Humanitext Reader

亚里士多德 · 政治学 §2.1263a

财产私有与使用共有兼顾的最优制度

第 20 段,共 155 段 · 希腊语

内容简介

探讨在财产的所有权和使用权方面,共有还是私有才是最善的。指出财产共有会导致人际关系中的种种困难,并主张最善的方式是财产归个人私有,而通过习俗和法律将其使用权变为共有。

§2.1263aλέγω δὲ τὰ περὶ τὴν κτῆσιν πότερον κἂν ᾖ ἐκεῖνα χωρίς, καθʼ ὃν νῦν τρόπον ἔχει πᾶσι, τάς γε κτήσεις κοινὰς εἶναι βέλτιον καὶ τὰς χρήσεις, οἷον τὰ μὲν γήπεδα χωρίς, τοὺς δὲ καρποὺς εἰς τὸ κοινὸν φέροντας ἀναλίσκειν (ὅπερ ἔνια ποιεῖ τῶν ἐθνῶν), ἢ τοὐναντίον τὴν μὲν γῆν κοινὴν εἶναι καὶ γεωργεῖν κοινῇ, τοὺς δὲ καρποὺς διαιρεῖσθαι πρὸς τὰς ἰδίας χρήσεις (λέγονται δέ τινες καὶ τοῦτον τὸν τρόπον κοινωνεῖν τῶν βαρβάρων), ἢ καὶ τὰ γήπεδα καὶ τοὺς καρποὺς κοινούς.
我所说的关于财产的事,是指即使那些(妻子和孩子)像现在所有人一样是分开的,财产及其使用是否共有更好。 例如,土地是私有的,但把收获物带到公共场所消费(正如一些民族所做的那样);或者相反,土地是共有的,并且共同耕作,但收获物分配给个人使用(据说有些蛮族也以这种方式共有);或者土地和收获物都是共有的。
ἑτέρων μὲν οὖν ὄντων τῶν γεωργούντων ἄλλος ἂν εἴη τρόπος καὶ ῥᾴων, αὐτῶν δʼ αὑτοῖς διαπονούντων τὰ περὶ τὰς κτήσεις πλείους ἂν παρέχοι δυσκολίας.
因此,如果耕作者是其他人,那将是另一种且更容易的方式;但如果他们自己为自己辛勤劳动关于财产的事,则会带来更多的困难。
καὶ γὰρ ἐν ταῖς ἀπολαύσεσι καὶ ἐν τοῖς ἔργοις μὴ γινομένων ἴσων ἀλλʼ ἀνίσων ἀναγκαῖον ἐγκλήματα γίνεσθαι πρὸς τοὺς ἀπολαύοντας μὲν ἢ λαμβάνοντας πολλά, ὀλίγα δὲ πονοῦντας, τοῖς ἐλάττω μὲν λαμβάνουσι, πλείω δὲ πονοῦσιν.
因为确实,在享受和劳动中,如果没有实现平等而是不平等,那些获得较少但劳动较多的人,必然会向那些享受或拿走很多但劳动较少的人提出抱怨。
ὅλως δὲ τὸ συζῆν καὶ κοινωνεῖν τῶν ἀνθρωπικῶν πάντων χαλεπόν, καὶ μάλιστα τῶν τοιούτων.
总之,共同生活并共享所有人类的事物是困难的,尤其是在这些事情上。
δηλοῦσι δʼ αἱ τῶν συναποδήμων κοινωνίαι· σχεδὸν γὰρ οἱ πλεῖστοι διαφέρονται ἐκ τῶν ἐν ποσὶ καὶ ἐκ μικρῶν προσκρούοντες ἀλλήλοις.
这可以从同行的旅伴关系中看出;因为他们几乎绝大多数人都会为了眼前的事物和微不足道的小事而发生争吵,彼此冲突。
ἔτι δὲ τῶν θεραπόντων τούτοις μάλιστα προσκρούομεν οἷς πλεῖστα προσχρώμεθα πρὸς τὰς διακονίας τὰς ἐγκυκλίους.
此外,在仆人中,我们最容易与那些在日常杂务中我们最常使用的仆人发生冲突。
τὸ μὲν οὖν κοινὰς εἶναι τὰς κτήσεις ταύτας τε καὶ ἄλλας τοιαύτας ἔχει δυσχερείας, ὃν δὲ νῦν τρόπον ἔχει καὶ ἐπικοσμηθὲν ἔθεσι καὶ τάξει νόμων ὀρθῶν, οὐ μικρὸν ἂν διενέγκαι.
因此,财产共有具有这些以及其他类似的困难;但现在的方式,如果通过习俗和正确法律的秩序得以修饰,将会带来不小的优越性。
ἕξει γὰρ τὸ ἐξ ἀμφοτέρων ἀγαθόν· λέγω δὲ τὸ ἐξ ἀμφοτέρων τὸ ἐκ τοῦ κοινὰς εἶναι τὰς κτήσεις καὶ τὸ ἐκ τοῦ ἰδίας.
因为它将兼具两者的好处;我所说的“兼具两者的好处”是指源于财产共有的好处和源于财产私有的好处。
δεῖ γὰρ πὼς μὲν εἶναι κοινάς, ὅλως δʼ ἰδίας.
因为财产应当在某种意义上是共有的,但总体上是私有的。
αἱ μὲν γὰρ ἐπιμέλειαι διῃρημέναι τὰ ἐγκλήματα πρὸς ἀλλήλους οὐ ποιήσουσιν, μᾶλλον δʼ ἐπιδώσουσιν ὡς πρὸς ἴδιον ἑκάστου προσεδρεύοντος· διʼ ἀρετὴν δʼ ἔσται πρὸς τὸ χρῆσθαι, κατὰ τὴν παροιμίαν, κοινὰ τὰ φίλων.
因为管理一旦分开,就不会产生彼此的抱怨,反而会因为每个人都专心于自己的财产而更加发展;并且通过德行,在使用方面,将如谚语所说,“朋友之物皆共有”。
ἔστι δὲ καὶ νῦν τὸν τρόπον τοῦτον ἐν ἐνίαις πόλεσιν οὕτως ὑπογεγραμμένον, ὡς οὐκ ὂν ἀδύνατον, καὶ μάλιστα ἐν ταῖς καλῶς οἰκουμέναις τὰ μὲν ἔστι τὰ δὲ γένοιτʼ ἄν· ἰδίαν γὰρ ἕκαστος τὴν κτῆσιν ἔχων τὰ μὲν χρήσιμα ποιεῖ τοῖς φίλοις, τοῖς δὲ χρῆται κοινοῖς, οἷον καὶ ἐν Λακεδαίμονι τοῖς τε δούλοις χρῶνται τοῖς ἀλλήλων ὡς εἰπεῖν ἰδίοις, ἔτι δʼ ἵπποις καὶ κυσίν, κἂν δεηθῶσιν ἐφοδίων ἐν τοῖς ἀγροῖς κατὰ τὴν χώραν.
即使在现在,在某些城邦中也已经以这种方式初具雏形,说明这并非不可能,特别是在治理良好的城邦中,有些已经存在,有些则可能实现;因为每个人拥有私有财产,既能使某些东西有利于朋友,又能将另一些东西共同使用,例如在拉刻代蒙,他们几乎把彼此的奴隶当作自己的来使用,还有马和狗,以及如果他们在该地区的乡间需要旅粮。
φανερὸν τοίνυν ὅτι βέλτιον εἶναι μὲν ἰδίας τὰς κτήσεις, τῇ δὲ χρήσει ποιεῖν κοινάς· ὅπως δὲ γίνωνται τοιοῦτοι, τοῦ νομοθέτου τοῦτʼ ἔργον ἴδιόν ἐστιν.
因此,显而易见,财产私有而使用共有是更好的;但如何使人们成为这样的人,这是立法者特有的任务。
ἔτι δὲ καὶ πρὸς ἡδονὴν ἀμύθητον ὅσον διαφέρει τὸ νομίζειν ἴδιόν τι.
此外,即使在快乐方面,认为某物是自己的,其带来的差别也是无法估量的。

词汇与语法注释

  1. 1263aκἂν ᾖ ἐκεῖνα χωρίς — 这里的 `κἂν` 是 `καὶ ἐάν`(即使……)的缩合。`ἐκεῖνα` 指的是前文讨论的“妻子和孩子”,而 `χωρίς` 表示它们处于“分开”(即非共有)的状态。
  2. 1263aἑτέρων μὲν οὖν ὄντων τῶν γεωργούντων — 属格独立结构。`τῶν γεωργούντων` 是分词 `ὄντων` 的逻辑主语。这里设想的是耕作者是与城邦公民“不同的其他人”的情况。
  3. 1263aμὴ γινομένων ἴσων ἀλλʼ ἀνίσων — 属格独立结构,表条件(如果分配不平等而非平等)。
  4. 1263aτοῖς ἐλάττω μὲν λαμβάνουσι, πλείω δὲ πονοῦσιν — 与格。配合不及物动词短语 `ἐγκλήματα γίνεσθαι`(产生抱怨),表示产生抱怨的主体(即“那些付出多而收获少的人”)。
  5. 1263aὃν δὲ νῦν τρόπον ἔχει — 方式宾格短语 `ὃν τρόπον`(以……的方式)在关系从句中的变形。先行词被吸收到关系从句中,指代“现行的(私有)方式”。
  6. 1263aμᾶλλον δʼ ἐπιδώσουσιν — 动词 `ἐπιδίδωμι`(进步、增进)的第三人称复数主动将来直说。主语可以理解为前句的 `αἱ ἐπιμέλειαι`(管理/用心),作不及物动词用法,意为当每个人专心于自己的事务时,“事情会变得更好(更有发展)”。
  7. 1263aὡς οὐκ ὂν ἀδύνατον — 宾格绝对结构,由 `ὡς` 加上非人称动词分词的中性单数形式 `ὄν` 构成,表示主观认定的理由(“认为这并非不可能”)。
  8. 1263aἀμύθητον ὅσον — 惯用表达。形容词 `ἀμύθητος`(不可言喻的)与间接疑问代词 `ὅσον`(多少)相结合,起副词作用,意为“不可言喻地多”、“极大”。

引用这一段

亚里士多德, 政治学 §2.1263a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1263a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。