§2.1265aτῶν δὲ Νόμων τὸ μὲν πλεῖστον μέρος νόμοι τυγχάνουσιν ὄντες, ὀλίγα δὲ περὶ τῆς πολιτείας εἴρηκεν, καὶ ταύτην βουλόμενος κοινοτέραν ποιεῖν ταῖς πόλεσι κατὰ μικρὸν περιάγει πάλιν πρὸς τὴν ἑτέραν πολιτείαν.
至于《法律》,其绝大部分确实是法律,关于国制他谈得很少。 尽管他希望使这一国制在各城邦中更为普遍,但他又逐渐将其带回到另一种国制中去。
ἔξω γὰρ τῆς τῶν γυναικῶν κοινωνίας καὶ τῆς κτήσεως, τὰ ἄλλα ταὐτὰ ἀποδίδωσιν ἀμφοτέραις ταῖς πολιτείαις· καὶ γὰρ παιδείαν τὴν αὐτήν, καὶ τὸ τῶν ἔργων τῶν ἀναγκαίων ἀπεχομένους ζῆν, καὶ περὶ συσσιτίων ὡσαύτως·
因为除去了妇女和财产的共有之外,其他方面他对这两种国制都作出了相同的规定:即相同的教育、免于必需的劳役而生活,以及在公共伙食方面也是如此。
πλὴν ἐν ταύτῃ φησὶ δεῖν εἶναι συσσίτια καὶ γυναικῶν, καὶ τὴν μὲν χιλίων τῶν ὅπλα κεκτημένων, ταύτην δὲ πεντακισχιλίων.
只不过在这一部国制中,他说也应当有妇女的公共伙食,而且前者是有一千名拥有武器的人,而后者则有五千名。
τὸ μὲν οὖν περιττὸν ἔχουσι πάντες οἱ τοῦ Σωκράτους λόγοι καὶ τὸ κομψὸν καὶ τὸ καινοτόμον καὶ τὸ ζητητικόν, καλῶς δὲ πάντα ἴσως χαλεπόν, ἐπεὶ καὶ τὸ νῦν εἰρημένον πλῆθος δεῖ μὴ λανθάνειν ὅτι χώρας δεήσει τοῖς τοσούτοις Βαβυλωνίας ἤ τινος ἄλλης ἀπεράντου τὸ πλῆθος, ἐξ ἧς ἀργοὶ πεντακισχίλιοι θρέψονται, καὶ περὶ τούτους γυναικῶν καὶ θεραπόντων ἕτερος ὄχλος πολλαπλάσιος.
因此,苏格拉底的所有言论都具有非凡、精致、创新和探究的特点,但也许要在所有事情上都做得完美是困难的。 因为我们不应忽视刚才提到的那个数量,对于这么多的人来说,将需要巴比伦那样大或某种其他无边无际的土地,以便能供养五千名不劳动的人,并且在他们周围还有人数多出好几倍的妻子和仆役的庞大群体。
δεῖ μὲν οὖν ὑποτίθεσθαι κατʼ εὐχήν, μηδὲν μέντοι ἀδύνατον.
固然应当根据心愿来作设想,但是决不应设想任何不可能的事情。
λέγεται δʼ ὡς δεῖ τὸν νομοθέτην πρὸς δύο βλέποντα τιθέναι τοὺς νόμους, πρός τε τὴν χώραν καὶ τοὺς ἀνθρώπους.
有人说,立法者在制定法律时必须瞩目于两点:国土和人民。
ἔτι δὲ καλῶς ἔχει προσθεῖναι καὶ πρὸς τοὺς γειτνιῶντας τόπους, πρῶτον μὲν εἰ δεῖ τὴν πόλιν ζῆν βίον πολιτικόν (οὐ γὰρ μόνον ἀναγκαῖόν ἐστιν αὐτὴν τοιούτοις χρῆσθαι πρὸς τὸν πόλεμον ὅπλοις ἃ χρήσιμα κατὰ τὴν οἰκείαν χώραν ἐστίν, ἀλλὰ καὶ πρὸς τοὺς ἔξω τόπους)· εἰ δέ τις μὴ τοιοῦτον ἀποδέχεται βίον, μήτε τὸν ἴδιον μήτε τὸν κοινὸν τῆς πόλεως, ὅμως οὐδὲν ἧττον δεῖ φοβεροὺς εἶναι τοῖς πολεμίοις, μὴ μόνον ἐλθοῦσιν εἰς τὴν χώραν ἀλλὰ καὶ ἀπελθοῦσιν.
此外,最好还要加上邻近的地区,首先,如果该城邦要过一种政治生活(因为城邦不仅必须在战争中使用那些在本国领土内有用的武器,而且还必须对外部地区使用它们);即使有人不接受这样一种生活,无论是个人的还是城邦共同的生活,但无论如何,城邦对于敌人来说必须同样是令人畏惧的,不仅在敌人入侵其领土时如此,在敌人撤退时也是如此。
καὶ τὸ πλῆθος δὲ τῆς κτήσεως ὁρᾶν δεῖ, μή ποτε βέλτιον ἑτέρως διορίσαι τῷ σαφῶς μᾶλλον.
对于财产的数量也必须予以审视,或许用另一种更清晰的方式来规定会更好。
τοσαύτην γὰρ εἶναί φησι δεῖν ὥστε ζῆν σωφρόνως, ὥσπερ ἂν εἴ τις εἶπεν ὥστε ζῆν εὖ.
因为他说财产应当多到足以使人过上节制的生活,这就像有人说“足以过上美好的生活”一样。
τοῦτο δʼ ἄρʼ ἐστι καθόλου μᾶλλον, ἐπειδὴ ἔστι σωφρόνως μὲν ταλαιπώρως δὲ ζῆν, ἀλλὰ βελτίων ὅρος τὸ σωφρόνως καὶ ἐλευθερίως (χωρὶς γὰρ ἑκατέρῳ τῷ μὲν τὸ τρυφᾶν ἀκολουθήσει, τῷ δὲ τὸ ἐπιπόνως), ἐπεὶ μόναι γʼ εἰσὶν ἕξεις αἱρεταὶ περὶ τὴν τῆς οὐσίας χρῆσιν αὗται, οἷον οὐσίᾳ πράως μὲν ἢ ἀνδρείως χρῆσθαι οὐκ ἔστιν, σωφρόνως δὲ καὶ ἐλευθερίως ἔστιν, ὥστε καὶ τὰς ἕξεις ἀναγκαῖον περὶ αὐτὴν εἶναι ταύτας.
但这未免过于笼统,因为人完全可能过着节制却痛苦的生活;更好的界限应该是“节制且慷慨地”生活(因为若将二者分离,前者会伴随着奢侈,后者会伴随着劳苦),因为在财产的使用方面,唯有这些习惯是值得选择的;例如,人不可能温和地或勇敢地使用财产,但能够节制且慷慨地使用它,因此关于财产也必须具备这些习惯。
ἄτοπον δὲ καὶ τὸ τὰς κτήσεις ἰσάζοντα τὸ περὶ τὸ πλῆθος τῶν πολιτῶν μὴ κατασκευάζειν, ἀλλʼ ἀφεῖναι τὴν τεκνοποιίαν ἀόριστον ὡς ἱκανῶς ἀνομαλισθησομένην εἰς τὸ αὐτὸ πλῆθος διὰ τὰς ἀτεκνίας ὁσωνοῦν γεννωμένων,
此外,在使财产均等的同时,却不对公民的人数作任何规划,而是对生育子女不加限制,以为无论出生多少人,由于一些人的无子嗣,人数自然会充分地均衡到同一水平,这也是荒谬的。