§2.1266aἐν δὲ τοῖς νόμοις εἴρηται τούτοις ὡς δέον συγκεῖσθαι τὴν ἀρίστην πολιτείαν ἐκ δημοκρατίας καὶ τυραννίδος, ἃς ἢ τὸ παράπαν οὐκ ἄν τις θείη πολιτείας ἢ χειρίστας πασῶν.
但在这些《法律》中,据说最优良的国制应当由民主制和僭主制组成,而这两种体制,人们要么根本不视其为国制,要么视其为所有国制中最恶劣的。
βέλτιον οὖν λέγουσιν οἱ πλείους μιγνύντες· ἡ γὰρ ἐκ πλειόνων συγκειμένη πολιτεία βελτίων.
因此,主张混合更多要素的人说得更好;因为由更多要素组成的国制更为优良。
ἔπειτʼ οὐδʼ ἔχουσα φαίνεται μοναρχικὸν οὐδέν, ἀλλʼ ὀλιγαρχικὰ καὶ δημοκρατικά· μᾶλλον δʼ ἐγκλίνειν βούλεται πρὸς τὴν ὀλιγαρχίαν.
其次,这一体制中似乎显然不包含任何君主制的成分,而只有寡头制和民主制的成分;并且它实际上更倾向于寡头制。
δῆλον δὲ ἐκ τῆς τῶν ἀρχόντων καταστάσεως· τὸ μὲν γὰρ ἐξ αἱρετῶν κληρωτοὺς κοινὸν ἀμφοῖν, τὸ δὲ τοῖς μὲν εὐπορωτέροις ἐπάναγκες ἐκκλησιάζειν εἶναι καὶ φέρειν ἄρχοντας ἤ τι ποιεῖν ἄλλο τῶν πολιτικῶν, τοὺς δʼ ἀφεῖσθαι, τοῦτο δʼ ὀλιγαρχικόν, καὶ τὸ πειρᾶσθαι πλείους ἐκ τῶν εὐπόρων εἶναι τοὺς ἄρχοντας, καὶ τὰς μεγίστας ἐκ τῶν μεγίστων τιμημάτων.
这从统治者的产生方式中可以明显看出:因为从预选出来的人中通过抽签来决定,这是两者的共同点,但是规定只有较富裕的人必须参加公民大会、选举统治者或履行其他公民义务,而其他人则可以免除,这是寡头制的特征;同样,力图使更多的统治者出自富裕阶层,以及最重大的官职出自最高财产等级,也是如此。
ὀλιγαρχικὴν δὲ ποιεῖ καὶ τὴν τῆς βουλῆς αἵρεσιν.
此外,议事会的选举方式也使其具有寡头制色彩。
αἱροῦνται μὲν γὰρ πάντες ἐπάναγκες, ἀλλʼ ἐκ τοῦ πρώτου τιμήματος, εἶτα πάλιν ἴσους ἐκ τοῦ δευτέρου· εἶτʼ ἐκ τῶν τρίτων, πλὴν οὐ πᾶσιν ἐπάναγκες ἦν τοῖς ἐκ τῶν τρίτων ἢ τετάρτων, ἐκ δὲ τοῦ τετάρτου μόνοις ἐπάναγκες τοῖς πρώτοις καὶ τοῖς δευτέροις· εἶτʼ ἐκ τούτων ἴσον ἀφʼ ἑκάστου τιμήματος ἀποδεῖξαί φησι δεῖν ἀριθμόν.
因为所有人虽然都必须参加选举,但首先是从第一等级中选出,然后再次从第二等级中选出等额人数;接着从第三等级中选出,只是对于第三或第四等级的候选人,并非对所有人都是强制选举的,而在从第四等级选举时,仅对第一和第二等级的人是强制的;随后,他说必须从这些人中,从每个财产等级指定同等数量的人。
ἔσονται δὴ πλείους οἱ ἐκ τῶν μεγίστων τιμημάτων καὶ βελτίους διὰ τὸ ἐνίους μὴ αἱρεῖσθαι τῶν δημοτικῶν διὰ τὸ μὴ ἐπάναγκες.
这样一来,来自最高财产等级的人将会人数更多,素质也更好,因为平民中的一些人由于不是强制性的而放弃选举。
ὡς μὲν οὖν οὐκ ἐκ δημοκρατίας καὶ μοναρχίας δεῖ συνιστάναι τὴν τοιαύτην πολιτείαν, ἐκ τούτων φανερὸν καὶ τῶν ὕστερον ῥηθησομένων, ὅταν ἐπιβάλλῃ περὶ τῆς τοιαύτης πολιτείας ἡ σκέψις·
因此,不应当由民主制和君主制来构建这种国制,这从这些方面以及此后进行有关这种国制的探讨时所要阐明的内容中是很明显的。
ἔχει δὲ καὶ περὶ τὴν αἵρεσιν τῶν ἀρχόντων τὸ ἐξ αἱρετῶν αἱρετοὺς ἐπικίνδυνον.
而在统治者的选举方面,从预选人员中进行最终选举也是危险的。
εἰ γάρ τινες συστῆναι θέλουσι καὶ μέτριοι τὸ πλῆθος, αἰεὶ κατὰ τὴν τούτων αἱρεθήσονται βούλησιν.
因为如果有某些人想要联合起来,即使人数有限,选举也总是会按照他们的意愿进行。
τὰ μὲν οὖν περὶ τὴν πολιτείαν τὴν ἐν τοῖς Νόμοις τοῦτον ἔχει τὸν τρόπον.
《法律》中的国制情况就是这样的。
εἰσὶ δέ τινες πολιτεῖαι καὶ ἄλλαι, αἱ μὲν ἰδιωτῶν αἱ δὲ φιλοσόφων καὶ πολιτικῶν, πᾶσαι δὲ τῶν καθεστηκυιῶν καὶ καθʼ ἃς πολιτεύονται νῦν ἐγγύτερόν εἰσι τούτων ἀμφοτέρων.
此外还有一些其他的国制方案,有些是由私人提出的,有些是由哲学家和政治家提出的,但所有这些方案比上述两种体制都更接近于现存且目前正在实行的城邦体制。
οὐδεὶς γὰρ οὔτε τὴν περὶ τὰ τέκνα κοινότητα καὶ τὰς γυναῖκας ἄλλος κεκαινοτόμηκεν, οὔτε περὶ τὰ συσσίτια τῶν γυναικῶν, ἀλλʼ ἀπὸ τῶν ἀναγκαίων ἄρχονται μᾶλλον.
因为没有其他任何人引入过关于子女和妻子的公有制,或者关于妇女公共伙食的新奇主张,相反,他们更多的是从生活必需的事物开始。
δοκεῖ γάρ τισι τὸ περὶ τὰς οὐσίας εἶναι μέγιστον τετάχθαι καλῶς· περὶ γὰρ τούτων ποιεῖσθαί φασι τὰς στάσεις πάντας.
因为在某些人看来,妥善整顿财产问题是最为重要的;因为他们说所有的内讧都是围绕财产而产生的。
διὸ Φαλέας ὁ Χαλκηδόνιος τοῦτʼ εἰσήνεγκε πρῶτος· φησὶ γὰρ δεῖν ἴσας εἶναι τὰς κτήσεις τῶν πολιτῶν.
因此,卡尔克东的斐利亚首先提出了这一点;他说,公民的财产应当是均等的。