§2.1262bἧττον γὰρ ἔσται φιλία κοινῶν ὄντων τῶν τέκνων καὶ τῶν γυναικῶν, δεῖ δὲ τοιούτους εἶναι τοὺς ἀρχομένους πρὸς τὸ πειθαρχεῖν καὶ μὴ νεωτερίζειν.
因为如果孩子和妻子是共有的,友爱就会减少,而为了使被统治者服从且不谋反,他们应当正是这样的状态。
ὅλως δὲ συμβαίνειν ἀνάγκη τοὐναντίον διὰ τὸν τοιοῦτον νόμον ὧν προσήκει τοὺς ὀρθῶς κειμένους νόμους αἰτίους γίνεσθαι, καὶ διʼ ἣν αἰτίαν ὁ Σωκράτης οὕτως οἴεται δεῖν τάττειν τὰ περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας.
总体而言,由于这样的法律,其结果必然与那些正确制定的法律应当产生的作用相反,也与苏格拉底认为必须如此安排孩子和妻子事务的那个目的相反。
φιλίαν τε γὰρ οἰόμεθα μέγιστον εἶναι τῶν ἀγαθῶν ταῖς πόλεσιν (οὕτως γὰρ ἂν ἥκιστα στασιάζοιεν), καὶ τὸ μίαν εἶναι τὴν πόλιν ἐπαινεῖ μάλισθʼ ὁ Σωκράτης, ὃ καὶ δοκεῖ κἀκεῖνος εἶναί φησι τῆς φιλίας ἔργον, καθάπερ ἐν τοῖς ἐρωτικοῖς λόγοις ἴσμεν λέγοντα τὸν Ἀριστοφάνην ὡς τῶν ἐρώντων διὰ τὸ σφόδρα φιλεῖν ἐπιθυμούντων συμφῦναι καὶ γενέσθαι ἐκ δύο ὄντων ἀμφοτέρους ἕνα· ἐνταῦθα μὲν οὖν ἀνάγκη ἀμφοτέρους ἐφθάρθαι ἢ τὸν ἕνα, ἐν δὲ τῇ πόλει τὴν φιλίαν ἀναγκαῖον ὑδαρῆ γίνεσθαι διὰ τὴν κοινωνίαν τὴν τοιαύτην, καὶ ἥκιστα λέγειν τὸν ἐμὸν ἢ υἱὸν πατέρα ἢ πατέρα υἱόν.
因为我们认为友爱是城邦最大的善(因为这样他们最不容易发生内讧),而且苏格拉底最赞赏城邦是一整体,这确实似乎是(他也说是)友爱的作用,正如我们知道阿里斯托芬在关于爱情的对话中说,情侣们因为强烈相爱而渴望结合在一起,从而使原本是两者的双方变成一体;在那样的情形下,双方或其中一方必然会消失,但在城邦中,由于这种共有关系,友爱必然会变得稀薄,而儿子最少会称父亲为“我的”,父亲也最少会称儿子为“我的”。
ὥσπερ γὰρ μικρὸν γλυκὺ εἰς πολὺ ὕδωρ μειχθὲν ἀναίσθητον ποιεῖ τὴν κρᾶσιν, οὕτω συμβαίνει καὶ τὴν οἰκειότητα τὴν πρὸς ἀλλήλους τὴν ἀπὸ τῶν ὀνομάτων τούτων, διαφροντίζειν ἥκιστα ἀναγκαῖον ὂν ἐν τῇ πολιτείᾳ τῇ τοιαύτῃ ἢ πατέρα ὡς υἱῶν ἢ υἱὸν ὡς πατρός, ἢ ὡς ἀδελφοὺς ἀλλήλων.
因为正如少量的甜液混入大量的水中会使混合物无法被察觉一样,由这些称呼所产生的彼此间的亲密关系也会发生同样的情况,在这样的政体中,父亲几乎不需要像对待儿子那样关心他们,儿子几乎不需要像对待父亲那样关心他,彼此之间也几乎不需要像兄弟那样关心。
δύο γάρ ἐστιν ἃ μάλιστα ποιεῖ κήδεσθαι τοὺς ἀνθρώπους καὶ φιλεῖν, τό τε ἴδιον καὶ τὸ ἀγαπητόν· ὧν οὐδέτερον οἷόν τε ὑπάρχειν τοῖς οὕτω πολιτευομένοις.
因为最能让人关心和相爱的有两样东西:自己的东西和珍爱的东西;而这两样东西对于以这种方式被统治的人来说,都是不可能存在的。
ἀλλὰ μὴν καὶ περὶ τοῦ μεταφέρειν τὰ γινόμενα τέκνα, τὰ μὲν ἐκ τῶν γεωργῶν καὶ τεχνιτῶν εἰς τοὺς φύλακας, τὰ δʼ ἐκ τούτων εἰς ἐκείνους, πολλὴν ἔχει ταραχὴν τίνα ἔσται τρόπον· καὶ γινώσκειν ἀναγκαῖον τοὺς διδόντας καὶ μεταφέροντας τίσι τίνας διδόασιν.
此外,关于将出生的孩子进行转移,即一些从农民和手工业者转移到守卫者中,另一些从守卫者转移到前者中,这在具体如何进行方面存在极大的混乱;而且给予和转移孩子的人必然要知道把谁交给了谁。
ἔτι δὲ καὶ τὰ πάλαι λεχθέντα μᾶλλον ἐπὶ τούτων ἀναγκαῖον συμβαίνειν, οἷον αἰκίας ἔρωτας φόνους· οὐ γὰρ ἔτι προσαγορεύσουσιν ἀδελφοὺς καὶ τέκνα καὶ πατέρας καὶ μητέρας οἵ τε εἰς τοὺς ἄλλους πολίτας δοθέντες τοὺς φύλακας καὶ πάλιν οἱ παρὰ τοῖς φύλαξιν τοὺς ἄλλους πολίτας, ὥστʼ εὐλαβεῖσθαι τῶν τοιούτων τι πράττειν διὰ τὴν συγγένειαν.
此外,以前提到的那些事情必然在他们中间更频繁地发生;因为那些从守卫者中被交予其他公民的人,以及反过来在守卫者那里而本属于其他公民的人,将不再称对方为兄弟、孩子、父亲和母亲,因此也就不会因为血缘关系而避免做出此类行为。
περὶ μὲν οὖν τῆς περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας κοινωνίας διωρίσθω τὸν τρόπον τοῦτον.
关于孩子和妻子的共有关系,就以此种方式做出界定。
ἐχόμενον δὲ τούτων ἐστὶν ἐπισκέψασθαι περὶ τῆς κτήσεως, τίνα τρόπον δεῖ κατασκευάζεσθαι τοῖς μέλλουσι πολιτεύεσθαι τὴν ἀρίστην πολιτείαν, πότερον κοινὴν ἢ μὴ κοινὴν εἶναι τὴν κτῆσιν.
接下来的问题是要考察财产,对于那些准备在最善政体下生活的人来说,财产应当以何种方式配置,是共有还是不配置。
τοῦτο δʼ ἄν τις καὶ χωρὶς σκέψαιτο ἀπὸ τῶν περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας νενομοθετημένων,
人们也可以将这一问题与关于孩子和妻子的立法分开来单独考察。