Humanitext Reader

亚里士多德 · 政治学 §3.1281a

城邦最高统治权的归属困境与多数人之治

第 53 段,共 155 段 · 希腊语

内容简介

在明晰城邦的目的是为了获得幸福与优良的生活之后,本节整理了关于何者应当掌握城邦最高权力这一难题,并引入了探讨多数人(平民)掌握主权之合理性的论述。

§3.1281aτοῦτο δʼ ἐστίν, ὡς φαμέν, τὸ ζῆν εὐδαιμόνως καὶ καλῶς.
而正如我们所说,这就是幸福和优良地生活。
τῶν καλῶν ἄρα πράξεων χάριν θετέον εἶναι τὴν πολιτικὴν κοινωνίαν ἀλλʼ οὐ τοῦ συζῆν.
因此,必须认定,政治共同体是为了高尚的行为而存在的,而不是为了仅仅共同生活。
διόπερ ὅσοι συμβάλλονται πλεῖστον εἰς τὴν τοιαύτην κοινωνίαν, τούτοις τῆς πόλεως μέτεστι πλεῖον ἢ τοῖς κατὰ μὲν ἐλευθερίαν καὶ γένος ἴσοις ἢ μείζοσι κατὰ δὲ τὴν πολιτικὴν ἀρετὴν ἀνίσοις, ἢ τοῖς κατὰ πλοῦτον ὑπερέχουσι κατʼ ἀρετὴν δʼ ὑπερεχομένοις.
因此,凡是对这种共同体贡献最多的人,他们在城邦中所占的份额,要多于那些在自由和出身方面平等或优越但在政治美德方面不平等的人,也要多于那些在财富上居于优势但在美德上被超越的人。
ὅτι μὲν οὖν πάντες οἱ περὶ τῶν πολιτειῶν ἀμφισβητοῦντες μέρος τι τοῦ δικαίου λέγουσι, φανερὸν ἐκ τῶν εἰρημένων.
因此,从已说过的话来看,显而易见,所有争论政体的人都只是在谈论正义的某一部分。
ἔχει δʼ ἀπορίαν τί δεῖ τὸ κύριον εἶναι τῆς πόλεως.
然而,关于什么应当成为城邦的最高权力者,存在着一个难题。
ἢ γάρ τοι τὸ πλῆθος, ἢ τοὺς πλουσίους, ἢ τοὺς ἐπιεικεῖς, ἢ τὸν βέλτιστον ἕνα πάντων, ἢ τύραννον.
因为这要么是多数人,要么是富人,要么是贤能之士,要么是所有人中最好的那一个,要么是僭主。
ἀλλὰ ταῦτα πάντα ἔχειν φαίνεται δυσκολίαν.
但是,所有这些选择似乎都包含着困难。
τί γάρ; ἂν οἱ πένητες διὰ τὸ πλείους εἶναι διανέμωνται τὰ τῶν πλουσίων, τοῦτʼ οὐκ ἄδικόν ἐστιν;
因为,如果穷人由于人数众多而瓜分富人的财产,这难道不是不公正吗?
"ἔδοξε γὰρ νὴ Δία τῷ κυρίῳ δικαίως.
“因为,凭宙斯起誓,在最高权力者看来,这是公正地决定的。
" τὴν οὖν ἀδικίαν τί χρὴ λέγειν τὴν ἐσχάτην;
” 那么,我们应当把什么称为极端的绝对不公正呢?
πάλιν τε πάντων ληφθέντων, οἱ πλείους τὰ τῶν ἐλαττόνων ἂν διανέμωνται, φανερὸν ὅτι φθείρουσι τὴν πόλιν.
再次,当所有的财产都被拿走后,如果多数人分配少数人的财产,显然他们是在毁灭城邦。
ἀλλὰ μὴν οὐχ ἥ γʼ ἀρετὴ φθείρει τὸ ἔχον αὐτήν, οὐδὲ τὸ δίκαιον πόλεως φθαρτικόν· ὥστε δῆλον ὅτι καὶ τὸν νόμον τοῦτον οὐχ οἷόν τʼ εἶναι δίκαιον.
然而,美德绝不会毁灭那拥有美德的主体,正义也不是城邦的毁灭性力量;因此显然,这一法律也不可能是公正的。
ἔτι καὶ τὰς πράξεις ὅσας ὁ τύραννος ἔπραξεν ἀναγκαῖον εἶναι πάσας δικαίας· βιάζεται γὰρ ὢν κρείττων, ὥσπερ καὶ τὸ πλῆθος τοὺς πλουσίους.
此外,僭主所做的一切行为也必然都是公正的;因为他凭借自己是强者而施加暴力,正如多数人对富人施加暴力一样。
ἀλλʼ ἆρα τοὺς ἐλάττους δίκαιον ἄρχειν καὶ τοὺς πλουσίους;
然而,难道让少数人,即富人统治就是公正的吗?
ἂν οὖν κἀκεῖνοι ταῦτα ποιῶσι καὶ διαρπάζωσι καὶ ἀφαιρῶνται τὰ κτήματα τοῦ πλήθους, τοῦτʼ ἐστὶ δίκαιον· καὶ θάτερον ἄρα.
如果他们也做出同样的事情,掠夺并剥夺多数人的财产,这要是公正的,那么另外那一种情况也必然是公正的了。
ταῦτα μὲν τοίνυν ὅτι πάντα φαῦλα καὶ οὐ δίκαια, φανερόν·
由此可见,所有这些情况显然都是恶劣且不公正的。
ἀλλὰ τοὺς ἐπιεικεῖς ἄρχειν δεῖ καὶ κυρίους εἶναι πάντων;
那么,应当让贤能之士统治并掌握一切事物的最高权力吗?
οὐκοῦν ἀνάγκη τοὺς ἄλλους ἀτίμους εἶναι πάντας, μὴ τιμωμένους ταῖς πολιτικαῖς ἀρχαῖς· τιμὰς γὰρ λέγομεν εἶναι τὰς ἀρχάς, ἀρχόντων δʼ αἰεὶ τῶν αὐτῶν ἀναγκαῖον εἶναι τοὺς ἄλλους ἀτίμους.
这样一来,所有其他的人必然会失去荣誉,因为他们不能获得政治官职的荣誉;因为我们说官职就是荣誉,而当总是由同样的人来当政时,其他的人就必然被排除在荣誉之外。
ἀλλʼ ἕνα τὸν σπουδαιότατον ἄρχειν βέλτιον;
然而,让一个最优秀的人来统治会更好吗?
ἀλλʼ ἔτι τοῦτο ὀλιγαρχικώτερον· οἱ γὰρ ἄτιμοι πλείους.
但这将更加具有寡头性质,因为失去荣誉的人会更多。
ἀλλʼ ἴσως φαίη τις ἂν τὸ κύριον ὅλως ἄνθρωπον εἶναι ἀλλὰ μὴ νόμον φαῦλον, ἔχοντά γε τὰ συμβαίνοντα πάθη περὶ τὴν ψυχήν.
但或许有人会说,由于人毕竟拥有魂中所产生的各种情念,因此让普遍的人而不是让法律来掌握最高权力是件坏事。
ἂν οὖν ᾖ νόμος μὲν ὀλιγαρχικὸς δὲ ἢ δημοκρατικός, τί διοίσει περὶ τῶν ἠπορημένων;
那么,如果法律确实存在,但它却是寡头政体或民主政体的,这对于已经提出的难点又有什么区别呢?
συμβήσεται γὰρ ὁμοίως τὰ λεχθέντα πρότερον.
因为先前所说过的情况也同样会发生。
Περὶ μὲν οὖν τῶν ἄλλων ἔστω τις ἕτερος λόγος· ὅτι δὲ δεῖ κύριον εἶναι μᾶλλον τὸ πλῆθος ἢ τοὺς ἀρίστους μὲν ὀλίγους δέ, δόξειεν ἂν λύεσθαι καί τινʼ ἔχειν ἀπορίαν, τάχα δὲ κἂν ἀλήθειαν.
关于其他的情况,让我们留待另外的讨论;但是,认为多数人应当比少数最优秀的人更掌握最高权力的观点,似乎得到了解答,同时也带来了一些困难,但或许也包含着某种真理。
τοὺς γὰρ πολλούς, ὧν ἕκαστός ἐστιν οὐ σπουδαῖος ἀνήρ,
因为对于多数人来说,虽然他们之中的每一个成员单独来看都不是优秀的人,

词汇与语法注释

  1. 1281a4τούτοις τῆς πόλεως μέτεστι πλεῖον — 非人称动词 `μέτεστι` 支配表示分享者的与格(`τούτοις` 以及与之相比的 `τοῖς...`)、表示被分享物的属格(`τῆς πόλεως`)和表示份额程度的中性副词性对格(`πλεῖον`),意为“这些人对城邦占有更多的份额”。
  2. 1281a34τὸ κύριον ὅλως ἄνθρωπον εἶναι ἀλλὰ μὴ νόμον φαῦλον — 形容词 `φαῦλον` 为中性单数,用作整个不定式从句 `τὸ κύριον ὅλως ἄνθρωπον εἶναι ἀλλὰ μὴ νόμον`(让普遍的人而不是法律掌握最高权力)的谓语。阳性单数宾格分词 `ἔχοντα` 修饰 `ἄνθρωπον`,说明其原因(因为人具有各种情念)。

引用这一段

亚里士多德, 政治学 §3.1281a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1281a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。