§2.1273aκαὶ ἔβλαψαν ἤδη τὴν πόλιν τὴν τῶν Λακεδαιμονίων.
而且他们已经危害了拉刻代蒙人的城邦。
τὰ μὲν οὖν πλεῖστα τῶν ἐπιτιμηθέντων ἂν διὰ τὰς παρεκβάσεις κοινὰ τυγχάνει πάσαις ὄντα ταῖς εἰρημέναις πολιτείαις· τῶν δὲ παρὰ τὴν ὑπόθεσιν τῆς ἀριστοκρατίας καὶ τῆς πολιτείας τὰ μὲν εἰς δῆμον ἐκκλίνει μᾶλλον, τὰ δʼ εἰς ὀλιγαρχίαν.
因此,由于国制偏离而可能受到指责的大多数事柄,恰好是所有上述国制所共有的;但在偏离贵族制和平民国制基本原则的事物中,有些更倾向于平民,而有些则倾向于寡头制。
τοῦ μὲν γὰρ τὰ μὲν προσάγειν τὰ δὲ μὴ προσάγειν πρὸς τὸν δῆμον οἱ βασιλεῖς κύριοι μετὰ τῶν γερόντων, ἂν ὁμογνωμονῶσι πάντες, εἰ δὲ μή, καὶ τούτων ὁ δῆμος.
因为关于将某些事务提交给民众而将另一些不提交,如果他们意见一致,则国王们与长老们共同拥有决定权;但如果不一致,那么对于这些事务,民众也拥有决定权。
ἃ δʼ ἂν εἰσφέρωσιν οὗτοι, οὐ διακοῦσαι μόνον ἀποδιδόασι τῷ δήμῳ τὰ δόξαντα τοῖς ἄρχουσιν, ἀλλὰ κύριοι κρίνειν εἰσὶ καὶ τῷ βουλομένῳ τοῖς εἰσφερομένοις ἀντειπεῖν ἔξεστιν, ὅπερ ἐν ταῖς ἑτέραις πολιτείαις οὐκ ἔστιν.
而对于这些人所提交的事务,他们不仅仅是将执政者们所决定的事情交给民众去倾听,而且民众有权进行裁决,并且任何有意愿的人都可以对提交上来的事务提出反对意见,这在其他国制中是不存在的。
τὸ δὲ τὰς πενταρχίας κυρίας οὔσας πολλῶν καὶ μεγάλων ὑφʼ αὑτῶν αἱρετὰς εἶναι, καὶ τὴν τῶν ἑκατὸν ταύτας αἱρεῖσθαι, τὴν μεγίστην ἀρχήν, ἔτι δὲ ταύτας πλείονα ἄρχειν χρόνον τῶν ἄλλων (καὶ γὰρ ἐξεληλυθότες ἄρχουσι καὶ μέλλοντες) ὀλιγαρχικόν, τὸ δὲ ἀμίσθους καὶ μὴ κληρωτὰς ἀριστοκρατικὸν θετέον, καὶ εἴ τι τοιοῦτον ἕτερον, καὶ τὸ τὰς δίκας ὑπὸ τῶν ἀρχείων δικάζεσθαι πάσας (καὶ μὴ ἄλλας ὑπʼ ἄλλων, καθάπερ ἐν Λακεδαίμονι).
另一方面,掌握许多重大事务决定权的五人官职由他们自己选举产生,且由五人官选举最大的官职即百人官,进而这些人的统治时间比其他人更长(因为他们在离任后和就任前都在实行统治),这必须被视为是寡头制的;但是,不领薪俸且不通过抽签产生,则必须被定为是贵族制的,如果有任何其他类似的事情也是如此,以及所有的诉讼都由官署来审判(而不是像在拉刻代蒙那样,不同的案件由不同的法庭审理)。
παρεκβαίνει δὲ τῆς ἀριστοκρατίας ἡ τάξις τῶν Καρχηδονίων μάλιστα πρὸς τὴν ὀλιγαρχίαν κατά τινα διάνοιαν ἣ συνδοκεῖ τοῖς πολλοῖς· οὐ γὰρ μόνον ἀριστίνδην ἀλλὰ καὶ πλουτίνδην οἴονται δεῖν αἱρεῖσθαι τοὺς ἄρχοντας· ἀδύνατον γὰρ τὸν ἀποροῦντα καλῶς ἄρχειν καὶ σχολάζειν.
而迦太基人的制度最明显地从贵族制偏向寡头制,是基于一种为大众所认同的观念;因为他们认为,选任执政者不仅要看才能,还要看财富,因为贫困者是不可能很好地进行统治并拥有闲暇的。
εἴπερ οὖν τὸ μὲν αἱρεῖσθαι πλουτίνδην ὀλιγαρχικὸν τὸ δὲ κατʼ ἀρετὴν ἀριστοκρατικόν, αὕτη τις ἂν εἴη τάξις τρίτη, καθʼ ἥνπερ συντέτακται τοῖς Καρχηδονίοις τὰ περὶ τὴν πολιτείαν· αἱροῦνται γὰρ εἰς δύο ταῦτα βλέποντες, καὶ μάλιστα τὰς μεγίστας, τούς τε βασιλεῖς καὶ τοὺς στρατηγούς.
因此,如果凭财富选举是寡头制的,凭德行选举是贵族制的,那么这就会是第三种制度,迦太基人正是按照这种制度来组织其国制事务的;因为他们选拔官员时,着眼于这两点,尤其是最高的官职,即国王和将军。
δεῖ δὲ νομίζειν ἁμάρτημα νομοθέτου τὴν παρέκβασιν εἶναι τῆς ἀριστοκρατίας ταύτην.
但是,必须认为贵族制的这一偏离是立法者错误的体现。
ἐξ ἀρχῆς γὰρ τοῦθʼ ὁρᾶν ἐστι τῶν ἀναγκαιοτάτων, ὅπως οἱ βέλτιστοι δύνωνται σχολάζειν καὶ μηδὲν ἀσχημονεῖν, μὴ μόνον ἄρχοντες ἀλλὰ μηδʼ ἰδιωτεύοντες.
因为从一开始,这就属于最必要注意的事项之一,即如何使最优秀的人能够拥有闲暇而不做出任何失礼的事,不仅在执政时如此,甚至在作为普通公民生活时也是如此。
εἰ δὲ δεῖ βλέπειν καὶ πρὸς εὐπορίαν χάριν σχολῆς, φαῦλον τὸ τὰς μεγίστας ὠνητὰς εἶναι τῶν ἀρχῶν, τήν τε βασιλείαν καὶ τὴν στρατηγίαν.
如果为了闲暇也必须看重财富,那么让最高的官职即王位和将军职位可以购买,则是恶劣的事。
ἔντιμον γὰρ ὁ νόμος οὗτος ποιεῖ τὸν πλοῦτον μᾶλλον τῆς ἀρετῆς, καὶ τὴν πόλιν ὅλην φιλοχρήματον.
因为这一法律使财富比德行更受尊重,并使整个城邦都贪图钱财。
ὅ τι δʼ ἂν ὑπολάβῃ τίμιον εἶναι τὸ κύριον, ἀνάγκη καὶ τὴν τῶν ἄλλων πολιτῶν δόξαν ἀκολουθεῖν τούτοις.
而无论主管者认为什么值得尊重,其他公民的观念也必然会随之效仿。
ὅπου δὲ μὴ μάλιστα ἀρετὴ τιμᾶται, ταύτην οὐχ οἷόν τε βεβαίως ἀριστοκρατεῖσθαι τὴν πολιτείαν.
在德行不最受尊重的地方,这种国制就不可能稳固地实行贵族制。
§2.1273bἐθίζεσθαι δʼ εὔλογον κερδαίνειν τοὺς ὠνουμένους, ὅταν δαπανήσαντες ἄρχωσιν· ἄτοπον γὰρ εἰ πένης μὲν ὢν ἐπιεικὴς δὲ βουλήσεται κερδαίνειν, φαυλότερος δʼ ὢν οὐ βουλήσεται δαπανήσας.
此外,购买官职的人在出资后进行统治时,习惯于谋取私利也是合乎情理的;因为如果一个贫穷但正直的人会想要谋利,而一个较差的人在出资后却不想谋利,那是不可思议的。
διὸ δεῖ τοὺς δυναμένους ἄριστʼ ἀρχεῖν, τούτους ἄρχειν.
因此,应当让那些最有能力实行统治的人来统治。
βέλτιον δʼ, εἰ καὶ προεῖτο τὴν εὐπορίαν τῶν ἐπιεικῶν ὁ νομοθέτης, ἀλλὰ ἀρχόντων γε ἐπιμελεῖσθαι τῆς σχολῆς.
更好的是,即使立法者忽略了正直之人的财富,但至少应该关注统治者的闲暇。
φαῦλον δʼ ἂν δόξειεν εἶναι καὶ τὸ πλείους ἀρχὰς τὸν αὐτὸν ἄρχειν· ὅπερ εὐδοκιμεῖ παρὰ τοῖς Καρχηδονίοις· ἓν γὰρ ὑφʼ ἑνὸς ἔργον ἄριστʼ ἀποτελεῖται.
同一个人担任多项官职似乎也是恶劣的;这在迦太基人中很受欢迎;因为一项工作由一个人来做是完成得最好的。
δεῖ δʼ ὅπως γίνηται τοῦθʼ ὁρᾶν τὸν νομοθέτην, καὶ μὴ προστάττειν τὸν αὐτὸν αὐλεῖν καὶ σκυτοτομεῖν.
而立法者必须设法使之实现,不应命令同一个人既吹笛子又做鞋子。
ὥσθʼ ὅπου μὴ μικρὰ ἡ πόλις, πολιτικώτερον πλείονας μετέχειν τῶν ἀρχῶν, καὶ δημοτικώτερον· κοινότερόν τε γὰρ καθάπερ εἴπομεν καὶ κάλλιον ἕκαστον ἀποτελεῖται τῶν αὐτῶν καὶ θᾶττον.
因此,在城邦不小的地方,让更多的人参与官职更符合宪政,也更符合平民性质;因为正如我们所说,同样的事情中的每一项,都会被更广泛、更出色、且更迅速地完成。
δῆλον δὲ τοῦτο ἐπὶ τῶν πολεμικῶν καὶ τῶν ναυτικῶν· ἐν τούτοις γὰρ ἀμφοτέροις διὰ πάντων ὡς εἰπεῖν διελήλυθε τὸ ἄρχειν καὶ τὸ ἄρχεσθαι.
这在军事和航海事务中是很明显的;因为在这两者中,统治和被统治几乎贯穿了所有人。
ὀλιγαρχικῆς δʼ οὔσης τῆς πολιτείας ἄριστα ἐκφεύγουσι τῷ πλουτεῖν αἰεί τι τοῦ δήμου μέρος, ἐκπέμποντες ἐπὶ τὰς πόλεις.
不过,尽管其国制是寡头制的,但他们通过不断地将民众的一部分派遣到各城邦去使他们富裕起来,从而最好地避免了危险。
τούτῳ γὰρ ἰῶνται καὶ ποιοῦσι μόνιμον τὴν πολιτείαν.
因为他们以此作为补救,并使国制保持稳定。
ἀλλὰ τουτί ἐστι τύχης ἔργον, δεῖ δὲ ἀστασιάστους εἶναι διὰ τὸν νομοθέτην.
但这只是运气的作用,而原本应当是通过立法者来使他们免于党派争斗。
νῦν δέ, ἂν ἀτυχία γένηταί τις καὶ τὸ πλῆθος ἀποστῇ τῶν ἀρχομένων, οὐδὲν ἔστι φάρμακον διὰ τῶν νόμων τῆς ἡσυχίας.
但现状是,如果发生某种不幸,被统治的民众发生叛乱,法律就没有任何保障和平的药方了。
περὶ μὲν οὖν τῆς Λακεδαιμονίων πολιτείας καὶ Κρητικῆς καὶ τῆς Καρχηδονίων, αἵπερ δικαίως εὐδοκιμοῦσι, τοῦτον ἔχει τὸν τρόπον.
因此,关于正当享有盛誉的拉刻代蒙人、克里特人以及迦太基人的国制,情况就是这样。
τῶν δὲ ἀποφηναμένων τι περὶ πολιτείας ἔνιοι μὲν οὐκ ἐκοινώνησαν πράξεων πολιτικῶν οὐδʼ ὡντινωνοῦν, ἀλλὰ διετέλεσαν ἰδιωτεύοντες τὸν βίον, περὶ ὧν εἴ τι ἀξιόλογον, εἴρηται σχεδὸν περὶ πάντων, ἔνιοι δὲ νομοθέται γεγόνασιν, οἱ μὲν ταῖς οἰκείαις πόλεσιν οἱ δὲ καὶ τῶν ὀθνείων τισί, πολιτευθέντες αὐτοί· καὶ τούτων οἱ μὲν νόμων ἐγένοντο δημιουργοὶ μόνον, οἱ δὲ καὶ πολιτείας, οἷον καὶ Λυκοῦργος καὶ Σόλων· οὗτοι γὰρ καὶ νόμους καὶ πολιτείας κατέστησαν.
在那些对国制发表过意见的人中,有些人完全没有参与过任何政治活动,而是终生作为普通人生活,关于这些人,如果有任何值得注意的事,几乎已经全部谈到了;但另一些人则成为了立法者,有的是为自己的城邦,有的是为某些外国城邦,他们自己也参与了政治;而在这些人中,有些人只是法律的创制者,而另一些人也创制了国制,例如 Lycurgus 和 Solon;因为他们既确立了法律,也确立了国制。
περὶ μὲν οὖν τῆς Λακεδαιμονίων εἴρηται, Σόλωνα δʼ ἔνιοι μὲν οἴονται νομοθέτην γενέσθαι σπουδαῖον· ὀλιγαρχίαν τε γὰρ καταλῦσαι λίαν ἄκρατον οὖσαν, καὶ δουλεύοντα τὸν δῆμον παῦσαι, καὶ δημοκρατίαν καταστῆσαι τὴν πάτριον, μείξαντα καλῶς τὴν πολιτείαν· εἶναι γὰρ τὴν μὲν ἐν Ἀρείῳ πάγῳ βουλὴν ὀλιγαρχικόν, τὸ δὲ τὰς ἀρχὰς αἱρετὰς ἀριστοκρατικόν, τὰ δὲ δικαστήρια δημοτικόν.
因此,关于拉刻代蒙人的国制已经谈过了;至于 Solon,有些人认为他是一位优秀的立法者;因为他废除了过于纯粹的寡头制,结束了民众受奴役的状态,并通过良好地混合国制,确立了祖传的民主制;即在阿雷奥帕古斯的议事会是寡头制的要素,选举产生官员是贵族制的要素,而法庭则是平民制的要素。