Humanitext Reader

亚里士多德 · 政治学 §4.1289b

变态政体的优劣与政体多样性的成因

第 69 段,共 155 段 · 希腊语

内容简介

亚里士多德批判性地考察了柏拉图关于僭主制、寡头制和民主制优劣的观点,概述了后续研究计划,并开始阐明国制多样性的根源在于构成城邦的各个部分的复杂多样。

§4.1289bἢ διὰ πολλὴν ὑπεροχὴν εἶναι τὴν τοῦ βασιλεύοντος· ὥστε τὴν τυραννίδα χειρίστην οὖσαν πλεῖστον ἀπέχειν πολιτείας, δεύτερον δὲ τὴν ὀλιγαρχίαν (ἡ γὰρ ἀριστοκρατία διέστηκεν ἀπὸ ταύτης πολὺ τῆς πολιτείας), μετριωτάτην δὲ τὴν δημοκρατίαν.
或者是因为君王具有极大的优越性;因此,僭主制作为最坏的形态,距离真正的国制最远,第二坏的是寡头制(因为贵族制与这种国制相去甚远),而最温和的则是民主制。
ἤδη μὲν οὖν τις ἀπεφήνατο καὶ τῶν πρότερον οὕτως, οὐ μὴν εἰς ταὐτὸ βλέψας ἡμῖν.
其实,先人中也曾有人做过这样的表态,不过他所瞩目的焦点与我们并不相同。
ἐκεῖνος μὲν γὰρ ἔκρινε πασῶν μὲν οὐσῶν ἐπιεικῶν, οἷον ὀλιγαρχίας τε χρηστῆς καὶ τῶν ἄλλων, χειρίστην δημοκρατίαν, φαύλων δὲ ἀρίστην· ἡμεῖς δὲ ὅλως ταύτας ἐξημαρτημένας εἶναί φαμεν, καὶ βελτίω μὲν ὀλιγαρχίαν ἄλλην ἄλλης οὐ καλῶς ἔχειν λέγειν, ἧττον δὲ φαύλην.
因为他判定,在所有国制都是贤良的情况下(例如,好的寡头制及其他国制),民主制是最坏的;但在它们都是恶劣的情况下,民主制则是最好的;而我们则认为这些形式整体上都是偏离正轨的,并且说某种寡头制比另一种“更好”是不妥当的,而应该说它“较不恶劣”。
ἀλλὰ περὶ μὲν τῆς τοιαύτης κρίσεως ἀφείσθω τὰ νῦν· ἡμῖν δὲ πρῶτον μὲν διαιρετέον πόσαι διαφοραὶ τῶν πολιτειῶν, εἴπερ ἔστιν εἴδη πλείονα τῆς τε δημοκρατίας καὶ τῆς ὀλιγαρχίας, ἔπειτα τίς κοινοτάτη καὶ τίς αἱρετωτάτη μετὰ τὴν ἀρίστην πολιτείαν, κἂν εἴ τις ἄλλη τετύχηκεν ἀριστοκρατικὴ καὶ συνεστῶσα καλῶς, ἀλλʼ οὐ ταῖς πλείσταις ἁρμόττουσα πόλεσι, τίς ἐστιν, ἔπειτα καὶ τῶν ἄλλων τίς τίσιν αἱρετή (τάχα γὰρ τοῖς μὲν ἀναγκαία δημοκρατία μᾶλλον ὀλιγαρχίας, τοῖς δʼ αὕτη μᾶλλον ἐκείνης), μετὰ δὲ ταῦτα τίνα τρόπον δεῖ καθιστάναι τὸν βουλόμενον ταύτας τὰς πολιτείας, λέγω δὲ δημοκρατίας τε καθʼ ἕκαστον εἶδος καὶ πάλιν ὀλιγαρχίας· τέλος δέ, πάντων τούτων ὅταν ποιησώμεθα συντόμως τὴν ἐνδεχομένην μνείαν, πειρατέον ἐπελθεῖν τίνες φθοραὶ καὶ τίνες σωτηρίαι τῶν πολιτειῶν καὶ κοινῇ καὶ χωρὶς ἑκάστης, καὶ διὰ τίνας αἰτίας ταῦτα μάλιστα γίνεσθαι πέφυκεν.
不过,关于此类判定,目前且置之不理;而我们首先必须划分国制究竟有多少种差异,如果民主制和寡头制确实都存在着多种形式的话;其次,在最完美的国制之后,哪一种是最通用的,哪一种是最值得选择的,以及是否碰巧有某种其他的、属于贵族性质且构建良好,但并不适合大多数城邦的国制,它究竟是什么;接着,在其他国制中,哪一种对哪些人是值得选择的(因为传统上对某些人来说,民主制比寡头制更为必要,而对另一些人,后者比前者更为必要);而在这些之后,想要建立这些国制的人应当以何种方式进行确立——我是指,各种形式的民主制,以及反之,各种形式的寡头制;最后,在我们对所有这些事情做出了尽可能简要的提及之后,我们必须尝试探讨国制有哪些败坏和保存的因由,无论是共有的还是各种国制所特有的,以及这些情况主要是由什么原因自然而然地引起的。
τοῦ μὲν οὖν εἶναι πλείους πολιτείας αἴτιον ὅτι πάσης ἔστι μέρη πλείω πόλεως τὸν ἀριθμόν.
因而,存在多种国制的原因在于,每个城邦在数量上都包含着多个部分。
πρῶτον μὲν γὰρ ἐξ οἰκιῶν συγκειμένας πάσας ὁρῶμεν τὰς πόλεις, ἔπειτα πάλιν τούτου τοῦ πλήθους τοὺς μὲν εὐπόρους ἀναγκαῖον εἶναι τοὺς δʼ ἀπόρους τοὺς δὲ μέσους, καὶ τῶν εὐπόρων δὲ καὶ τῶν ἀπόρων τὸ μὲν ὁπλιτικὸν τὸ δὲ ἄνοπλον.
因为首先,我们看到所有的城邦都是由家庭组成的;其次,在这一群众中,必然是有些人富裕,有些人贫穷,而另一些人处于中间;且在富裕者和贫穷者中,一部分是重装步兵,另一部分是无武装的。
καὶ τὸν μὲν γεωργικὸν δῆμον ὁρῶμεν ὄντα, τὸν δʼ ἀγοραῖον, τὸν δὲ βάναυσον.
我们还看到平民中有些是务农的,有些是经商的,有些是从事手工业的。
καὶ τῶν γνωρίμων εἰσὶ διαφοραὶ καὶ κατὰ τὸν πλοῦτον καὶ τὰ μεγέθη τῆς οὐσίας, οἷον ἱπποτροφίας (τοῦτο γὰρ οὐ ῥᾴδιον μὴ πλουτοῦντας ποιεῖν· διόπερ ἐπὶ τῶν ἀρχαίων χρόνων ὅσαις πόλεσιν ἐν τοῖς ἵπποις ἡ δύναμις ἦν, ὀλιγαρχίαι παρὰ τούτοις ἦσαν· ἐχρῶντο δὲ πρὸς τοὺς πολέμους ἵπποις πρὸς τοὺς ἀστυγείτονας, οἷον Ἐρετριεῖς καὶ Χαλκιδεῖς καὶ Μάγνητες οἱ ἐπὶ Μαιάνδρῳ καὶ τῶν ἄλλων πολλοὶ περὶ τὴν Ἀσίαν)· ἔτι πρὸς ταῖς κατὰ πλοῦτον διαφοραῖς ἐστιν ἡ μὲν κατὰ γένος ἡ δὲ κατʼ ἀρετήν,
在显贵者中,也由于财富和财产的规模存在着差异,例如,饲养战马(因为非富裕者不易做到这一点;因此在古代,凡是军事力量在于骑兵的城邦,在这些城邦中实行的都是寡头制;他们在与邻邦的战争中使用骑兵,例如厄勒特里亚人、卡尔基斯人、以及迈安德河畔的马格内西亚人,还有亚洲地区的许多其他城邦);此外,除了财富方面的差异,还有门第上的差异,以及美德上的差异,

词汇与语法注释

  1. 1289b1ἢ διὰ πολλὴν ὑπεροχὴν εἶναι τὴν τοῦ βασιλεύοντος — 承接前句(1289a41)中非人称动词 `ἀναγκαῖον` 所引导的带定格的不定式结构。此处作为一个以 `τὴν τοῦ βασιλεύοντος`(君王的超越)为主语的不定式从句。
  2. 1289b3ἡ γὰρ ἀριστοκρατία διέστηκεν ἀπὸ ταύτης πολὺ τῆς πολιτείας — 指示代词短语 `ταύτης τῆς πολιτείας` 指代前文紧邻的 `ὀλιγαρχίαν`(寡头制)。此处用以解释,贵族制(ἀριστοκρατία)在本质上与这种重富的“该国制”(即寡头制)有着极大的区别。
  3. 1289b8πασῶν μὲν οὐσῶν ἐπιεικῶν — 带有分词 `οὐσῶν` 的属格绝对结构,在此表示假设条件(“如果所有的国制都是贤良的话”)。
  4. 1289b27τοῦ μὲν οὖν εἶναι πλείους πολιτείας αἴτιον — 属格冠词不定式 `τοῦ ... εἶναι` 用作限制性属格,修饰名词 `αἴτιον`(……的原因)。

引用这一段

亚里士多德, 政治学 §4.1289b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1289b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。