Humanitext Reader

亚里士多德 · 政治学 §3.1277a

好人德性与公民德性的差异及在统治者身上的统一

第 45 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论证道,由于不可能所有市民都是好人,因此市民的德性与好人的德性在无条件上不能等同。然而,他指出,对于作为统治者的特定市民而言,这两种德性或许可以重合。

§3.1277aοὐκ ἂν εἴη μία ἀρετὴ πολίτου καὶ ἀνδρὸς ἀγαθοῦ.
市民的德性和好人的德性就不可能是一样的。
τὴν μὲν γὰρ τοῦ σπουδαίου πολίτου δεῖ πᾶσιν ὑπάρχειν (οὕτω γὰρ ἀρίστην ἀναγκαῖον εἶναι τὴν πόλιν), τὴν δὲ τοῦ ἀνδρὸς τοῦ ἀγαθοῦ ἀδύνατον, εἰ μὴ πάντας ἀναγκαῖον ἀγαθοὺς εἶναι τοὺς ἐν τῇ σπουδαίᾳ πόλει πολίτας.
因为优秀市民的德性必须为所有人具备(因为只有这样,城邦才必然是最好的),但好人的德性则不可能为所有人具备,除非在优秀的城邦中,所有的市民都必然是好人。
ἔτι ἐπεὶ ἐξ ἀνομοίων ἡ πόλις, ὥσπερ ζῷον εὐθὺς ἐκ ψυχῆς καὶ σώματος, καὶ ψυχὴ ἐκ λόγου καὶ ὀρέξεως, καὶ οἰκία ἐξ ἀνδρὸς καὶ γυναικός, καὶ κτῆσις ἐκ δεσπότου καὶ δούλου, τὸν αὐτὸν τρόπον καὶ πόλις ἐξ ἁπάντων τε τούτων καὶ πρὸς τούτοις ἐξ ἄλλων ἀνομοίων συνέστηκεν εἰδῶν, ἀνάγκη μὴ μίαν εἶναι τὴν τῶν πολιτῶν πάντων ἀρετήν, ὥσπερ οὐδὲ τῶν χορευτῶν κορυφαίου καὶ παραστάτου.
此外,既然城邦是由不同的部分组成的——正如动物首先由灵魂和身体组成,灵魂由理性及欲望组成,家庭由丈夫和妻子组成,财产由主人和奴隶组成——同样地,城邦也是由所有这些部分、并且除这些之外还由其他不同的种类组成的。 因此,所有市民的德性不可能是单一的,正如合唱队领队和站在其身旁者的德性也不可能是单一的一样。
διότι μὲν τοίνυν ἁπλῶς οὐχ ἡ αὐτή, φανερὸν ἐκ τούτων·
因此,从这些情况来看,两者在无条件上并不相同,这是显而易见的。
ἀλλʼ ἆρα ἔσται τινὸς ἡ αὐτὴ ἀρετὴ πολίτου τε σπουδαίου καὶ ἀνδρὸς σπουδαίου;
但是,是否会有某些人,其作为优秀市民的德性与作为优秀好人的德性是相同的呢?
φαμὲν δὴ τὸν ἄρχοντα τὸν σπουδαῖον ἀγαθὸν εἶναι καὶ φρόνιμον, τὸν δὲ πολίτην οὐκ ἀναγκαῖον εἶναι φρόνιμον.
我们确实说,优秀的统治者是好人且有明智,但市民则不必然是有明智的。
καὶ τὴν παιδείαν δʼ εὐθὺς ἑτέραν εἶναι λέγουσί τινες ἄρχοντος, ὥσπερ καὶ φαίνονται οἱ τῶν βασιλέων υἱεῖς ἱππικὴν καὶ πολεμικὴν παιδευόμενοι, καὶ Εὐριπίδης φησὶ " μή μοι τὰ κόμψʼ ἀλλʼ ὧν πόλει δεῖ, " ὡς οὖσάν τινα ἄρχοντος παιδείαν.
甚至有人说,统治者的教育从一开始就是不同的,正如我们看到国王的子嗣接受骑马和军事教育一样,而欧里庇得斯也说: “不要给我精致的装饰,而要城邦所需要的,” 这表明存在某种属于统治者的教育。
εἰ δὲ ἡ αὐτὴ ἀρετὴ ἄρχοντός τε ἀγαθοῦ καὶ ἀνδρὸς ἀγαθοῦ, πολίτης δʼ ἐστὶ καὶ ὁ ἀρχόμενος, οὐχ ἡ αὐτὴ ἁπλῶς ἂν εἴη πολίτου καὶ ἀνδρός, τινὸς μέντοι πολίτου·
但是,如果优秀的统治者的德性与好人的德性是相同的,而受统治者也同样是市民,那么市民的德性和好人的德性就不是无条件地相同的,而只是某种特定市民的德性相同。
οὐ γὰρ ἡ αὐτὴ ἄρχοντος καὶ πολίτου, καὶ διὰ τοῦτʼ ἴσως Ἰάσων ἔφη πεινῆν ὅτε μὴ τυραννοῖ, ὡς οὐκ ἐπιστάμενος ἰδιώτης εἶναι.
因为统治者的德性和普通市民的德性并不相同,也许正因为如此,杰桑曾说当他不再是借主时,他就感到饥饿,因为他不知道如何做一个普通私人。
ἀλλὰ μὴν ἐπαινεῖταί γε τὸ δύνασθαι ἄρχειν καὶ ἄρχεσθαι, καὶ πολίτου δοκεῖ που ἡ ἀρετὴ εἶναι τὸ δύνασθαι καὶ ἄρχειν καὶ ἄρχεσθαι καλῶς.
不过,能够统治和被统治确实是受到赞誉的,而能够很好地统治和被统治,似乎正是市民的德性。
εἰ οὖν τὴν μὲν τοῦ ἀγαθοῦ ἀνδρὸς τίθεμεν ἀρχικήν, τὴν δὲ τοῦ πολίτου ἄμφω, οὐκ ἂν εἴη ἄμφω ἐπαινετὰ ὁμοίως.
那么,如果我们把好人的德性规定为统治的德性,而把市民的德性规定为两者的德性,那么这两者就不会受到同样程度的赞誉。
ἐπεὶ οὖν ποτε δοκεῖ ἀμφότερα, καὶ οὐ ταὐτὰ δεῖν τὸν ἄρχοντα μανθάνειν καὶ τὸν ἀρχόμενον, τὸν δὲ πολίτην ἀμφότερʼ ἐπίστασθαι καὶ μετέχειν ἀμφοῖν, τοὐντεῦθεν ἂν κατίδοι τις.
既然有时两者都被需要,而且统治者和受统治者不应当学习相同的东西,但市民必须懂得这两者并参与这两者,那么从以下这点就可以看出来。
ἔστι γὰρ ἀρχὴ δεσποτική· ταύτην δὲ τὴν περὶ τὰ ἀναγκαῖα λέγομεν, ἃ ποιεῖν ἐπίστασθαι τὸν ἄρχοντα οὐκ ἀναγκαῖον, ἀλλὰ χρῆσθαι μᾶλλον·
因为存在一种主人式的统治,我们说这种统治是关于那些生活必需的事物的,统治者并不需要懂得如何亲自去做这些事,而是只需要懂得如何使用。
θάτερον δὲ καὶ ἀνδραποδῶδες.
而另一方面,亲自做这些事则是奴隶般的。
λέγω δὲ θάτερον τὸ δύνασθαι καὶ ὑπηρετεῖν τὰς διακονικὰς πράξεις.
我所说的“另一方面”,是指能够亲自从事那些仆役性的行为。
δούλου δʼ εἴδη πλείω λέγομεν· αἱ γὰρ ἐργασίαι πλείους.
我们说奴隶有多种类型,因为劳动的种类有多种。
ὧν ἓν μέρος κατέχουσιν οἱ χερνῆτες· οὗτοι δʼ εἰσίν, ὥσπερ σημαίνει καὶ τοὔνομʼ αὐτούς, οἱ ζῶντες ἀπὸ τῶν χειρῶν,
其中一部分由手工业者承担,正如他们的名字本身所暗示的那样,他们是靠双手生活的人,

词汇与语法注释

  1. 1277a4εἰ μὴ πάντας ἀναγκαῖον ἀγαθοὺς εἶναι — 条件从句 `εἰ μή`(除非……)限定了前文的形容词 `ἀδύνατον`(不可能),构成“除非在优秀城邦中所有市民都必然是好人,否则[好人的德性要为所有人具备]是不可能的”这一逻辑结构。
  2. 1277a11ὥσπερ οὐδὲ τῶν χορευτῶν κορυφαίου καὶ παραστάτου — 省略了名词 `ἀρετή`(德性)。应补充理解为“正如合唱队领队和站在其身旁者的[德性也不是同一的]一样”。
  3. 1277a22τινὸς μέντοι πολίτου — 省略了前文中的 `ἡ αὐτή [ἂν εἴη]`(应当是相同的)。承接前句的“不是无条件相同”,意为“然而却与某种特定市民的[德性相同]”。
  4. 1277a29ἐπεὶ οὖν ποτε δοκεῖ ἀμφότερα — 由 `ἐπεὶ` 引导的从句,其主句(归结部)为 `τοὐντεῦθεν ἂν κατίδοι τις`(人们可以从此中看出)。其中的小词 `ποτε` 带有某种假定或限时性质,意为“有时”或“在某些情况下”。

引用这一段

亚里士多德, 政治学 §3.1277a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1277a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。