一点也不妨碍他们,却妨碍了富人,以至于富人常常不参加公民大会,也不参与审判。
διὸ γίνεται τὸ τῶν ἀπόρων πλῆθος κύριον τῆς πολιτείας, ἀλλʼ οὐχ οἱ νόμοι.
因此,穷人的大众成为了政体的主权者,而不是法律。
τὰ μὲν οὖν τῆς δημοκρατίας εἴδη τοσαῦτα καὶ τοιαῦτα διὰ ταύτας τὰς ἀνάγκας ἐστίν, τάδε δὲ τῆς ὀλιγαρχίας·
因此,由于这些必然的原因,民主政体的形式就有这么多,且是这样的。
ὅταν μὲν πλείους ἔχωσιν οὐσίαν, ἐλάττω δὲ καὶ μὴ πολλὴν λίαν, τὸ τῆς πρώτης ὀλιγαρχίας εἶδός ἐστιν·
而寡头政体的形式如下:当较多的人拥有财产,但财产较少且不是太多时,这是第一种寡头政体的形式。
ποιοῦσι γὰρ ἐξουσίαν μετέχειν τῷ κτωμένῳ, καὶ διὰ τὸ πλῆθος εἶναι τῶν μετεχόντων τοῦ πολιτεύματος ἀνάγκη μὴ τοὺς ἀνθρώπους ἀλλὰ τὸν νόμον εἶναι κύριον (ὅσῳ γὰρ ἂν πλεῖον ἀπέχωσι τῆς μοναρχίας, καὶ μήτε τοσαύτην ἔχωσιν οὐσίαν ὥστε σχολάζειν ἀμελοῦντες μήθʼ οὕτως ὀλίγην ὥστε τρέφεσθαι ἀπὸ τῆς πόλεως, ἀνάγκη τὸν νόμον ἀξιοῦν αὐτοῖς ἄρχειν, ἀλλὰ μὴ αὐτούς)· ἐὰν δὲ δὴ ἐλάττους ὦσιν οἱ τὰς οὐσίας ἔχοντες ἢ οἱ τὸ πρότερον, πλείω δέ, τὸ τῆς δευτέρας ὀλιγαρχίας γίνεται εἶδος·
因为他们允许获得财产的人参与,而且由于统治集团的人数众多,必然是由法律而不是由人来掌握主权(因为他们离君主制越远,且既没有多到可以荒废私务而享有闲暇的财产,也没有少到需要靠城邦供养,那么他们必然要求由法律来为他们进行统治,而不是由他们自己统治);但如果拥有财产的人比以前更少,但财产更多,就会产生第二种寡头政体的形式。
μᾶλλον γὰρ ἰσχύοντες πλεονεκτεῖν ἀξιοῦσιν, διὸ αὐτοὶ μὲν αἱροῦνται ἐκ τῶν ἄλλων τοὺς εἰς τὸ πολίτευμα βαδίζοντας, διὰ δὲ τὸ μήπω οὕτως ἰσχυροὶ εἶναι ὥστʼ ἄνευ νόμου ἄρχειν τὸν νόμον τίθενται τοιοῦτον.
因为他们势力更大,要求获得更多,所以他们自己从其他人中选拔进入统治集团的人,但由于他们还没有强大到可以无视法律进行统治,所以他们制定了相应的法律。
ἐὰν δʼ ἐπιτείνωσι τῷ ἐλάττονες ὄντες μείζονας οὐσίας ἔχειν, ἡ τρίτη ἐπίδοσις γίνεται τῆς ὀλιγαρχίας, τὸ διʼ αὑτῶν μὲν τὰς ἀρχὰς ἔχειν, κατὰ νόμον δὲ τὸν κελεύοντα τῶν τελευτώντων διαδέχεσθαι τοὺς υἱεῖς.
而如果他们通过人数更少且拥有更大的财产来加剧这种情况,就会产生寡头政体的第三种发展,即由他们自己掌握官职,但根据法律,规定由死者的儿子继任。
ὅταν δὲ ἤδη πολὺ ὑπερτείνωσι ταῖς οὐσίαις καὶ ταῖς πολυφιλίαις, ἐγγὺς ἡ τοιαύτη δυναστεία μοναρχίας ἐστίν, καὶ κύριοι γίνονται οἱ ἄνθρωποι, ἀλλʼ οὐχ ὁ νόμος·
而当他们已经在财产和庞大的党羽上远远超过他人时,这种王朝政体就接近于君主政体,掌握主权的是人,而不是法律。
καὶ τὸ τέταρτον εἶδος τῆς ὀλιγαρχίας τοῦτʼ ἐστίν, ἀντίστροφον τῷ τελευταίῳ τῆς δημοκρατίας.
这就是寡头政体的第四种形式,与民主政体的最后一种形式相对应。
ἔτι δʼ εἰσὶ δύο πολιτεῖαι παρὰ δημοκρατίαν τε καὶ ὀλιγαρχίαν, ὧν τὴν μὲν ἑτέραν λέγουσί τε πάντες καὶ εἴρηται τῶν τεττάρων πολιτειῶν εἶδος ἕν (λέγουσι δὲ τέτταρας μοναρχίαν ὀλιγαρχίαν δημοκρατίαν, τέταρτον δὲ τὴν καλουμένην ἀριστοκρατίαν)·
此外,在民主政体和寡头政体之外,还有两种政体。
πέμπτη δʼ ἐστὶν ἣ προσαγορεύεται τὸ κοινὸν ὄνομα πασῶν (πολιτείαν γὰρ καλοῦσιν), ἀλλὰ διὰ τὸ μὴ πολλάκις γίνεσθαι λανθάνει τοὺς πειρωμένους ἀριθμεῖν τὰ τῶν πολιτειῶν εἴδη, καὶ χρῶνται ταῖς τέτταρσι μόνον (ὥσπερ Πλάτων) ἐν ταῖς πολιτείαις.
其中一种是人人都在谈论的,并且已被列为四种政体形式之一(人们说有四种:君主政体、寡头政体、民主政体,第四种是所谓的贵族政体);而第五种则是以它们全体的共同名称来命名的(因为人们称之为“波里比阿[政体]”),但由于它不常出现,所以被那些试图计算政体形式的人所忽视,他们仅在讨论政体时使用这四种形式(正如柏拉图那样)。

词汇与语法注释

  1. 1293a20ἀξιοῦν αὐτοῖς ἄρχειν — 不定式 ἀξιοῦν 的逻辑主语在句中被省略,其指代前文提到的拥有适度财产的人。αὐτοῖς 作利益与格或关系与格修饰 ἄρχειν,表示法律“为他们”进行统治。虽然有异读将此处读作宾格 αὐτούς(即“要求他们自己进行统治”),但根据紧随其后的 ἀλλὰ μὴ αὐτούς(而不是他们自己)的对比,将 αὐτοῖς 解释为与格(法律为他们统治)在语法上最为连贯。
  2. 1293a27ἐὰν δʼ ἐπιτείνωσι τῷ ἐλάττονες ὄντες μείζονας οὐσίας ἔχειν — 动词 ἐπιτείνω 在此处作为不及物动词使用,意为“加强、加剧(寡头统治的程度)”。带冠词的与格不定式短语 τῷ ... ἔχειν 表示手段或原因(“通过拥有……”),而该结构内部的分词 ἐλάττονες ὄντες 采用主格,是因为它与主句限定动词 ἐπιτείνωσι 的主语(即寡头统治者)保持一致。
  3. 1293b1(ὥσπερ Πλάτων) ἐν ταῖς πολιτείαις — 短语 ἐν ταῖς πολιτείαις 既可以泛指“在关于政体的讨论中”,也可以特指柏拉图的著作《国家篇》(希腊语:Politeia)。由于柏拉图在《国家篇》第八、九卷中提出了四种政体(荣誉政体、寡头政体、民主政体、僭主政体),且希腊语复数形式 πολιτείαις 常被用来指代该书或关于政体的论著,因此此处极有可能是指柏拉图的《国家篇》。

引用这一段

亚里士多德, 政治学 §4.1293a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1293a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。