§2.1269aοἷον ἐν Κύμῃ περὶ τὰ φονικὰ νόμος ἔστιν, ἂν πλῆθός τι παράσχηται μαρτύρων ὁ διώκων τὸν φόνον τῶν αὑτοῦ συγγενῶν, ἔνοχον εἶναι τῷ φόνῳ τὸν φεύγοντα.
例如,在库麦有一条关于谋杀的法律:如果控告杀害其亲属的起诉人能提供一定数量的证人,被告便被判定犯有谋杀罪。
ζητοῦσι δʼ ὅλως οὐ τὸ πάτριον ἀλλὰ τἀγαθὸν πάντες·
总的来说,所有人寻求的都不是祖宗之法,而是善。
εἰκός τε τοὺς πρώτους, εἴτε γηγενεῖς ἦσαν εἴτʼ ἐκ φθορᾶς τινος ἐσώθησαν, ὁμοίους εἶναι καὶ τοὺς τυχόντας καὶ τοὺς ἀνοήτους, ὥσπερ καὶ λέγεται κατὰ τῶν γηγενῶν, ὥστε ἄτοπον τὸ μένειν ἐν τοῖς τούτων δόγμασιν.
而且很可能最初的人们,无论他们是土生土长,还是从某种毁灭中幸存下来,都类似于普通人和愚笨之人,正如对那些土生土长的人所说的那样,因此墨守他们的规定是荒谬的。
πρὸς δὲ τούτοις οὐδὲ τοὺς γεγραμμένους ἐᾶν ἀκινήτους βέλτιον.
此外,让成文法保持不改变也不是更好的办法。
ὥσπερ γὰρ καὶ περὶ τὰς ἄλλας τέχνας, καὶ τὴν πολιτικὴν τάξιν ἀδύνατον ἀκριβῶς πάντα γραφῆναι· καθόλου γὰρ ἀναγκαῖον γράφειν, αἱ δὲ πράξεις περὶ τῶν καθʼ ἕκαστόν εἰσιν.
因为正如在其他技术中一样,在政治秩序中,也不可能把一切都精确地写下来;因为必须用普遍的条款来书写,而行为则是关于具体事物的。
ἐκ μὲν οὖν τούτων φανερὸν ὅτι κινητέοι καὶ τινὲς καὶ ποτὲ τῶν νόμων εἰσίν· ἄλλον δὲ τρόπον ἐπισκοποῦσιν εὐλαβείας ἂν δόξειεν εἶναι πολλῆς.
因此,从这些情况来看,显而易见,某些法律在某些时候应当予以改变;但从另一个角度来审视,这似乎需要极大的审慎。
ὅταν γὰρ ᾖ τὸ μὲν βέλτιον μικρόν, τὸ δʼ ἐθίζειν εὐχερῶς λύειν τοὺς νόμους φαῦλον, φανερὸν ὡς ἐατέον ἐνίας ἁμαρτίας καὶ τῶν νομοθετῶν καὶ τῶν ἀρχόντων· οὐ γὰρ τοσοῦτον ὠφελήσεται κινήσας ὅσον βλαβήσεται τοῖς ἄρχουσιν ἀπειθεῖν ἐθισθείς.
因为当改进微乎其微,而习惯于轻易废除法律却是一件坏事时,显然应当容忍立法者和统治者的一些错误;因为改变法律的人所获得的利益,还不如因习惯于不服从统治者而遭受的损害大。
ψεῦδος δὲ καὶ τὸ παράδειγμα τὸ περὶ τῶν τεχνῶν· οὐ γὰρ ὅμοιον τὸ κινεῖν τέχνην καὶ νόμον·
而且关于技术的那个例子也是错误的;因为改变技术与改变法律并不相似。
ὁ γὰρ νόμος ἰσχὺν οὐδεμίαν ἔχει πρὸς τὸ πείθεσθαι παρὰ τὸ ἔθος, τοῦτο δʼ οὐ γίνεται εἰ μὴ διὰ χρόνου πλῆθος, ὥστε τὸ ῥᾳδίως μεταβάλλειν ἐκ τῶν ὑπαρχόντων νόμων εἰς ἑτέρους νόμους καινοὺς ἀσθενῆ ποιεῖν ἐστι τὴν τοῦ νόμου δύναμιν.
因为法律除了习惯之外,没有任何力量能使人服从,而习惯的形成若非经历漫长的时间便无法实现,因此轻易地从现有法律改用其他新法律,就是削弱法律的力量。
ἔτι δʼ εἰ καὶ κινητέοι, πότερον πάντες καὶ ἐν πάσῃ πολιτείᾳ, ἢ οὔ;
此外,如果确实需要改变,那是所有的法律、在所有的国制中都要改变,还是不呢?
καὶ πότερον τῷ τυχόντι ἢ τισίν;
是由任何人来改变,还是由特定的某些人呢?
ταῦτα γὰρ ἔχει μεγάλην διαφοράν.
因为这些问题有极大的区别。
διὸ νῦν μὲν ἀφῶμεν ταύτην τὴν σκέψιν· ἄλλων γάρ ἐστι καιρῶν.
因此,我们现在先放一放这个探讨;因为这属于其他的时机。
περὶ δὲ τῆς Λακεδαιμονίων πολιτείας καὶ τῆς Κρητικῆς, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων πολιτειῶν, δύο εἰσὶν αἱ σκέψεις, μία μὲν εἴ τι καλῶς ἢ μὴ καλῶς πρὸς τὴν ἀρίστην νενομοθέτηται τάξιν, ἑτέρα δʼ εἴ τι πρὸς τὴν ὑπόθεσιν καὶ τὸν τρόπον ὑπεναντίως τῆς προκειμένης αὐτοῖς πολιτείας.
关于拉刻代蒙人的国制和克里特人的国制,以及几乎关于其他所有国制,都有两个探讨:一个是,是否有任何法律相对于最善的秩序而言被制定得好或不好;另一个是,是否有任何法律与向他们提出的国制假设和特征相抵触。
ὅτι μὲν οὖν δεῖ τῇ μελλούσῃ καλῶς πολιτεύεσθαι τὴν τῶν ἀναγκαίων ὑπάρχειν σχολήν, ὁμολογούμενόν ἐστιν· τίνα δὲ τρόπον ὑπάρχειν, οὐ ῥᾴδιον λαβεῖν.
因此,对于一个将要治理得好的城邦,必须拥有摆脱必需劳役的闲暇,这是大家所公认的;但以何种方式拥有这一闲暇,却不易掌握。
ἥ τε γὰρ Θετταλῶν πενεστεία πολλάκις ἐπέθετο τοῖς Θετταλοῖς, ὁμοίως δὲ καὶ τοῖς Λάκωσιν οἱ εἵλωτες (ὥσπερ γὰρ ἐφεδρεύοντες τοῖς ἀτυχήμασι διατελοῦσιν)· περὶ δὲ τοὺς Κρῆτας οὐδέν πω τοιοῦτον συμβέβηκεν.
因为色萨利人的佩涅斯特经常袭击色萨利人,同样,黑劳士也经常袭击拉刻代蒙人(因为他们仿佛一直在伺机利用他们的不幸);但关于克里特人,迄今为止尚未发生任何此类事情。
αἴτιον δʼ ἴσως τὸ τὰς γειτνιώσας πόλεις,
其原因或许在于,邻近的城邦