Humanitext Reader

亚里士多德 · 政治学 §2.1268b

批判希波达莫斯与关于法律变革的争论

第 31 段,共 155 段 · 希腊语

内容简介

批判希波达莫斯关于土地和司法判决细分化的提案。进而引申出更广泛的政治哲学议题:为了更好的法律是否应当更改传统祖制,并基于其他科学的进步提出了支持变革的论据。

§2.1268bκαὶ τίνος ἕνεκεν οὐκ εὐθὺς ἀπὸ τῆς αὐτῆς γῆς καὶ τῶν αὐτῶν κλήρων αὑτοῖς τε τὴν τροφὴν λήψονται καὶ τοῖς μαχίμοις παρέξουσιν;
而且,为什么他们不直接从同一片土地和同一份份地中,既为自己获取食物,又向战士们提供食物呢?
ταῦτα δὴ πάντα πολλὴν ἔχει ταραχήν.
这一切确实含有极大的混乱。
οὐ καλῶς δʼ οὐδʼ ὁ περὶ τῆς κρίσεως ἔχει νόμος, τὸ κρίνειν ἀξιοῦν διαιροῦντα, τῆς δίκης ἁπλῶς γεγραμμένης, καὶ γίνεσθαι τὸν δικαστὴν διαιτητήν.
此外,关于判决的法律也并不妥当,在诉讼请求写得很单一的情况下,却要求通过细分来进行判决,并使审判官成为仲裁人。
τοῦτο δὲ ἐν μὲν τῇ διαίτῃ καὶ πλείοσιν ἐνδέχεται (κοινολογοῦνται γὰρ ἀλλήλοις περὶ τῆς κρίσεως), ἐν δὲ τοῖς δικαστηρίοις οὐκ ἔστιν, ἀλλὰ καὶ τοὐναντίον τούτου τῶν νομοθετῶν οἱ πολλοὶ παρασκευάζουσιν ὅπως οἱ δικασταὶ μὴ κοινολογῶνται πρὸς ἀλλήλους.
这在仲裁中——即使是对多数人而言——是可能的(因为他们会就判决相互协商),但在法庭上则行不通,相反,大多数立法者都设法使审判官们不相互协商。
ἔπειτα πῶς οὐκ ἔσται ταραχώδης ἡ κρίσις, ὅταν ὀφείλειν μὲν ὁ δικαστὴς οἴηται, μὴ τοσοῦτον δʼ ὅσον ὁ δικαζόμενος;
其次,当审判官认为确实存在债务,但没有诉讼当事人要求的那么多时,判决怎能不陷入混乱呢?
ὁ μὲν γὰρ εἴκοσι μνᾶς, ὁ δὲ δικαστὴς κρινεῖ δέκα μνᾶς (ἢ ὁ μὲν πλέον ὁ δʼ ἔλασσον), ἄλλος δὲ πέντε, ὁ δὲ τέτταρας, καὶ τοῦτον δὴ τὸν τρόπον δῆλον ὅτι μεριοῦσιν· οἱ δὲ πάντα καταδικάσουσιν, οἱ δʼ οὐδέν.
因为有的原告要求二十个米纳,而一个审判官将判定为十个米纳(或者一个多一些,另一个少一些),另一个判定五个,另一个判定四个,显而易见,他们会以这种方式分割数额;而有的人会判处支付全额,有的人则判处完全不付。
τίς οὖν ὁ τρόπος ἔσται τῆς διαλογῆς τῶν ψήφων;
那么,计算选票的方法会是怎样的呢?
ἔτι δʼ οὐδὲν ἐπιορκεῖν ἀναγκάζει τὸν ἁπλῶς ἀποδικάσαντα ἢ καταδικάσαντα, εἴπερ ἁπλῶς τὸ ἔγκλημα γέγραπται, δικαίως· οὐ γὰρ μηδὲν ὀφείλειν ὁ ἀποδικάσας κρίνει, ἀλλὰ τὰς εἴκοσι μνᾶς· ἀλλʼ ἐκεῖνος ἤδη ἐπιορκεῖ, ὁ καταδικάσας, μὴ νομίζων ὀφείλειν τὰς εἴκοσι μνᾶς.
此外,如果控诉书写得十分单一,只要判决是公正的,那么简单地判处无罪或判处有罪绝不会强迫审判官违背誓言;因为宣告无罪者并不是判定被告完全没有债务,而是判定他不欠二十个米纳;相反,那个不认为被告欠二十个米纳却依然判处有罪的人,才是真正违背了誓言。
περὶ δὲ τοῦ τοῖς εὑρίσκουσί τι τῇ πόλει συμφέρον ὡς δεῖ γίνεσθαί τινα τιμήν, οὐκ ἔστιν ἀσφαλὲς τὸ νομοθετεῖν, ἀλλʼ εὐόφθαλμον ἀκοῦσαι μόνον· ἔχει γὰρ συκοφαντίας καὶ κινήσεις, ἂν τύχῃ, πολιτείας.
而关于为城邦发现有益事物的人应当获得某种荣誉这一规定,立法并不安全,只是听起来悦耳罢了;因为这会带来诬告,并且在某些情况下甚至会带来国制的变化。
ἐμπίπτει δʼ εἰς ἄλλο πρόβλημα καὶ σκέψιν ἑτέραν· ἀποροῦσι γάρ τινες πότερον βλαβερὸν ἢ συμφέρον ταῖς πόλεσι τὸ κινεῖν τοὺς πατρίους νόμους, ἂν ᾖ τις ἄλλος βελτίων.
而这又落入了另一个问题和不同的探讨之中;因为有人感到困惑:如果存在另一个更好的法律,那么改变祖宗之法对城邦究竟是有害还是有益。
διόπερ οὐ ῥᾴδιον τῷ λεχθέντι ταχὺ συγχωρεῖν, εἴπερ μὴ συμφέρει κινεῖν, ἐνδέχεται δʼ εἰσηγεῖσθαί τινας νόμων λύσιν ἢ πολιτείας ὡς κοινὸν ἀγαθόν.
因此,如果改变法律并不有利,那么要轻易同意上述说法并不容易,但确实可能有人以共同利益为名,提出废除法律或瓦解国制。
ἐπεὶ δὲ πεποιήμεθα μνείαν, ἔτι μικρὰ περὶ αὐτοῦ διαστείλασθαι βέλτιον.
不过,既然我们已经提及此事,最好还是对此再作稍微详细的阐述。
ἔχει γάρ, ὥσπερ εἴπομεν, ἀπορίαν, καὶ δόξειεν ἂν βέλτιον εἶναι τὸ κινεῖν.
因为如我们所说,这确实存在困难,而且改变它们似乎更好。
ἐπὶ γοῦν τῶν ἄλλων ἐπιστημῶν τοῦτο συνενήνοχεν, οἷον ἰατρικὴ κινηθεῖσα παρὰ τὰ πάτρια καὶ γυμναστικὴ καὶ ὅλως αἱ τέχναι πᾶσαι καὶ αἱ δυνάμεις, ὥστʼ ἐπεὶ μίαν τούτων θετέον καὶ τὴν πολιτικήν, δῆλον ὅτι καὶ περὶ ταύτην ἀναγκαῖον ὁμοίως ἔχειν.
至少在其他科学中,这已被证明是有益的,例如医学改变了传统的做法,体育也是如此,总的来说所有的技术和能力都是如此;因此,既然政治学也必须被视为其中之一,显然关于政治学也必须同样如此。
σημεῖον δʼ ἂν γεγονέναι φαίη τις ἐπʼ αὐτῶν τῶν ἔργων· τοὺς γὰρ ἀρχαίους νόμους λίαν ἁπλοῦς εἶναι καὶ βαρβαρικούς.
而且人们可能会说,事实本身就证明了这一点;因为古代的法律过于简单且带有蛮族色彩。
ἐσιδηροφοροῦντό τε γὰρ οἱ Ἕλληνες, καὶ τὰς γυναῖκας ἐωνοῦντο παρʼ ἀλλήλων, ὅσα τε λοιπὰ τῶν ἀρχαίων ἐστί που νομίμων εὐήθη πάμπαν ἐστίν,
事实上,希腊人过去常携带铁制武器,而且互相买卖妻子,古代习俗中遗留下来的其余部分在任何地方看来也都是完全愚蠢的。

词汇与语法注释

  1. 1268bτὸ κρίνειν ἀξιοῦν διαιροῦντα — 不定式 τὸ κρίνειν 是冠词性不定式,作主语 ὁ νόμος 的同位语。分词 διαιροῦντα 与不定式暗示的受格主语(审判官)一致,意为“要求通过细分来进行判决”。
  2. 1268bὅπως οἱ δικασταὶ μὴ κοινολογῶνται — 连词 ὅπως 搭配虚拟语气(此处为现在虚拟语气中间兵态)引导目的或努力从句,依附于动词 παρασκευάζουσιν(设法、准备),意为“设法使审判官们不相互协商”。
  3. 1268bκαὶ τοῦτον δὴ τὸν τρόπον δῆλον ὅτι μεριοῦσιν — 短语 δῆλον ὅ提 在此起副词作用,意为“显然”,修饰将来时动词 μεριοῦσιν(源自 μερίζω,第三人称复数),其省略的主语是审判官们。
  4. 1268bἐνδέχεται δʼ εἰσηγεῖσθαί τινας νόμων λύσιν — 不定式短语 εἰσηγεῖσθαί τινας νόμων λύσιν 作无人称动词 ἐνδέχεται(有可能……)的主语。其中 τινας(受格复数)是不定式的逻辑主语,λύσιν 是其直接宾语。
  5. 1268bὥστʼ ἐπεὶ μίαν τούτων θετέον καὶ τὴν πολιτικήν — 动形容词 θε略ov 省略了系动词 ἐστί,表示必要性(“必须将……视为”)。受格的 τὴν πολιτικήν(政治学)是该结构的对象,而 μίαν τούτων 是宾语/表语(“这些之中的一个”)。

引用这一段

亚里士多德, 政治学 §2.1268b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1268b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。