Humanitext Reader

亚里士多德 · 政治学 §2.1269b-2.1270a

斯巴达黑劳士统治的困难与放任妇女的弊端

第 33 段,共 155 段 · 希腊语

内容简介

本节指出,在邻国也拥有周边居民的情况下,斯巴达控制黑劳士面临的困难,进而分析了斯巴达国制中由于放任妇女而导致的财产不平等和人口骤减等弊端。

§2.1269bκαίπερ πολεμούσας ἀλλήλαις, μηδεμίαν εἶναι σύμμαχον τοῖς ἀφισταμένοις διὰ τὸ μὴ συμφέρειν ταῖς καὶ αὐταῖς κεκτημέναις περιοίκους, τοῖς δὲ Λάκωσιν οἱ γειτνιῶντες ἐχθροὶ πάντες ἦσαν, Ἀργεῖοι καὶ Μεσήνιοι καὶ Ἀρκάδες·
尽管邻近的城邦彼此交战,但没有一个与起义者结盟,因为这对于她们自身也拥有周边居民而言是不利的。 而对于拉刻代蒙人来说,所有邻近的人都是敌人——阿哥斯人、美塞尼亚人和阿卡迪亚人。
ἐπεὶ καὶ τοῖς Θετταλοῖς κατʼ ἀρχὰς ἀφίσταντο διὰ τὸ πολεμεῖν ἔτι τοῖς προσχώροις, Ἀχαιοῖς καὶ Περραιβοῖς καὶ Μάγνησιν.
实际上,在色萨利人的情况下,起义最初发生也是因为他们仍在与邻国——阿开亚人、佩拉埃比人和马格内斯人交战。
ἔοικε δὲ καὶ εἰ μηδὲν ἕτερον, ἀλλὰ τό γε τῆς ἐπιμελείας ἐργῶδες εἶναι, τίνα δεῖ πρὸς αὐτοὺς ὁμιλῆσαι τρόπον· ἀνιέμενοί τε γὰρ ὑβρίζουσι καὶ τῶν ἴσων ἀξιοῦσιν ἑαυτοὺς τοῖς κυρίοις, καὶ κακοπαθῶς ζῶντες ἐπιβουλεύουσι καὶ μισοῦσιν.
而且似乎即使没有别的,至少这种管理本身也是一件繁重的事,即应该以何种方式与他们打交道;因为他们一旦被放任就会变得傲慢,并要求与主人享有同等权利,但如果生活悲惨,他们就会密谋和憎恨。
δῆλον οὖν ὡς οὐκ ἐξευρίσκουσι τὸν βέλτιστον τρόπον οἷς τοῦτο συμβαίνει περὶ τὴν εἱλωτείαν.
因此,显然,凡是在黑劳士制度上发生这种情况的城邦,都没有找到最善的方法。
ἔτι δʼ ἡ περὶ τὰς γυναῖκας ἄνεσις καὶ πρὸς τὴν προαίρεσιν τῆς πολιτείας βλαβερὰ καὶ πρὸς εὐδαιμονίαν πόλεως.
此外,对妇女的放任既对国制的主旨有害,也对城邦的幸福有害。
ὥσπερ γὰρ οἰκίας μέρος ἀνὴρ καὶ γυνή, δῆλον ὅτι καὶ πόλιν ἐγγὺς τοῦ δίχα διῃρῆσθαι δεῖ νομίζειν εἴς τε τὸ τῶν ἀνδρῶν πλῆθος καὶ τὸ τῶν γυναικῶν, ὥστʼ ἐν ὅσαις πολιτείαις φαύλως ἔχει τὸ περὶ τὰς γυναῖκας, τὸ ἥμισυ τῆς πόλεως εἶναι δεῖ νομίζειν ἀνομοθέτητον.
因为正如丈夫和妻子是家庭的一部分,显然必须认为城邦也几乎被平分为两部分:男子的群体和女子的群体;因此,在所有妇女状况恶劣的国制中,必须认为城邦的一半处于无法律规范的状态。
ὅπερ ἐκεῖ συμβέβηκεν· ὅλην γὰρ τὴν πόλιν ὁ νομοθέτης εἶναι βουλόμενος καρτερικήν, κατὰ μὲν τοὺς ἄνδρας φανερός ἐστι τοιοῦτος ὤν, ἐπὶ δὲ τῶν γυναικῶν ἐξημέληκεν· ζῶσι γὰρ ἀκολάστως πρὸς ἅπασαν ἀκολασίαν καὶ τρυφερῶς.
这正是那里所发生的情况;因为虽然立法者希望整个城邦都具有坚忍的品质,但他在男子方面显然做到了这一点,但在妇女方面却疏忽了;因为她们在各种放纵和奢侈中无节制地生活。
ὥστʼ ἀναγκαῖον ἐν τῇ τοιαύτῃ πολιτείᾳ τιμᾶσθαι τὸν πλοῦτον, ἄλλως τε κἂν τύχωσι γυναικοκρατούμενοι, καθάπερ τὰ πολλὰ τῶν στρατιωτικῶν καὶ πολεμικῶν γενῶν, ἔξω Κελτῶν ἢ κἂν εἴ τινες ἕτεροι φανερῶς τετιμήκασι τὴν πρὸς τοὺς ἄρρενας συνουσίαν.
因此,在这样的国制中,财富必然会受到尊崇,尤其是当他们恰好处于女人统治下时,正如大多数军事和好战的种族一样,除了凯尔特人,或者其他明显尊崇男性之间交往的种族之外。
ἔοικε γὰρ ὁ μυθολογήσας πρῶτος οὐκ ἀλόγως συζεῦξαι τὸν Ἄρην πρὸς τὴν Ἀφροδίτην· ἢ γὰρ πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν ἢ πρὸς τὴν τῶν γυναικῶν φαίνονται κατοκώχιμοι πάντες οἱ τοιοῦτοι.
因为最初讲述这个神话的人似乎并非无理地将阿瑞斯与阿芙罗狄忒结合在一起;因为所有这样的人似乎都被与男子或与女子的交往所支配。
διὸ παρὰ τοῖς Λάκωσι τοῦθʼ ὑπῆρχεν, καὶ πολλὰ διῳκεῖτο ὑπὸ τῶν γυναικῶν ἐπὶ τῆς ἀρχῆς αὐτῶν.
因此,这种情况存在于拉刻代蒙人之中,在她们称霸期间,许多事务都是由妇女管理的。
καίτοι τί διαφέρει γυναῖκας ἄρχειν ἢ τοὺς ἄρχοντας ὑπὸ τῶν γυναικῶν ἄρχεσθαι;
然而,女人统治,还是统治者被女人统治,又有什么区别呢?
ταὐτὸ γὰρ συμβαίνει.
因为结果是相同的。
χρησίμου δʼ οὔσης τῆς θρασύτητος πρὸς οὐδὲν τῶν ἐγκυκλίων, ἀλλʼ εἴπερ, πρὸς τὸν πόλεμον, βλαβερώταται καὶ πρὸς ταῦθʼ αἱ τῶν Λακώνων ἦσαν.
虽然胆大在日常事务中毫无用处,若说有用,也只是在战争中,但拉刻代蒙妇女的胆大甚至对于战争也是极其有害的。
ἐδήλωσαν δʼ ἐπὶ τῆς τῶν Θηβαίων ἐμβολῆς· χρήσιμοι μὲν γὰρ οὐδὲν ἦσαν, ὥσπερ ἐν ἑτέραις πόλεσιν, θόρυβον δὲ παρεῖχον πλείω τῶν πολεμίων.
她们在底比斯人入侵时表明了这一点;因为她们毫无用处,不像在其他城邦里那样,反而造成了比敌人更大的混乱。
ἐξ ἀρχῆς μὲν οὖν ἔοικε συμβεβηκέναι τοῖς Λάκωσιν εὐλόγως ἡ τῶν γυναικῶν ἄνεσις.
因此,从一开始,对妇女的放任在拉刻代蒙人中似乎就是自然发生的。
§2.1270aἔξω γὰρ τῆς οἰκείας διὰ τὰς στρατείας ἀπεξενοῦντο πολὺν χρόνον, πολεμοῦντες τόν τε πρὸς Ἀργείους πόλεμον καὶ πάλιν τὸν πρὸς Ἀρκάδας καὶ Μεσηνίους·
因为由于军事远征,他们长期远离祖国,在与阿哥斯人的战争以及后来与阿卡迪亚人和美塞尼亚人的战争中度过。
σχολάσαντες δὲ αὑτοὺς μὲν παρεῖχον τῷ νομοθέτῃ προωδοπεποιημένους διὰ τὸν στρατιωτικὸν βίον (πολλὰ γὰρ ἔχει μέρη τῆς ἀρετῆς), τὰς δὲ γυναῖκάς φασι μὲν ἄγειν ἐπιχειρῆσαι τὸν Λυκοῦργον ὑπὸ τοὺς νόμους, ὡς δʼ ἀντέκρουον, ἀποστῆναι πάλιν.
而当他们有了闲暇,由于军事生活(因为这包含了德性的许多部分),他们以已经作好准备的状态将自己交给了立法者。 但是对于妇女,他们说吕库古曾试图将她们置于法律之下,但由于她们的反抗,他放弃了。
αἰτίαι μὲν οὖν εἰσιν αὗται τῶν γενομένων, ὥστε δῆλον ὅτι καὶ ταύτης τῆς ἁμαρτίας·
因此,这些就是所发生事情的原因,显然也是这一错误的起因。
ἀλλʼ ἡμεῖς οὐ τοῦτο σκοποῦμεν, τίνι δεῖ συγγνώμην ἔχειν ἢ μὴ ἔχειν, ἀλλὰ περὶ τοῦ ὀρθῶς καὶ μὴ ὀρθῶς.
但我们关心的不是这一点,即谁应该被宽恕,谁不应该,而是关于什么是正确和不正确。
τὰ δὲ περὶ τὰς γυναῖκας ἔχοντα μὴ καλῶς ἔοικεν, ὥσπερ ἐλέχθη καὶ πρότερον, οὐ μόνον ἀπρέπειάν τινα ποιεῖν τῆς πολιτείας αὐτῆς καθʼ αὑτήν, ἀλλὰ συμβάλλεσθαί τι πρὸς τὴν φιλοχρηματίαν.
妇女事务的恶劣状况,正如前面所说的那样,似乎不仅对国制本身产生某种不体面,而且对贪财也有所推波助澜。
μετὰ γὰρ τὰ νῦν ῥηθέντα τοῖς περὶ τὴν ἀνωμαλίαν τῆς κτήσεως ἐπιτιμήσειεν ἄν τις.
因为在刚才所说的事情之后,人们会指责关于财产不平等的事情。
τοῖς μὲν γὰρ αὐτῶν συμβέβηκε κεκτῆσθαι πολλὴν λίαν οὐσίαν, τοῖς δὲ πάμπαν μικράν· διόπερ εἰς ὀλίγους ἧκεν ἡ χώρα.
因为他们中的一些人碰巧拥有极多的财产,而另一些人则完全拥有极少的财产;因此,土地落入了少数人手中。
τοῦτο δὲ καὶ διὰ τῶν νόμων τέτακται φαύλως· ὠνεῖσθαι μὲν γάρ, ἢ πωλεῖν τὴν ὑπάρχουσαν, ἐποίησεν οὐ καλόν, ὀρθῶς ποιήσας, διδόναι δὲ καὶ καταλείπειν ἐξουσίαν ἔδωκε τοῖς βουλομένοις·
而这在法律上也被规定得很差;因为虽然他将购买或出售现有的土地定为不名誉的事,这样做是正确的,但他却允许人们将土地赠予或遗赠给他们想给的任何人。
καίτοι ταὐτὸ συμβαίνειν ἀναγκαῖον ἐκείνως τε καὶ οὕτως.
然而,后一种方式和前一种方式必然会产生同样的结果。
ἔστι δὲ καὶ τῶν γυναικῶν σχεδὸν τῆς πάσης χώρας τῶν πέντε μερῶν τὰ δύο, τῶν τʼ ἐπικλήρων πολλῶν γινομένων, καὶ διὰ τὸ προῖκας διδόναι μεγάλας.
事实上,全境土地的大约五分之二属于妇女,这既是因为出现了许多女继承人,也是因为给予了丰厚的嫁妆。
καίτοι βέλτιον ἦν μηδεμίαν ἢ ὀλίγην ἢ καὶ μετρίαν τετάχθαι.
然而,本来规定不给、给很少或给适度的嫁妆会更好。
νῦν δʼ ἔξεστι δοῦναί τε τὴν ἐπίκληρον ὅτῳ ἂν βούληται, κἂν ἀποθάνῃ μὴ διαθέμενος, ὃν ἂν καταλίπῃ κληρονόμον, οὗτος ᾧ ἂν θέλῃ δίδωσιν.
但现在,人们可以将女继承人赠予他想给的任何人;而且即使他未立遗嘱便去世,无论他留下谁作为继承人,此人都可以将其赠予他所期望的任何人。
τοιγαροῦν δυναμένης τῆς χώρας χιλίους ἱππεῖς τρέφειν καὶ πεντακοσίους, καὶ ὁπλίτας τρισμυρίους, οὐδὲ χίλιοι τὸ πλῆθος ἦσαν.
因此,尽管该土地有能力供养一千五百名骑兵和三万名重装步兵,但他们的人数甚至不足一千人。
γέγονε δὲ διὰ τῶν ἔργων αὐτῶν δῆλον ὅτι φαύλως αὐτοῖς εἶχε τὰ περὶ τὴν τάξιν ταύτην· μίαν γὰρ πληγὴν οὐχ ὑπήνεγκεν ἡ πόλις, ἀλλʼ ἀπώλετο διὰ τὴν ὀλιγανθρωπίαν.
而且通过事实本身,这一点变得很清楚,即这种安排对他们来说是坏的;因为城邦无法承受单一的一击,而是因为人口稀少而灭亡。
λέγουσι δʼ ὡς ἐπὶ μὲν τῶν προτέρων βασιλέων μετεδίδοσαν τῆς πολιτείας, ὥστʼ οὐ γίνεσθαι τότε ὀλιγανθρωπίαν, πολεμούντων πολὺν χρόνον, καί φασιν εἶναί ποτε τοῖς Σπαρτιάταις καὶ μυρίους·
他们说在前王统治期间,他们通常分享公民权,因此当时虽然长期处于战争之中,但并没有发生人口稀少的情况,而且他们说斯巴达人曾经有一万人。
οὐ μὴν ἀλλʼ, εἴτʼ ἐστὶν ἀληθῆ ταῦτα εἴτε μή, βέλτιον τὸ διὰ τῆς κτήσεως ὡμαλισμένης πληθύειν ἀνδρῶν τὴν πόλιν.
然而,无论这些是否属实,通过使财产均等化来使城邦人口充裕是更好的。
ὑπεναντίος δὲ καὶ ὁ περὶ τὴν τεκνοποιίαν νόμος πρὸς ταύτην τὴν διόρθωσιν.
而关于生育的法律也与这一修正相抵触。

词汇与语法注释

  1. 1269bταῖς καὶ αὐταῖς κεκτημέναις περιοίκους — 与格冠词 `ταῖς` 及其相一致的分词 `κεκτημέναις` 指代前文的阴性名词 `πόλεις`(城邦),并作为不定式 `συμφέρειν` 的逻辑主语。名词 `περιοίκους` 是该分词的宾格宾语。`καὶ αὐταῖς` 具有“她们自身也”的强调意义。
  2. 1269bἔοικε δὲ καὶ εἰ μηδὲν ἕτερον, ἀλλὰ τό γε τῆς ἐπιμελείας ἐργῶδες εἶναι — 主动词 `ἔοικε`(似乎)支配着带对格的现在不定式结构 `τό γε... ἐργῶδες εἶναι`(管理本身是一件繁重的事)。插入句 `εἰ μηδὲν ἕτερον`(即使没有别的事)是条件从句的一种带有省略的惯用表达。
  3. 1270aτοῖς περὶ τὴν ἀνωμαλίαν — 与格短语 `τοῖς περὶ τὴν ἀνωμαλίαν` 并不是由其前置介词 `μετὰ` 支配,而是由其后的动词 `ἐπιτιμήσειεν ἄν` 支配(该动词要求与格宾语)。`μετὰ γὰρ τὰ νῦν ῥηθέντα`(在刚才所说的事情之后)作为副词性短语插入其中。
  4. 1270aὃν ἂν καταλίπῃ κληρονόμον, οὗτος ᾧ ἂν θέλῃ δίδωσιν — 关系代词 `ὃν` 的先行词被吸引到关系从句中作为补语 `κληρονόμον`(先行词吸引)。整个关系从句(“无论他留下谁作为继承人”)是主句指示代词 `οὗτος` 的指代对象,并充当主句的主语。

引用这一段

亚里士多德, 政治学 §2.1269b-2.1270a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1269b-2.1270a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。