§2.1272bἣν δὲ ποιοῦνται τῆς ἁμαρτίας ταύτης ἰατρείαν, ἄτοπος καὶ οὐ πολιτικὴ ἀλλὰ δυναστευτική.
他们针对这一缺陷所采取的补救办法是荒谬的,不符合宪政,而是属于专制。
πολλάκις γὰρ ἐκβάλλουσι συστάντες τινὲς τοὺς κόσμους ἢ τῶν συναρχόντων αὐτῶν ἢ τῶν ἰδιωτῶν· ἔξεστι δὲ καὶ μεταξὺ τοῖς κόσμοις ἀπειπεῖν τὴν ἀρχήν.
因为往往有一些人拉帮结派,将整秩序官驱逐出境,他们要么是其同僚,要么是普通公民;此外,在任期中途,整秩序官也被允许辞去职务。
ταῦτα δὴ πάντα βέλτιον γίνεσθαι κατὰ νόμον ἢ κατʼ ἀνθρώπων βούλησιν· οὐ γὰρ ἀσφαλὴς ὁ κανών.
显然,所有这些事情依照法律来决定,要比依照人的意愿来决定更好,因为人的标准是靠不住的。
πάντων δὲ φαυλότατον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἣν καθιστᾶσι πολλάκις οἳ ἂν μὴ δίκας βούλωνται δοῦναι τῶν δυνατῶν· ᾗ καὶ δῆλον ὡς ἔχει τι πολιτείας ἡ τάξις, ἀλλʼ οὐ πολιτεία ἐστὶν ἀλλὰ δυναστεία μᾶλλον.
而在所有事情中,最恶劣的是权贵者的无法无天,这往往是那些不愿服从审判的权贵者所造成的;由此也清楚地表明,这种制度安排虽然带有某些国制的性质,但它并不是国制,而更像是一种专制。
εἰώθασι δὲ διαλαμβάνοντες τὸν δῆμον καὶ τοὺς φίλους ἀναρχίαν ποιεῖν καὶ στασιάζειν καὶ μάχεσθαι πρὸς ἀλλήλους·
而且,他们惯于分裂民众和朋友,制造无政府状态,进行派系斗争并互相残杀。
καίτοι τί διαφέρει τὸ τοιοῦτον ἢ διά τινος χρόνου μηκέτι πόλιν εἶναι τὴν τοιαύτην, ἀλλὰ λύεσθαι τὴν πολιτικὴν κοινωνίαν;
然而,这种情况与在一段时间内国家不再存在、政治共同体随之解体有什么区别呢?
ἔστι δʼ ἐπικίνδυνος οὕτως ἔχουσα πόλις, τῶν βουλομένων ἐπιτίθεσθαι καὶ δυναμένων.
处于这种状态的国家是危险的,如果有人想要并有能力进行袭击的话。
ἀλλά, καθάπερ εἴρηται, σῴζεται διὰ τὸν τόπον· ξενηλασίας γὰρ τὸ πόρρω πεποίηκεν.
但是,正如先前所说,它因地理位置而得以保存;因为远离外界起到了驱逐外国人的效果。
διὸ καὶ τὸ τῶν περιοίκων μένει τοῖς Κρησίν, οἱ δʼ εἵλωτες ἀφίστανται πολλάκις.
因此,周边民的顺从状态对克里特人得以维持,而黑劳士则频繁起义。
οὔτε γὰρ ἐξωτερικῆς ἀρχῆς κοινωνοῦσιν οἱ Κρῆτες, νεωστί τε πόλεμος ξενικὸς διαβέβηκεν εἰς τὴν νῆσον, ὃς πεποίηκε φανερὰν τὴν ἀσθένειαν τῶν ἐκεῖ νόμων.
因为克里特人既不参与外部统治,且最近一场外来战争已波及该岛,这暴露了当地法律的脆弱性。
περὶ μὲν οὖν ταύτης εἰρήσθω τοσαῦθʼ ἡμῖν τῆς πολιτείας.
关于这种国制,我们就说这么多。
πολιτεύεσθαι δὲ δοκοῦσι καὶ Καρχηδόνιοι καλῶς καὶ πολλὰ περιττῶς πρὸς τοὺς ἄλλους, μάλιστα δʼ ἔνια παραπλησίως τοῖς Λάκωσιν.
迦太基人似乎也治理得很好,在许多方面比其他国家更为卓越,特别是在某些方面与拉科尼亚人非常相似。
αὗται γὰρ αἱ τρεῖς πολιτεῖαι ἀλλήλαις τε σύνεγγύς πώς εἰσι καὶ τῶν ἄλλων πολὺ διαφέρουσιν, ἥ τε Κρητικὴ καὶ ἡ Λακωνικὴ καὶ τρίτη τούτων ἡ τῶν Καρχηδονίων.
因为这三种国制,即克里特、拉科尼亚以及作为其中第三种的迦太基人的国制,彼此之间颇为相近,并且与其他的国制大不相同。
καὶ πολλὰ τῶν τεταγμένων ἔχει παρʼ αὐτοῖς καλῶς·
而且,在他们那里,许多被安排好的事情处于良好的状态。
σημεῖον δὲ πολιτείας συντεταγμένης τὸ τὸν δῆμον ἑκουσίον διαμένειν ἐν τῇ τάξει τῆς πολιτείας, καὶ μήτε στάσιν, ὅ τι καὶ ἄξιον εἰπεῖν, γεγενῆσθαι μήτε τύραννον.
一个组织完好的国制的标志是,民众自愿留在国制的秩序中,既没有发生过什么值得一提的派系斗争,也没有出现过僭主。
ἔχει δὲ παραπλήσια τῇ Λακωνικῇ πολιτείᾳ τὰ μὲν συσσίτια τῶν ἑταιριῶν τοῖς φιδιτίοις, τὴν δὲ τῶν ἑκατὸν καὶ τεττάρων ἀρχὴν τοῖς ἐφόροις (πλὴν ὃ οὐ χεῖρον· οἱ μὲν ἐκ τῶν τυχόντων εἰσί, ταύτην δʼ αἱροῦνται τὴν ἀρχὴν ἀριστίνδην), τοὺς δὲ βασιλεῖς καὶ τὴν γερουσίαν ἀνάλογον τοῖς ἐκεῖ βασιλεῦσι καὶ γέρουσιν·
它与拉科尼亚国制有相似之处:一方面是结社的共同饮食类似于比狄蒂亚,另一方面是百四人官的职权类似于监察官(不过这一点并不更差:监察官是从普通人中产生,而他们则是根据才能选拔这一官职),此外,他们的国王和长老会对应于那里的国王和长老。
καὶ βέλτιον δὲ τοὺς βασιλεῖς μήτε καθʼ αὑτὸ εἶναι γένος μήτε τοῦτο τὸ τυχόν, εἰ δέ τι διαφέρει, ἐκ τούτων αἱρετοὺς μᾶλλον ἢ καθʼ ἡλικίαν.
国王既不属于单一的家族,也不属于平庸之辈,如果有某个杰出的家族,那么从其中选举产生要好于按年龄顺序产生。
μεγάλων γὰρ κύριοι καθεστῶτες, ἂν εὐτελεῖς ὦσι μεγάλα βλάπτουσι,
因为他们作为重大事务的主管者,如果是平庸之辈,就会造成巨大的危害,