Humanitext Reader

亚里士多德 · 政治学 §2.1262a

对妻儿共有制的批判与情感稀释的弊害

第 18 段,共 155 段 · 希腊语

内容简介

亚里士多德批评了柏拉图《理想国》中妻子和孩子共有的主张,指出这会导致情感稀释、增加对亲属犯下不敬罪行的风险,并对恋爱关系施加了荒谬的限制。

§2.1262aὥστε πάντες ὁμοίως ὀλιγωρήσουσιν.
因此所有人都会同样地疏于照料。
ἔτι οὕτως ἕκαστος "ἐμὸς" λέγει τὸν εὖ πράττοντα τῶν πολιτῶν ἢ κακῶς, ὁπόστος τυγχάνει τὸν ἀριθμὸν ὤν, οἷον ἐμὸς ἢ τοῦ δεῖνος, τοῦτον τὸν τρόπον λέγων καθʼ ἕκαστον τῶν χιλίων, ἢ ὅσων ἡ πόλις ἐστί, καὶ τοῦτο διστάζων· ἄδηλον γὰρ ᾧ συνέβη γενέσθαι τέκνον καὶ σωθῆναι γενόμενον.
此外,在这种情况下,每个人都会对那些境遇好或坏的公民说“我的”,取决于该公民是第几位,例如说“我的”或是“某某的”,以这种方式对待那一千个人中的每一个,或者城邦所拥有的所有人数,而且对此心存疑虑;因为谁生了孩子、孩子出生后是否存活,都是不明确的。
καίτοι πότερον οὕτω κρεῖττον τὸ ἐμὸν λέγειν ἕκαστον, τὸ αὐτὸ ἐμὸν προσαγορεύοντα δισχιλίων καὶ μυρίων, ἢ μᾶλλον ὡς νῦν ἐν ταῖς πόλεσι τὸ ἐμὸν λέγουσιν;
然而,各人以这种方式称一万人或两万人中的同一个人为“我的”,与现在城邦里人们称“我的”相比,哪一种更好呢?
ὁ μὲν γὰρ υἱὸν αὑτοῦ ὁ δὲ ἀδελφὸν αὑτοῦ προσαγορεύει τὸν αὐτόν, ὁ δʼ ἀνεψιόν, ἢ κατʼ ἄλλην τινὰ συγγένειαν πρὸς αἵματος ἢ κατʼ οἰκειότητα καὶ κηδείαν αὑτοῦ πρῶτον ἢ τῶν αὑτοῦ, πρὸς δὲ τούτοις ἕτερος φράτορα φυλέτην.
因为现在一个人称同一个人为自己的儿子,另一个人称他为自己的兄弟,另一个人称他为堂兄弟,或者根据其他某种血缘亲属关系,或者首先根据他自己或他亲属的姻亲或婚姻关系,此外还有人称其为同族人或同部落人。
κρεῖττον γὰρ ἴδιον ἀνεψιὸν εἶναι ἢ τὸν τρόπον τοῦτον υἱόν.
因为作为一个自己拥有的堂兄弟,比以这种方式作为一个儿子要好。
οὐ μὴν ἀλλʼ οὐδὲ διαφυγεῖν δυνατὸν τὸ μή τινας ὑπολαμβάνειν ἑαυτῶν ἀδελφούς τε καὶ παῖδας καὶ πατέρας καὶ μητέρας· κατὰ γὰρ τὰς ὁμοιότητας αἳ γίνονται τοῖς τέκνοις πρὸς τοὺς γεννήσαντας ἀναγκαῖον λαμβάνειν περὶ ἀλλήλων τὰς πίστεις.
然而,要避免某些人将彼此视为兄弟、孩子、父亲和母亲,也是不可能的;因为根据孩子们对生育他们的父母所产生的相似性,他们必然会相互确立这种信任。
ὅπερ φασὶ καὶ συμβαίνειν τινὲς τῶν τὰς τῆς γῆς περιόδους πραγματευομένων· εἶναι γάρ τισι τῶν ἄνω Λιβύων κοινὰς τὰς γυναῖκας, τὰ μέντοι γινόμενα τέκνα διαιρεῖσθαι κατὰ τὰς ὁμοιότητας.
这正是某些撰写世界地理志的人所声称的实际发生的事情;因为他们说,在上利比亚的某些部落中,妻子是共有的,但生下的孩子要根据相似性进行分配。
εἰσὶ δέ τινες καὶ γυναῖκες καὶ τῶν ἄλλων ζῴων, οἷον ἵπποι καὶ βόες, αἳ σφόδρα πεφύκασιν ὅμοια ἀποδιδόναι τὰ τέκνα τοῖς γονεῦσιν, ὥσπερ ἡ ἐν Φαρσάλῳ κληθεῖσα Δικαία ἵππος.
而且有些妇女以及其他动物的雌性,例如马和牛,天生极易生下与父母非常相似的后代,就像在法萨卢斯被称为“正义”的牝马那样。
ἔτι δὲ καὶ τὰς τοιαύτας δυσχερείας οὐ ῥᾴδιον εὐλαβηθῆναι τοῖς ταύτην κατασκευάζουσι τὴν κοινωνίαν, οἷον αἰκίας καὶ φόνους ἀκουσίους τοὺς δὲ ἑκουσίους, καὶ μάχας καὶ λοιδορίας· ὧν οὐδὲν ὅσιόν ἐστι γίνεσθαι πρὸς πατέρας καὶ μητέρας καὶ τοὺς μὴ πόρρω τῆς συγγενείας ὄντας, ὥσπερ πρὸς τοὺς ἄπωθεν· ἃ καὶ πλεῖον συμβαίνειν ἀναγκαῖον ἀγνοούντων ἢ γνωριζόντων, καὶ γενομένων τῶν μὲν γνωριζομένων ἐνδέχεται τὰς νομιζομένας γίνεσθαι λύσεις, τῶν δὲ μή, οὐδεμίαν.
此外,对于建立这种共同体的人来说,要防范诸如人身伤害、过失或故意杀人、斗殴和诽谤等困难并非易事;在这些行为中,对父母和血缘关系不远的人所犯下的,比起对关系疏远的人所犯下的,绝非敬虔之事;当人们互不相识时,这些事情必然比互相认识时更频繁地发生,如果发生在相识者之间,还可以进行习惯上的救赎,但如果是不相识者,则无法进行任何救赎。
ἄτοπον δὲ καὶ τὸ κοινοὺς ποιήσαντα τοὺς υἱοὺς τὸ συνεῖναι μόνον ἀφελεῖν τῶν ἐρώντων, τὸ δʼ ἐρᾶν μὴ κωλῦσαι, μηδὲ τὰς χρήσεις τὰς ἄλλας ἃς πατρὶ πρὸς υἱὸν εἶναι πάντων ἐστὶν ἀπρεπέστατον καὶ ἀδελφῷ πρὸς ἀδελφόν, ἐπεὶ καὶ τὸ ἐρᾶν μόνον.
此外,在将儿子共有之后,仅禁止情侣之间的肉体结合,却不阻止恋爱,也不阻止其他在父子之间或兄弟之间最不体面的交往(而仅仅是恋爱本身就已经不体面了),这也是荒谬的。
ἄτοπον δὲ καὶ τὸ τὴν συνουσίαν ἀφελεῖν διʼ ἄλλην μὲν αἰτίαν μηδεμίαν, ὡς λίαν δὲ ἰσχυρᾶς τῆς ἡδονῆς γινομένης, ὅτι δʼ ὁ μὲν πατὴρ ἢ υἱός, οἱ δʼ ἀδελφοὶ ἀλλήλων, μηδὲν οἴεσθαι διαφέρειν.
同样荒谬的是,仅仅因为肉体结合产生的快乐过于强烈这一原因而予以禁止,却认为一方是父亲或儿子、或者彼此是兄弟这一事实没有任何影响。
ἔοικε δὲ μᾶλλον τοῖς γεωργοῖς εἶναι χρήσιμον τὸ κοινὰς εἶναι τὰς γυναῖκας καὶ τοὺς παῖδας ἢ τοῖς φύλαξιν·
妻子和孩子共有,似乎对农民更有用相比于守卫者。

词汇与语法注释

  1. 1262aὁπόστος τυγχάνει τὸν ἀριθμὸν ὤν — 关系序数形容词 `ὁπόστος`(第几个)与 `τυγχάνω` 的补充分词 `ὤν` 连用,并带有表示观点的宾格 `τὸν ἀριθμὸν`(在数目上),意思是“无论他在数目上碰巧是第几位”。
  2. 1262aτὸ μή τινας ὑπολαμβάνειν — 带有共感(赘余)否定词 `μή` 的冠词不定式 `τὸ ... ὑπολαμβάνειν`,位于表示避免的动词 `διαφυγεῖν` 之后。`τινας` 是该不定式的逻辑主语,整体意为“避免某些人设想……”。
  3. 1262aἀγνοούντων ἢ γνωριζόντων — 省略了主语(罪行实施者)的属格独立分词结构。根据上下文指的是上述行为的实施者,意为“在(实施者们)不知道(亲属关系)或知道的情况下”。

引用这一段

亚里士多德, 政治学 §2.1262a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1262a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。