Humanitext Reader

亚里士多德 · 政治学 §4.1292a

煽动家统治的极端民主政体与法治

第 74 段,共 155 段 · 希腊语

内容简介

本文讨论了煽动者统治、决议案超越法律的民主政体形式,并指出其类似于僭主政体的专制特征,进而论证缺乏法治的体制不能被称为“政体”,最后过渡到对第一种寡头政体的阐述。

§4.1292aἕτερον εἶδος δημοκρατίας τὸ μετέχειν ἅπαντας τοὺς πολίτας ὅσοι ἀνυπεύθυνοι, ἄρχειν δὲ τὸν νόμον·
民主政的另一种形式是,所有其公民身份不受质疑的公民都参与其中,但由法律进行统治。
ἕτερον δὲ εἶδος δημοκρατίας τὸ παντὶ μετεῖναι τῶν ἀρχῶν, ἐὰν μόνον ᾖ πολίτης, ἄρχειν δὲ τὸν νόμον·
民主政的又一种形式是,只要是公民,任何人都可以分享官职,但由法律进行统治。
ἕτερον δὲ εἶδος δημοκρατίας τἆλλα μὲν εἶναι ταὐτά, κύριον δʼ εἶναι τὸ πλῆθος καὶ μὴ τὸν νόμον.
民主政的另一种形式是,其他方面都相同,但由群众而不是法律具有主权。
τοῦτο δὲ γίνεται ὅταν τὰ ψηφίσματα κύρια ᾖ ἀλλὰ μὴ ὁ νόμος· συμβαίνει δὲ τοῦτο διὰ τοὺς δημαγωγούς.
这种情况发生在决议案具有主权而法律不具有主权之时;而这种情况的发生是因为煽动者。
ἐν μὲν γὰρ ταῖς κατὰ νόμον δημοκρατουμέναις οὐ γίνεται δημαγωγός, ἀλλʼ οἱ βέλτιστοι τῶν πολιτῶν εἰσιν ἐν προεδρίᾳ· ὅπου δʼ οἱ νόμοι μή εἰσι κύριοι, ἐνταῦθα γίνονται δημαγωγοί.
因为在依法实行民主的城邦中,不会产生煽动者,而是由最优秀的市民居于领导地位;但在法律不具有主权的地方,就会产生煽动者。
μόναρχος γὰρ ὁ δῆμος γίνεται, σύνθετος εἷς ἐκ πολλῶν· οἱ γὰρ πολλοὶ κύριοί εἰσιν οὐχ ὡς ἕκαστος ἀλλὰ πάντες.
因为平民成了一个君主,一个由许多人组成的复合单体;因为多数人享有主权,不是作为个人,而是作为整体。
Ὅμηρος δὲ ποίαν λέγει οὐκ ἀγαθὸν εἶναι πολυκοιρανίην, πότερον ταύτην ἢ ὅταν πλείους ὦσιν οἱ ἄρχοντες ὡς ἕκαστος, ἄδηλον.
荷马所说的“多头统治不好”是指哪一种,是指这一种,还是指作为个人进行统治的人较多的时候,并不清楚。
ὁ δʼ οὖν τοιοῦτος δῆμος, ἅτε μόναρχος ὤν, ζητεῖ μοναρχεῖν διὰ τὸ μὴ ἄρχεσθαι ὑπὸ νόμου, καὶ γίνεται δεσποτικός, ὥστε οἱ κόλακες ἔντιμοι, καὶ ἔστιν ὁ τοιοῦτος δῆμος ἀνάλογον τῶν μοναρχιῶν τῇ τυραννίδι.
无论如何,这样的平民既然是君主,就企图因为不受法律统治而实行君主统治,并变得专制,以至于阿谀奉承者受到尊重,而这样的平民在君主政体中相当于僭主政体。
διότι καὶ τὸ ἦθος τὸ αὐτό, καὶ ἄμφω δεσποτικὰ τῶν βελτιόνων, καὶ τὰ ψηφίσματα ὥσπερ ἐκεῖ τὰ ἐπιτάγματα, καὶ ὁ δημαγωγὸς καὶ ὁ κόλαξ οἱ αὐτοὶ καὶ ἀνάλογον.
因此,它们的性格也相同,两者都对较优秀的市民实行专制统治,而决议案就像那里的命令一样,煽动者和阿谀者是相同且相似的。
καὶ μάλιστα δʼ ἑκάτεροι παρʼ ἑκατέροις ἰσχύουσιν, οἱ μὲν κόλακες παρὰ τοῖς τυράννοις, οἱ δὲ δημαγωγοὶ παρὰ τοῖς δήμοις τοῖς τοιούτοις.
而且每一类人在各自的领域最有力:阿谀者在僭主那里,而煽动者在这样的平民那里。
αἴτιοι δέ εἰσι τοῦ εἶναι τὰ ψηφίσματα κύρια ἀλλὰ μὴ τοὺς νόμους οὗτοι, πάντα ἀνάγοντες εἰς τὸν δῆμον· συμβαίνει γὰρ αὐτοῖς γίνεσθαι μεγάλοις διὰ τὸ τὸν μὲν δῆμον πάντων εἶναι κύριον, τῆς δὲ τοῦ δήμου δόξης τούτους· πείθεται γὰρ τὸ πλῆθος τούτοις.
这些人通过把一切都提交给平民,从而使决议案而不是法律具有主权;因为由于平民是所有事情的主权者,而他们自己是平民舆论的主权者,结果他们自己变得强大,因为群众听从他们。
ἔτι δʼ οἱ ταῖς ἀρχαῖς ἐγκαλοῦντες τὸν δῆμόν φασι δεῖν κρίνειν, ὁ δὲ ἀσμένως δέχεται τὴν πρόκλησιν· ὥστε καταλύονται πᾶσαι αἱ ἀρχαί.
此外,那些指控官职人员的人说应该由平民来审判,而平民乐意接受这一请求,结果所有的官职都被废除。
εὐλόγως δὲ ἂν δόξειεν ἐπιτιμᾶν ὁ φάσκων τὴν τοιαύτην εἶναι δημοκρατίαν οὐ πολιτείαν.
因而,断言这种民主政体不是一种“政体”的人,其批评似乎是合理的。
ὅπου γὰρ μὴ νόμοι ἄρχουσιν, οὐκ ἔστι πολιτεία.
因为在法律不统治的地方,就没有政体。
δεῖ γὰρ τὸν μὲν νόμον ἄρχειν πάντων τῶν δὲ καθʼ ἕκαστα τὰς ἀρχάς, καὶ ταύτην πολιτείαν κρίνειν.
因为法律应当统治一切,而官职统治具体事务,我们应该判定这就是政体。
ὥστʼ εἴπερ ἐστὶ δημοκρατία μία τῶν πολιτειῶν, φανερὸν ὡς ἡ τοιαύτη κατάστασις, ἐν ᾗ ψηφίσμασι πάντα διοικεῖται, οὐδὲ δημοκρατία κυρίως· οὐθὲν γὰρ ἐνδέχεται ψήφισμα εἶναι καθόλου.
因此,如果民主政体确实是政体之一,那么显而易见,在这种一切由决议案管理的状态中,甚至不配称为严格意义上的民主政体;因为没有任何决议案可以是普遍性的。
τὰ μὲν οὖν τῆς δημοκρατίας εἴδη διωρίσθω τὸν τρόπον τοῦτον.
关于民主政体的形式,就以这种方式来界定吧。
ὀλιγαρχίας δὲ εἴδη ἓν μὲν τὸ ἀπὸ τιμημάτων εἶναι τὰς ἀρχὰς τηλικούτων ὥστε τοὺς ἀπόρους μὴ μετέχειν, πλείους ὄντας, ἐξεῖναι δὲ τῷ κτωμένῳ μετέχειν τῆς πολιτείας,
而寡头政体的形式中,一种是官职产生于数额巨大的财产资格,以至于贫穷者(虽然占多数)无法参与,但获得该资格的人被允许参与政体,

词汇与语法注释

  1. 1292aἀνυπεύθυνοι — 字面意思是“不受审计或问责”,但在此处作为参与政体的资格,指的是那些公民身份未受质疑、或者未受法律指控的人。
  2. 1292aὍμηρος δὲ ποίαν λέγει οὐκ ἀγαθὸν εἶναι πολυκοιρανίην — 间接疑问句中的疑问形容词 `ποίαν` 与它修饰的名词 `πολυκοιρανίην`(爱奥尼亚方言,意为“多头统治”)发生了很大的离隔。整个短语包孕了一个对格不定式结构(`πολυκοιρανίην οὐκ ἀγαθὸν εἶναι`)作为 `λέγει` 的宾语。
  3. 1292aαἴτιοι δέ εἰσι τοῦ εἶναι τὰ ψηφίσματα κύρια ἀλλὰ μὴ τοὺς νόμους οὗτοι — 冠词性不定式属格 `τοῦ εἶναι...` 依赖于形容词 `αἴτιοι`(是……的原因)。作为主句语法主语的指示代词 `οὗτοι` 被置于句末以示强调,构成了倒装结构。

引用这一段

亚里士多德, 政治学 §4.1292a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1292a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。