Humanitext Reader

亚里士多德 · 政治学 §4.1292b

寡头政体的种类与法律同运作的脱节

第 75 段,共 155 段 · 希腊语

内容简介

亚里士多德定义了寡头政体的其余形式(包括王朝政体),并指出法定政体与实际运作可能存在脱节。接着,他根据平民不同组成部分的参与情况,解释了民主政体各种具体形式的产生原因。

§4.1292bἄλλο δέ, ὅταν ἀπὸ τιμημάτων μακρῶν ὦσιν αἱ ἀρχαὶ καὶ αἱρῶνται αὐτοὶ τοὺς ἐλλείποντας (ἂν μὲν οὖν ἐκ πάντων τούτων τοῦτο ποιῶσι, δοκεῖ τοῦτʼ εἶναι μᾶλλον ἀριστοκρατικόν, ἐὰν δὲ ἐκ τινῶν ἀφωρισμένων, ὀλιγαρχικόν)· ἕτερον δʼ εἶδος ὀλιγαρχίας, ὅταν παῖς ἀντὶ πατρὸς εἰσίῃ, τέταρτον δʼ, ὅταν ὑπάρχῃ τε τὸ νῦν λεχθὲν καὶ ἄρχῃ μὴ ὁ νόμος ἀλλʼ οἱ ἄρχοντες.
另一种形式是,官职产生于高额的财产资格,并且他们自己选出填补空缺的人(如果他们是从所有这些符合条件的人中选出,这似乎更偏向于贵族政体;如果只是从某些特定的人中选出,则是寡头政体);而另一种寡头政体的形式是,子继父职;第四种是,既存在刚才所说的情况,又是由统治者而不是法律进行统治。
καὶ ἔστιν ἀντίστροφος αὕτη ἐν ταῖς ὀλιγαρχίαις ὥσπερ ἡ τυραννὶς ἐν ταῖς μοναρχίαις, καὶ περὶ ἧς τελευταίας εἴπαμεν δημοκρατίας ἐν ταῖς δημοκρατίαις· καὶ καλοῦσι δὴ τὴν τοιαύτην ὀλιγαρχίαν δυναστείαν.
这在寡头政体中是相对应的形式,正如僭主政体在君主政体中,以及我们在民主政体中最后谈到的那种民主政体一样;人们称这种寡头政体为王朝政体。
ὀλιγαρχίας μὲν οὖν εἴδη τοσαῦτα καὶ δημοκρατίας·
因此,寡头政体和民主政体的形式就有这么多种。
οὐ δεῖ δὲ λανθάνειν ὅτι πολλαχοῦ συμβέβηκεν ὥστε τὴν μὲν πολιτείαν τὴν κατὰ τοὺς νόμους μὴ δημοτικὴν εἶναι, διὰ δὲ τὸ ἔθος καὶ τὴν ἀγωγὴν πολιτεύεσθαι δημοτικῶς, ὁμοίως δὲ πάλιν παρʼ ἄλλοις τὴν μὲν κατὰ τοὺς νόμους εἶναι πολιτείαν δημοτικωτέραν, τῇ δʼ ἀγωγῇ καὶ τοῖς ἔθεσιν ὀλιγαρχεῖσθαι μᾶλλον.
但是我们不应忽视,在许多地方发生过这样的情况:虽然依法律而定的政体并不是民主的,但由于习俗和教化,其政治运作却是民主的;同样地,在另一些地方,依法律而定的政体虽然较为民主,但通过教化和习俗,其统治却更为偏向寡头。
συμβαίνει δὲ τοῦτο μάλιστα μετὰ τὰς μεταβολὰς τῶν πολιτειῶν· οὐ γὰρ εὐθὺς μεταβαίνουσιν, ἀλλὰ ἀγαπῶσι τὰ πρῶτα μικρὰ πλεονεκτοῦντες παρʼ ἀλλήλων, ὥσθʼ οἱ μὲν νόμοι διαμένουσιν οἱ προϋπάρχοντες, κρατοῦσι δʼ οἱ μεταβαλόντες τὴν πολιτείαν.
这种情况特别容易在政体变革之后发生;因为他们并不是立刻转变,而是最初满足于从彼此那里获得些微的优势,结果以前存在的法律仍然保留,而变革了政体的人却掌握了权力。
ὅτι δʼ ἔστι τοσαῦτα εἴδη δημοκρατίας καὶ ὀλιγαρχίας, ἐξ αὐτῶν τῶν εἰρημένων φανερόν ἐστιν.
民主政体和寡头政体有这么多形式,从已经说过的这些话中就可以明白。
ἀνάγκη γὰρ ἢ πάντα τὰ εἰρημένα μέρη τοῦ δήμου κοινωνεῖν τῆς πολιτείας, ἢ τὰ μὲν τὰ δὲ μή.
因为,要么是前面提到的平民的所有组成部分都参与政体,要么是有些参与而有些不参与。
ὅταν μὲν οὖν τὸ γεωργικὸν καὶ τὸ κεκτημένον μετρίαν οὐσίαν κύριον ᾖ τῆς πολιτείας, πολιτεύονται κατὰ νόμους (ἔχουσι γὰρ ἐργαζόμενοι ζῆν, οὐ δύνανται δὲ σχολάζειν, ὥστε τὸν νόμον ἐπιστήσαντες ἐκκλησιάζουσι τὰς ἀναγκαίας ἐκκλησίας), τοῖς δὲ ἄλλοις μετέχειν ἔξεστιν ὅταν κτήσωνται τὸ τίμημα τὸ διωρισμένον ὑπὸ τῶν νόμων· διὸ πᾶσι τοῖς κτησαμένοις ἔξεστι μετέχειν·
因此,当农业阶级和拥有温饱财产的人掌握政体的主权时,他们依法进行治理(因为他们必须边劳动边生活,无法享有闲暇,因而他们以法律为尊,只召开必不可少的公民大会),而其他人只要获得了法律规定的财产资格,也可以参与;因此,允许所有获得该资格的人参与。
ὅλως μὲν γὰρ τὸ μὲν μὴ ἐξεῖναι πᾶσιν ὀλιγαρχικόν, τὸ δὲ δὴ ἐξεῖναι σχολάζειν ἀδύνατον μὴ προσόδων οὐσῶν.
因为总的来说,不向所有人开放是寡头政体的特征,而要在没有公共收入的情况下享有闲暇,则是办不到的。
τοῦτο μὲν οὖν εἶδος ἓν δημοκρατίας διὰ ταύτας τὰς αἰτίας· ἕτερον δὲ εἶδος διὰ τὴν ἐχομένην διαίρεσιν· ἔστι γὰρ καὶ πᾶσιν ἐξεῖναι τοῖς ἀνυπευθύνοις κατὰ τὸ γένος, μετέχειν μέντοι δυναμένους σχολάζειν· διόπερ ἐν τῇ τοιαύτῃ δημοκρατίᾳ οἱ νόμοι ἄρχουσι, διὰ τὸ μὴ εἶναι πρόσοδον.
因此,由于这些原因,这是民主政体的第一种形式;而第二种形式是由于紧接着的区分:因为可能允许所有在出身上面没有疑问的人参与,但是只有那些能够享有闲暇的人才实际参与;因此在这样的民主政体中,由法律统治,因为没有公共收入。
τρίτον δʼ εἶδος τὸ πᾶσιν ἐξεῖναι, ὅσοι ἂν ἐλεύθεροι ὦσι, μετέχειν τῆς πολιτείας, μὴ μέντοι μετέχειν διὰ τὴν προειρημένην αἰτίαν, ὥστʼ ἀναγκαῖον καὶ ἐν ταύτῃ ἄρχειν τὸν νόμον.
而第三种形式是,只要是自由人,就允许所有人参与政体,然而由于前述的原因他们并不实际参与,因此在这一个形式中也必然由法律统治。

词汇与语法注释

  1. 1292b.1καὶ αἱρῶνται αὐτοὶ τοὺς ἐλλείποντας — 主格代名词 αὐτοί(他们自己)指代目前在职的统治阶层。实质化分词 τοὺς ἐλλείποντας(缺失的人)指填补官职空缺的人。因此,该短语描述了一种由在职者自行选拔补充空缺的增选制度。
  2. 1292b.12οὐ δεῖ δὲ λανθάνειν ὅτι πολλαχοῦ συμβέβηκεν ὥστε τὴν μὲν πολιτείαν τὴν κατὰ τοὺς νόμους μὴ δημοτικὴν εἶναι — 无人称动词 συμβέβηκεν(发生)后接 ὥστε 引导的对格加不定式结构(τὴν μὲν πολιτείαν... μὴ δημοτικὴν εἶναι, ... πολιτεύεσθαι),用以表示法定政体与实际政治运作之间存在脱节的“结果”或“事实”。
  3. 1292b.27ἔχουσι γὰρ ἐργαζόμενοι ζῆν — 动词 ἔχουσιν 与紧随其后的不定式 ζῆν 连用,表示“能够生存”(相当于 δύνανται ζῆν)。分词 ἐργαζόμενοι(通过劳动)表示方式或伴随状况。
  4. 1292b.38μὴ μέντοι μετέχειν διὰ τὴν προειρημένην αἰτίαν — 带有否定词 μή 的不定式 μετέχειν 仍受前面的 ἔξεστιν(被允许)支配,但与前一个 μετέχειν 形成对比,表达了实际情况:“虽然被允许参与,但由于上述原因,实际上并不参与”。

引用这一段

亚里士多德, 政治学 §4.1292b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1292b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。